Galenus. De morborum causis (De morb. causis) [n° 043 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Causes des maladies
Causes of Diseases (Caus. Morb.)
De morborum causis, 1824, vol. 7, p. 1-41. urn:cts:greekLit:tlg0057.tlg042.verbatim-lat1
Johnston, 2006 (eng).

De morborum causis, 7, ed. Kühn, 1824, vol. 7, p. 26-34. urn:cts:greekLit:tlg0057.tlg042.1st1K-grc1:7

10. Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁμοιομερῶν
11. σωμάτων ἴδια νοσήματα διήλθομεν, ἐξῆς ἂν εἴη λέγειν τὰ
12. τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν
13. διάπλασιν ὑπαρξαμένους γένους. γίγνεται δὲ τοῦτο ποτὲ μὲν
14. τοῦ κατὰ φύσιν σχήματος ὑπαλλαττομένου, ποτὲ δὲ λειότητός
15. τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειρομένου. τῆς μὲν
16. δὴ τοῦ κατὰ φύσιν σχήματος ἐξαλλαγῆς αἰτίαι, πρώτη μὲν
17. ἡ κατὰ γαστρὸς ἔτι κυουμένων αὐτῶν διάπλασις μοχθηρὰ,
18. πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ
1. σπέρματος κινήσεσιν ἐμποδὼν γιγνομένης· δευτέρα δὲ ἥ τε
2. κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πλημμέλεια.
3. μαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν
4. παιδίων ὑπάρχοντα σώματα ῥᾳδίως ἐκστρέφεται, δεχομένων
5. τε τῶν μαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς,
6. ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε μὴ δεόντως, εἶτ’
7. αὖθις τῶν τροφῶν ἀναιρουμένων τε καὶ ἀποτιθεμένων οὐ
8. κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ
9. σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ μή τις ἐπιτηδείως
10. μεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ
11. κατὰ φύσιν ἑκάστου τῶν μελῶν σχῆμα. καὶ μὲν δὴ κᾀν
12. τῇ μετὰ ταῦτα ἀνατροφῇ συμπάσῃ τὰ μὲν ὑπὸ πλησμονῆς
13. ἀμέτρου, τὰ δ’ ὑπὸ κινήσεως πλημμελοῦς ἢ πρωϊαίτερον
14. τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος
15. αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν μελῶν διαστρέφεσθαι
16. συμβαίνει, τῶν μὲν πλησμονῶν τὰς φυσικὰς
17. ἐνεργείας ἐμποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων
18. κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ μὴ χρὴ τὰ κῶλα.
1. τὰ μὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειμένων
2. σωμάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται
3. κατὰ τὴν ἀρχαίαν τῆς κνήμης ῥοπήν. οἷς μὲν γὰρ ὀρθότερα
4. τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται μᾶλλον· οἷς δὲ κοιλότερα,
5. ῥαιβοῦται. καλῶ δὲ βλαισὸν μὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον,
6. ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ
7. μέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγουσῶν τροφῶν
8. αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ μάλιστα
9. παρ’ ἡμῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόμενον
10. ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόμεναι
11. τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ μείζω γίγνοιτο
12. τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαμβάνουσιν
13. ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠμοπλάτας τε καὶ θώρακα
14. μόρια σύμπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνομένης τῆς
15. τάσεως, ἢ προπετὲς εἰς τὸ ἔμπροσθεν ἀπέφηναν τὸ στῆθος,
16. ἢ τὰ ἀντικείμενα τὰ κατὰ ῥάχιν κυρτά. συμβαίνει δὲ ἐνίοτε
17. καὶ ὥσπερ διακεκλασμένον καὶ παρηγμένον εἰς τὰ πλάγια
18. γίγνεσθαι τὸ μετάφρενον, ὡς τὴν μὲν ἑτέραν ὠμοπλάτην
1. ἀναυξῆ τε καὶ μικρὰν καὶ προσεσταλμένην ἱκανῶς φαίνεσθαι,
2. τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ μείζονα.
3. αὗται σύμπασαι κακίαι σχημάτων ἐν θώρακι συνίστανται
4. πλημμελείᾳ καὶ ἀμαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως
5. ἐπιδεῖν. οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπιδοῦντές
6. τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν,
7. ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαμαρτάνοντος τοῦ θεραπευόντος,
8. αὐτὸς ὁ κάμνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπιχειρήσας
9. χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται
10. δημιουργός. ἀλλὰ καὶ θλασθέντα μόρια καθάπερ ῥὶς, ἢ καὶ
11. περιθραυσθέντα καθάπερ οἱ ἄμβωνες τῶν κοτυλῶν, ἔστιν
12. ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ
13. κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆμα. ἕτερος δὲ
14. τρόπος βλάβης σχημάτων ὁ διὰ πλησμονὴν ἄμετρον ἢ ἔνδειαν,
15. ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν
16. τι μόριον ἢ καὶ σύμπαντι τῷ σώματι. καὶ γὰρ οὖν καὶ ὁ
17. ἐλέφας ὀνομαζόμενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν
18. μορφήν. σιμοῦται μὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ
1. ἀπεξυσμένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύμπαν ὅμοιοι τοῖς σατύροις
2. οἱ ἐλεφαντιῶντες γίγνονται. ῥὶς δ’ ὀξεῖα, καὶ κρόταφοι
3. συμπεπτωκότες, καὶ ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ κατ’
4. ὠμοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰωρούμεναι
5. τοῖς φθίνουσι φαίνονται. καὶ διαφθείρεται μὲν ἐν
6. τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆμα·
7. κατὰ δ’ αὖ συμβεβηκὸς ἐν μὲν τοῖς παραλελυμένοις ἢ σπωμένοις
8. ἢ φλεγμαίνουσιν ἢ σκιῤῥουμένοις, ἢ νεῦρα διῃρημένοις
9. ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγμένοις. ἐν ἅπασι
10. γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ μόριον ἄλλοτε
11. κατ’ ἄλλην αἰτίαν. ἐν μὲν τοῖς κατὰ θάτερα παραλελυμένοις,
12. ὑπὸ τῶν ἐνεργούντων μυῶν ἑλκόμενον. οὕτω δὲ κᾀν τοῖς
13. ἑτεροῤῥόποις σπασμοῖς ὑπὸ τῶν σπωμένων. καὶ φλεγμοναὶ
14. δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα
15. παθήματα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω διαστρέφει
16. τὸ μόριον. ἐν δ’ αὖ τοῖς διατετμημένοις νεύροις καὶ
17. τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυμένοις ἡ τῶν ἀντιτεταγμένων
18. τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ 
1. μέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συμπάσας
2. ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ μέρος ἑτεροῤῥόπῳ τάσει.
3. καὶ περὶ μὲν τῆς τῶν παρὰ φύσιν σχημάτων. διαφορᾶς ἱκανὰ
4. καὶ ταῦτα. τὰς δ’ ἐντὸς τῶν μορίων κοιλότητας ἢ τοὺς πόρους
5. αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συμβαίνει
6. κατὰ τάσδε τὰς αἰτίας, σύμφυσιν, στενοχωρίαν, ἔμφραξιν,
7. θλίψιν, συνίζησίν, ἀναστόμωσιν. ἐνίοτε μὲν γὰρ
8. ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα
9. συμφύντων ἀλλήλοις τῶν ἡλκωμένων ἡ διαφθορὰ γίγνεται
10. τῆς κατὰ φύσιν διαπλάσεως· ἐνίοτε δὲ ἤτοι σαρκὸς
11. ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήματος; ἤ καὶ
12. σκίῤῥου συστάντος, ἢ φλεγμονῆς, ἢ ἀποστήματος ἐν αὐτοῖς
13. τῶν ὀργάνων τοῖς σώμασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου
14. τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται·
15. καὶ μὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί
16. τινων πόρων ἢ θρόμβων ἔμφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας
17. διάθεσιν. οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐμπιπτόντων
18. θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα
1. συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώματα. κᾂν εἰ συνιζάνοι
2. δὲ εἰς ἑαυτὰ τὰ σώματα, καθάπερ ὑπὸ τῶν στυφόντων
3. πάσχει συναγόμενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούμενα, καὶ
4. πρὸς τῶν ξηραινόντων αὐαινόμενα, στεγνώσει δηλονότι κᾀν
5. τούτῳ μάλιστα μὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας.
6. τὰ μέν γε στόματα τῶν πόρων οὐ στεγνοῦται μόνον,
7. ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις
8. διαθέσεσιν. ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνομαζομένης
9. δυνάμεως ἄμετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγουσα
10. τὰ στόματα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ
11. γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς μανώσεως ἐνίοτε
12. μὲν ἡ τῆς ἀποκριτικῆς δυνάμεως ἄμετρος κίνησις αἰτία γίγνεται,
13. πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι
14. φάρμακον, ἢ ὕδωρ ἀναστομωτικὸν, ἢ πλάδος τις ἄμετρος
15. αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόμενος, ἢ ἡ τοῦ περιέχοντος ἡμᾶς
16. κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄμετρον θερμότητα μεθισταμένη.
17. αὗται μὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους
18. διαθέσεων αἰτίαι. καὶ δῆλον, ὡς ἐκ τῶν εἰρημένων ἤδη
19. πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν
1. τοῖς ὁμοιομερέσι σώμασι νοσημάτων, ὅσοι συγκεῖσθαι νομίζουσιν
2. ἐξ ὄγκων καὶ πόρων αὐτά. ἐμοὶ δὲ περιττὸν ἐδόκει
3. μνημονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως
4. αὐτῶν οὔσης. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπωμέν
5. τε τῶν ὑπολοίπων νοσημάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ
6. τὴν διάπλασιν αὖθις ὑπαρξάμενοι γένους. ὑπελείπετο δὲ ἐν
7. αὐτῷ διττὴ νοσημάτων γένεσις, ἤτοι τραχυνομένων παρὰ φύσιν,
8. ἢ λειαινομένων τῶν ὀργάνων. τραχύνεται δὴ τὰ πρότερον
9. λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ μὲν
10. ὑπὸ δριμύτητος χυμῶν ἢ φαρμάκων ῥυπτόμενα, τὰ δ’ ὑπὸ
11. λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυμοῦ τεγγόμενα. καὶ μάλιστα
12. ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόμενα, ποτὲ μὲν
13. ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωμένων, ἔστιν ὅτε δὲ
14. κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρμᾶται τῆς φύσεως.
15. ὀφθαλμοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων μόνον,
16. ἀλλὰ καὶ ἐξ ἀτμῶν δριμέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται,
17. καθάπερ, οἶμαι, καὶ στομάχῳ καὶ γαστρὶ
18. καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώματι γεννωμένων
1. περιττωμάτων κᾀκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων
2. ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια. πρόδηλον δ’ ὡς
3. ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόμενον
4. ἕλκωσιν μέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι μορίοις, ἐν
5. τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται. αὗται μὲν οὖν αἱ τοῦ
6. πρώτου γένους τῶν νοσημάτων τοῦ παρὰ τὴν διάπλασιν
7. αἰτίαι.

Cliquer un n° de page pour en afficher l’image