Galenus. De morborum causis (De morb. causis) [n° 043 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Causes des maladies
Causes of Diseases (Caus. Morb.)
De morborum causis, 1824, vol. 7, p. 1-41. urn:cts:greekLit:tlg0057.tlg042.verbatim-lat1
Johnston, 2006 (eng).

De morborum causis, 8, ed. Kühn, 1824, vol. 7, p. 34-35. urn:cts:greekLit:tlg0057.tlg042.1st1K-grc1:8

8. Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθμὸν,
9. εἰ μὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τομή τις, ἢ καῦσις,
10. ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται. τὰ μὲν οὖν
11. τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ μὲν ὑπὸ τῶν
12. σήπειν πεφυκότων φαρμάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις
13. γεννωμένων περιττωμάτων, τὰ δ’ ὑπὸ τοῦ μὴ διαπνεῖσθαι·
14. προείρηται δὲ καὶ τὰ τοῦ μὴ διαπνεῖσθαι προηγούμενα. εἰ
15. δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος μὲν καὶ
16. τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθμὸν τῶν μορίων. ἀλλ’ εἰ μὲν τῆς
17. κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόμενον, ὕλης χρηστῆς πλῆθος
1. αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης
2. ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ
3. οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθηρόν.
4. διαπλάττει μὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον
5. ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις,
6. ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωμένοις μορίοις,
7. ὡς πτερύγιον τοῖς ὀφθαλμοῖς. ἀποτίθεται δὲ τὸ
8. περιττὸν ἐν γαγγλίοις τε καὶ μελικηρίσι καὶ στεατώμασι
9. καὶ ἀθερώμασι καὶ τοῖς τοιούτοις ἅπασι.

Cliquer un n° de page pour en afficher l’image