Galenus. De symptomatum differentiis (De sympt. diff.) [n° 044 Fichtner] [GalLat]

Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Différences des symptômes
Distinctions in Symptoms (Symp. Diff.)
Gundert, 2009.
De symptomatum differentiis, 1824, vol. 7, p. 42-84. urn:cts:greekLit:tlg0057.tlg043.verbatim-lat1
Johnston, 2006 (eng); Gundert, 2009 (deu).

De symptomatum differentiis, 1, ed. Kühn, 1824, vol. 7, p. 42-53. urn:cts:greekLit:tlg0057.tlg043.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ

ΔΙΑΦΟΡΑΣ ΒΙΒΛΙΟΝ.

1. Τίνα μέν ἐστι καὶ πόσα τὰ σύμπαντα νοσήματα
2. κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε καὶ
3. σύνθετα, ὁπόσαι τε καθ’ ἕκαστον αὐτῶν αἰτίαι τῆς γενέσεως,
4. ἐν ἑτέροις ὑπομνήμασι γέγραπται. λοιπὸν δ’ ἂν εἴη περὶ
5. τῶν συμπτωμάτων διελθεῖν, ἵν’ ᾖ τέλειος ὁ περὶ πασῶν τῶν
6. παρὰ φύσιν διαθέσεων λόγος. ἅπασα γὰρ οὖν διάθεσις
7. σώματος ἐξισταμένη τοῦ κατὰ φύσιν ἤτοι νόσημά ἐστιν,
8. ἢ αἰτία νοσήματος, ἢ σύμπτωμα νοσήματος. ὅπερ ἔνιοι
1. τῶν ἰατρῶν ἐπιγέννημα καλοῦσιν. ἀλλὰ τοῦτο μὲν οὐ πάνυ
2. τι σύνηθές ἐστι τοῖς Ἕλλησι τοὔνομα, σύμπτωμα δὲ καὶ πάθημα
3. καὶ πάθος ὀνομάζουσι συνήθως ἅπαντα τὰ τοιαῦτα.
4. σημαίνεται μὴν οὐ πάντῃ ταυτὸν ἐκ τῶν ὀνομάτων, ἀλλ’ ὡς
5. ἐγὼ νῦν διαιρήσω περὶ πάντων ἑξῆς τῶν παρακειμένων ἀλλήλοις
6. κατὰ τόνδε τὸν τρόπον ἐπεξιών. ἡ μὲν δὴ νόσος εἴρηται,
7. κατασκευή τις οὖσα παρὰ φύσιν, ὑφ’ ἧς ἐνέργεια βλάπτεται
8. πρώτως. δῆλον δὲ ὡς εἰ καὶ διάθεσίν τινα εἴποιμεν παρὰ
9. φύσιν, ὑφ’ ἧς ἐνέργεια βλάπτεται, ταυτὸν ἐροῦμεν. ἕκαστον
10. γὰρ τῶν ὄντων διάκειται πως, εἴθ’ ὑγιεινὸν, ἄν τε νοσῶδες,
11. ἄν τε μηδέτερον ὑπάρχῃ. παρὰ δὲ τὸ διακεῖσθαί πως τὸ τῆς
12. διαθέσεως ὄνομα γέγονεν, εἰς ταύτην ἠγμένον τὴν χρῆσιν οὐχ
13. ὑπὸ τῶν φιλοσόφων μόνων τῶν παλαιῶν, ἀλλὰ καὶ τῶν ἄλλων
14. Ἑλλήνων. ἡ μὲν οὖν διάθεσις κοινὸν ἁπάντων, ὑγιαινόντων
15. καὶ νοσούντων καὶ οὐδετέρως ἐχόντων. καὶ γὰρ
16. καὶ μέλους καὶ ἁρμονίας καὶ λόγου καὶ λέξεως διάθεσις
17. εἴρηται παρὰ τοῖς Ἕλλησιν. ἡ νόσος δὲ τὸ ἐναντίον τῇ ὑγείᾳ.
1. διαφέρει δ’ ἀμφοῖν τὸ πάθος τε καὶ πάθημα προσαγορευόμενον,
2. ὥσπερ δὴ καὶ Πλάτων αὐτὸς διοριζόμενος ἔλεγε·
3. πᾶν γὰρ ὅ τι περ ἂν πάσχῃ τις πάθος προσρητέον. ὅθεν, οἶμαι,
4. καὶ τὰς τῶν αἰσθήσεων ἀλλοιώσεις παθήματα προσαγορεύει,
5. κατὰ μὲν τὴν ὄψιν τὰς ἀπὸ λευκοῦ καὶ μέλανος
6. καὶ ξανθοῦ καὶ τῶν ἄλλων χρωμάτων, κατὰ δὲ τὴν ἁφὴν
7. τὰς ἀπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ
8. σκληροῦ καὶ μαλακοῦ καὶ τῶν τοιούτων ἁπάντων. οὕτω
9. δὲ καὶ καθ’ ἑκάστην τῶν ἄλλων αἰσθήσεων. ὀνομάζει δὲ καὶ
10. τὴν ἡδονὴν πάθημα, καὶ ὅλως ἅπασαν κίνησιν ἡντιναοῦν
11. τὴν ὑφ’ ἑτέρου γινομένην ἐν ἑτέρῳ. ἡ μὲν γὰρ τοῦ ποιοῦντος
12. κίνησις ἐνέργεια, πάθημα δὲ καὶ πάθος ἡ τοῦ διατιθεμένου
13. πως ὑπ’ αὐτοῦ. καὶ γὰρ καθόλου τὸ διατίθεσθαί
14. πως ταυτὸν τῷ πάσχειν ἐστί. καὶ διήνεγκε τῆς διαθέσεως τὸ
15. πάθημα κινήσει· παυσαμένου γὰρ τοῦ ἀλλοιοῦντος, ἡ περὶ
16. τὸ παθὸν ἀλλοίωσις ὑπομένουσα, διάθεσίς ἐστι τοῦ παθόντος.
17. ὥστε ἐν αὐτῷ μὲν τῷ τρέπεσθαι καὶ μεταβάλλεσθαι
18. καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι τὸ πάθος ἔχει τὴν γένεσιν,
19. ἐν δὲ τῷ μένοντι καὶ σωζομένῳ περὶ τὸ ὑποκείμενον σῶμα
1. τὴν διάθεσιν. ἤδη δὲ μένουσαν διάθεσιν οἱ Ἕλληνες ὀνομάζουσι
2. πάθος, ὥσπερ καὶ τὸ πεποιηκὸς, οὐκ ἔτι δὲ τὸ
3. ποιοῦν, αἴτιον. καί τοί γε οὐδὲ τοῦτο ἁπλῶς αἴτιον οὔθ’
4. ἡ μένουσα διάθεσις ἁπλῶς ἐστι πάθος, ἀλλὰ καὶ αὐτὴ κατά
5. γε τὸν ἀκριβῆ λόγον γεγονὸς μὲν πάθος ἐστὶν, ὂν δὲ οὐκέτι.
6. ὅτι δ’ οὕτως σύνηθες ὀνομάζειν τοῖς Ἕλλησιν ἐν τῇ τῶν
7. ἰατρικῶν ὀνομάτων πραγματείᾳ δέδεικται. καὶ χρὴ μεμνημένους
8. ὅπερ ἀεὶ λέγεται πρὸς ἡμῶν ὑπὲρ μὲν τῶν ὀνομάτων
9. ὅτι τάχιστα συντίθεσθαι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὰ πράγματα
10. σπεύδειν αὐτὰ, καὶ διατρίβειν τε καὶ χρονίζειν ἐν ἐκείνοις.
11. ἀλλ’ οἱ πλεῖστοι τῶν πεπαιδεῦσθαι φασκόντων ἔμπαλιν δρῶσιν,
12. ἅπαντα κατατρίβοντες τὸν ἑαυτῶν βίον εἰς τὴν περὶ
13. τῶν ὀνομάτων ἔριν, ὡς μηδέποτε δυνηθῆναι τοῦ τέλους τῆς
14. τέχνης ἐφικέσθαι. τί δὴ οὖν χρὴ ποιεῖν τὸν ἀληθείας ἐραστήν;
15. ἐπιδεικνύναι τὰ παραπλήσια ταῖς ἀλλήλων φύσεσι πράγματα,
16. καὶ διὰ τοῦτο παρορώμενα, κᾄπειτα τίθεσθαι κατὰ τούτων
17. τὰ ὀνόματα, μάλιστα μὲν, εἰ οἷός τε εἴη, τὰ συνηθέστατα
18. τοῖς Ἕλλησιν· εἰ δ’ ἀγνοοίη ταῦτα, ποιεῖν ἴδια,
1. πρὸ πάντων δὲ καθ’ ἑκάστου πράγματος ἓν ὄνομα, ἵνα μήτε
2. παρὰ τὴν ὁμωνυμίαν ἀσάφειά τις γένηται καὶ σοφίσματα
3. συνίστηται κατὰ τὸν λόγον, μήτε παραλείπηταί τι πρᾶγμα·
4. τὸ δ’ εἴτ’ ὀρθῶς, εἴτε οὐκ ὀρθῶς, εἴτε κυρίως, εἴτ’ ἀκύρως
5. κεῖται τοὔνομα, κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅταν
6. ἤδη τὰ πράγματα μεμαθηκότες ὑπάρχωμεν. ἐν γὰρ τῇ τούτων
7. γνώσει τὸ κατορθοῦν ἐστιν, οὐκ ἐν τοῖς ὀνόμασιν.
8. ἡμεῖς μὲν οὖν, ὡς ἔφην, τὰ συνήθη τε τοῖς Ἕλλησιν ὀνόματα
9. τιθέμεθα καὶ τὰ παρακείμενα ἀλλήλοις πράγματα διοριζόμεθα,
10. τοῖς δ’ ἄλλοις ὀνομάζειν μὲν ὡς ἂν ἐθέλωσι
11. συγχωροῦμεν, ἀδιόριστον δέ τι πρᾶγμα παραλιπεῖν οὐ συγχωροῦμεν.
12. ἐν αὐτοῖς γοῦν τούτοις τοῖς νῦν προκειμένοις
13. ἡμῖν, ἐπειδὴ τὸ μὲν ἐν τῷ τρέπεσθαι καὶ μεταβάλλεσθαι τὸ
14. σῶμα καὶ ὁπωσοῦν ἀλλοιοῦσθαι γινόμενον ἕτερόν ἐστι τοῦ
15. γεγονότος ἤδη καὶ μένοντος, αὐτοῦ δὲ τοῦ γεγονότος τὸ μὲν
16. ἐνεργείας τῆς κατὰ φύσιν ἐστὶ ποιητικὸν, τὸ δὲ βλαπτικὸν,
17. τὸ μὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι κεκτημένον ἐνέργειαν ἢ πάθος
18. ὠνομάσαμεν, τὸ δ’ ἐν τῷ διαμένειν ἐπί τινα χρόνον 
1. ὑγείαν ἢ νόσον. ἐνεργείας δὲ διώρισται πάθος, ὡς ποιοῦν
2. ποιουμένου καὶ νόσος ὑγείας, ὡς τὸ μὲν παρὰ φύσιν ὂν,
3. τὸ δὲ κατὰ φύσιν. αὖθις οὖν αὐτῶν εἰπόντες ὅλους τοὺς
4. λόγους, ἐχώμεθα τῶν ἐφεξῆς. ὑγεία μὲν οὖν ἐστι διάθεσις
5. κατὰ φύσιν ἐνεργείας ποιητική. διαφέρει δ’ οὐδὲν, ὡς ἔφαμεν,
6. εἴτε κατασκευὴν, ἢ διάθεσιν εἴποιμεν, εἴτε ποιητικὴν
7. ἐνεργείας, εἴτ’ αἰτίαν ἐνεργείας. ὡσαύτως δὲ καὶ εἰ τὸ κατὰ
8. φύσιν ἀφέλοιμεν, οὐδὲν διοίσει. συσσημαίνεται γὰρ ἐν τῷ
9. λοιπῷ λόγῳ. οὕτω δὲ καὶ νόσος, ἡ παρὰ φύσιν κατασκευὴ
10. τοῦ σώματος, καὶ αἰτία τοῦ βεβλάφθαι τὴν ἐνέργειαν. ἢ
11. συντομώτερον οὕτως, νόσος ἐστὶ διάθεσις παρὰ φύσιν,
12. ἐνεργείας ἐμποδιστική. πάθος δ’ ἐστὶν ἡ περὶ τὴν ὕλην
13. ἀπὸ τοῦ δρῶντος κίνησις. αὕτη δὲ ἡ τοῦ δρῶντος κίνησις
14. ἐνέργεια. τὸ δ’ ἐκ τῆς ἑαυτοῦ φύσεως εἰσφερόμενόν τινα
15. τῷ γινομένῳ μοῖραν τῆς γενέσεως αἴτιον αὐτοῦ λέγεται.
16. πλείω δ’ ἐστὶ ταῦτα κατὰ γένος· ἥ τε γὰρ ὕλη καὶ
17. ἡ χρεία καὶ ὁ σκοπὸς καὶ τὸ ὄργανον καὶ τὸ ὅθεν ἡ
18. ἀρχὴ τῆς κινήσεως. ἕκαστον γὰρ τούτων εἰσφέρεταί τινα
1. τῷ γενομένῳ συντέλειαν· τὰ δ’ οὐδὲν μὲν εἰσφερόμενα, μὴ
2. χωριζόμενα δὲ τῶν εἰσφερομένων, τὸν ὧν οὐκ ἄνευ λόγον
3. ἐπέχει. τούτων οὕτως ἐχόντων, ἐνδέχεταί τινα στίχον αἰτιῶν
4. γενέσθαι πολλάκις ἀλλήλας διαδεχομένων, ὡς εἰ καὶ ψηφίδων
5. ἐφεξῆς ἀλλήλαις κειμένων πλειόνων κινήσειέ τις τὴν
6. πρώτην, αὕτη δὲ τὴν δευτέραν, κᾀκείνη τὴν τρίτην, καὶ
7. οὕτω κατὰ τὸ ἑξῆς ἑκάστη τὴν μεθ’ ἑαυτήν. ἐν γὰρ τοῖς
8. τοιούτοις ἅπασιν, εἰ μή τις διορίζοιτο τοῦ κατὰ συμβεβηκὸς
9. ποιεῖν λεγομένου τὸ καθ’ ἑαυτὸ, πάμπολλά τε καὶ ἀτοπώτατα
10. συμπεσεῖται τοῖς λόγοις ἁμαρτήματα. σημαίνει δὲ ταυτὸν
11. τὸ μὲν καθ’ ἑαυτὸ τῷ πρώτως, κᾂν εἴ τινες τῶν ἀττικιζόντων
12. φυλάττοιντο τοὔνομα, τὸ δὲ κατὰ συμβεβηκὸς τῷ
13. δευτέρως. ὁ μὲν οὖν τὸν δάκτυλον προσενεγκὼν τῇ πρώτῃ
14. ψηφῖδι πρώτως μὲν ταύτην ἐκίνησε, κατὰ συμβεβηκὸς δὲ καὶ
15. δευτέρως τὴν ἐφεξῆς αὐτῇ, καὶ οὕτως ἤδη καὶ τὰς ἄλλας
16. ἁπάσας. οὕτως δὲ καὶ ἡ πρώτη καθ’ ἑαυτὴν μὲν τὴν δευτέραν,
17. κατὰ συμβεβηκὸς δὲ τὴν τρίτην καὶ τὰς ἄλλας τὰς
18. ἐφεξῆς. καὶ ἡ δευτέρα δὲ κατὰ τὸν αὐτὸν λόγον πρώτως
1. μὲν τὴν τρίτην, δευτέρως δὲ τὴν τετάρτην καὶ τὴν πέμπτην
2. καὶ τὰς ἐφεξῆς. εἰ δὲ ἀκριβέστερον ἔτι διαιρεῖσθαι βούλοιο,
3. πρὸς γὰρ τὴν τῶν πραγμάτων ἀκρίβειαν οὕτω χρησιμώτερον,
4. ἑκάστη τῶν ψηφίδων πρώτως μὲν κινεῖ τὴν ἐφεξῆς,
5. δευτέρως δὲ τὴν μετ’ ἐκείνην, καὶ τρίτως τὴν ἔτι μετ’ ἐκείνην,
6. καὶ τετάρτως τὴν ἐφεξῆς αὐτῇ. τούτων οὕτως ἐχόντων καὶ
7. διωρισμένων, ἐπειδὴ τὸ νόσημα διάθεσίς τις ἦν παρὰ φύσιν
8. τὴν ἐνέργειαν βλάπτουσα, τῆς νόσου δ’ αὐτῆς ἐνδέχεταί τινα
9. προηγεῖσθαι διάθεσιν ἑτέραν, παρὰ φύσιν μὲν καὶ ταύτην,
10. οὐ μὴν κατά γε τὸν ἑαυτῆς λόγον βλάπτουσαν τὴν ἐνέργειαν,
11. ἀλλὰ διὰ μέσου τοῦ νοσήματος, τὴν τοιαύτην διάθεσιν οὐ
12. νόσημα καλέσομεν, ἀλλ’ αἰτίαν προηγουμένην νοσήματος,
13. ἀκριβῶς τε τὸν νοῦν ἐνταῦθα προσέξομεν τοῖς κᾀκείνην τὴν·
14. διάθεσιν αἰτίαν εἶναι φάσκουσι τοῦ βλάπτεσθαι τὴν ἐνέργειαν.
15. οὐδὲ γὰρ καθ’ ἑαυτὴν, οὐδὲ πρώτως, ἀλλὰ κατὰ
16. συμβεβηκός τε καὶ δευτέρως ἐμποδίζεσθαί τε καὶ βλάπτεσθαι
17. δι’ αὐτὴν ἐροῦμεν τὴν ἐνέργειαν, ὑπὸ δὲ τοῦ νοσήματος
18. αὐτοῦ πρώτως τε καὶ κατὰ τὸν ἑαυτοῦ λόγον. ὅθεν κᾀν
19. τῷ λέγειν διάθεσιν σώματος ἐμποδιστικὴν ἐνεργείας εἶναι
1. τὸ νόσημα τοῖς μὲν εὐθὺς ὑπακούουσιν, ὅτι πρώτως τε καὶ
2. καθ’ ἑαυτὴν, αὐτάρκης ὁ λόγος· ὅσοι δ’ ἂν ἤτοι σκαιότερον,
3. ἢ ἐριστικώτερον ἀκούωσι, προσθετέον αὐτοῖς καὶ τὸ
4. πρώτως, ἵν’ ᾖ τοιοῦτος ὁ λόγος· νόσημά ἐστι διάθεσις σώματος
5. ἐνεργείας τινὸς ἐμποδιστικὴ πρώτως. ὅσαι τοίνυν
6. αὐτῆς προηγοῦνται διαθέσεις, οὔπω νοσήματα. κᾂν εἰ συμπίπτοιεν
7. δέ τινες αὐταῖς ἕτεραι διαθέσεις οἷον σκιαί τινες
8. παρακολουθοῦσαι, καὶ ταύτας οὐ νοσήματα καλέσομεν, ἀλλὰ
9. συμπτώματα. καὶ ἡμῖν οὕτως οὐ πᾶν ὅ τι περ ἂν ᾖ παρὰ
10. φύσιν ἐν τῷ σώματι, νόσημα εὐθὺς ἔσται κλητέον, ἀλλὰ τὸ
11. πρώτως μὲν βλάπτον τὴν ἐνέργειαν, νόσημα, τὸ δὲ τούτου
12. προηγούμενον, αἴτιον μὲν νοσήματος, οὔπω δὲ νόσημα. εἰ
13. δ’ ἕποιτό τις ἄλλη τῷ νοσήματι περὶ τὸ σῶμα διάθεσις, αὕτη
14. σύμπτωμα ὀνομασθήσεται. καὶ μὴν καὶ ἡ τῆς ἐνεργείας αὐτῆς
15. βλάβη σύμπτωμά ἐστι τοῦ ζώου. πᾶν γὰρ ὅ τι περ ἂν
16. παρὰ φύσιν συμβαίνῃ τῷ ζώῳ, σύμπτωμά ἐστι. παρὰ μὲν
17. δὴ τοῖς Ἕλλησιν ἡ τῶν ὀνομάτων χρῆσις οὕτως ἔχει. μετατιθέναι
18. δ’ ἔξεστι τῷ βουλομένῳ, μενόντων, ὥσπερ εἴρηται, τῶν
1. πραγμάτων, οἷον εὐθὺς εἰ μὴ βούλοιτο σύμπτωμα καλεῖν,
2. ἀλλ’ ἐπιγέννημα. σύμπτωμα μὲν γὰρ εἶναι πᾶν ὅπερ ἂν συμβεβήκῃ
3. τῷ ζώῳ παρὰ φύσιν, ἐπιγέννημα δὲ οὐ πᾶν, ἀλλὰ
4. τὸ μόνοις τοῖς νοσήμασιν ἐξ ἀνάγκης ἑπόμενον. ἀλλ’ ἡμεῖς
5. γ’, ὡς ἔφην, ἅπασαν μὲν ἀλλοίωσιν ἔτι γινομένην πάθος
6. εἶναι, ἅπαντα δὲ τὰ παρὰ φύσιν ὑπάρχοντα τοῖς σώμασιν
7. ὀνομάσομεν συμπτώματα. καὶ συμβήσεται ταυτὸν ἐνίοτε
8. πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ σύμπτωμα, τῶν σημαινομένων
9. ἑκατέρων ὑπαρχόντων αὐτῷ κατ’ ἄλλον καὶ ἄλλον
10. λόγον. οἷον αὐτίκα τὸ τρέμειν πάσχειν ἐστὶν, ὅτι καὶ
11. ἀλλοιοῦσθαι καὶ κινεῖσθαι μὴ κατὰ τὴν οἰκείαν ἐνέργειαν
12. συμβαίνει, καὶ πάθημά τε καὶ πάθος ὁ τρόμος, ὅτι καὶ
13. ἀλλοίωσις ἡ τοιαύτη κίνησις· ἀλλὰ καὶ σύμπτωμα· παρὰ
14. φύσιν γὰρ ἡ κίνησις. εἰ δέ γε ἀλλοίωσις ᾖ μόνον, ὥσπερ ἐν
15. τῷ βλέπειν τε καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι
16. καὶ ἅπτεσθαι γίνοιτο, πάθος ἂν ὀνομαζέσθω μόνον, οὐκέτι δὲ
17. σύμπτωμα. τὸ γάρ τοι τοῦ συμπτώματος ἴδιον αὐτὸ τοῦτ’
18. ἔστι, τὸ παρὰ φύσιν. ὅθεν κᾀν ταῖς διαφοραῖς ἁπάσαις τοῦ 
1. κατὰ φύσιν ἐξαλλαττομέναις συνίσταται. καὶ γὰρ σχημάτων
2. τῶν κατὰ φύσιν, καὶ χρωμάτων, καὶ μεγεθῶν, ἐνεργημάτων
3. τε καὶ παθημάτων διαφθειρομένων γίνεται. καὶ οὗτός ἐστιν
4. ἰδιαίτατος αὐτοῦ λόγος, ἐξάλλαξις τοῦ κατὰ φύσιν. τί δέ;
5. οὐχὶ καὶ ἡ νόσος ἐξάλλαξις τοῦ κατὰ φύσιν; ἢ οὐχ
6. ἁπλῶς ἐξάλλαξις, ἀλλ’ ἐξάλλαξίς τις, ἁπλῶς δὲ ἐξάλλαξις
7. τὸ σύμπτωμα; τοῦ γὰρ ἐν ταῖς διαθέσεσι κατὰ φύσιν ἐξαλλαττομένου
8. καὶ βλάπτοντος τὴν ἐνέργειαν ἡ νόσος γίνεται,
9. καὶ δυοῖν τούτοιν ἐξ ἀνάγκης ἐδεῖτο πρὸς τὸ νόσος ὑπάρχειν,
10. ἐν γένει μὲν εἶναι τῆς διαθέσεως, βλάπτειν δὲ τὴν ἐνέργειαν,
11. ὧν οὐδέτερον ἀνάγκη παρεῖναι τῷ συμπτώματι. καὶ
12. γὰρ εἰ μὴ διάθεσις εἴη, καὶ εἰ μὴ βλάπτοι γέ τινα ἐνέργειαν,
13. ἀλλὰ αὐτῷ γε μόνῳ τῷ παρὰ φύσιν ἱκανῶς ὁρισθήσεται.
14. νοσήματος μὲν δὴ ταύτῃ διήνεγκε, παθήματος δὲ τῷ τὸ
15. μὲν ἐν κινήσει πάντως εἶναι τὸ πάθημα καὶ κατὰ φύσιν ἐνίοτε,
16. τὸ σύμπτωμα δὲ οὐκ ἐν κινήσει μόνον, ἀλλὰ καὶ καθ’ ἕξιν
17. τινὰ, καὶ πάντως παρὰ φύσιν. ἔσται δὴ πάθος μὲν ἡ περὶ
18. τὴν ὕλην ἀλλοίωσις ἢ κίνησις ἔτι γινομένη, ἡ δ’ ὑπομένουσα,
1. διάθεσις, σύμπτωμα δὲ, πᾶν ὅ τι περ ἂν συμπίπτῃ τῷ ζώῳ
2. παρὰ φύσιν. ὥστε καὶ ἡ νόσος ὑπὸ τὴν τοῦ γενικοῦ συμπτώματος
3. ἀναχθήσεται προσηγορίαν. ἔστι γάρ πως καὶ αὕτη
4. σύμπτωμα. καὶ μὲν δὴ καὶ τὰ προηγούμενα τῶν νόσων
5. αἴτια τὰ κατ’ αὐτὸ τὸ σῶμα τοῦ ζώου συνιστάμενα τῇ τοῦ
6. γενικοῦ συμπτώματος ὑποπέπτωκεν ἐννοίᾳ.

Cliquer un n° de page pour en afficher l’image