7. Περὶ μὲν οὖν τούτων ἤδη λέλεκται, περὶ
8. δὲ τῶν εἰδικῶν συμπτωμάτων ἐν τῷδε γράμματι πρόκειται
9. διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ μὲν γὰρ
10. διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώματος ἡμῶν· τὰ δὲ ἐνεργειῶν
11. βλάβαι· τὰ δὲ ἀμφοτέραις ἑπόμενα, κατά τε τὴν ἀμετρίαν
12. τῶν ἐκκρινομένων καὶ ἐπεχομένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ
13. συνισταμένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς
14. διαφοράς. βλάβη δ’ ἀκουέσθω νῦν καὶ ἡ στέρησις.
15. οὐ γὰρ ἡ δυσκινησία μόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι
16. τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ
17. ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ δυσπεψία
18. μόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ μὲν οὖν τὰ γένη τῶν
1. συμπτωμάτων, ἐν οἷς χρὴ σκοπεῖσθαι τὰς κατὰ μέρος διαφοράς·
2. ἑξῆς δ’ ἂν εἴη προσῆκον ἕκαστον διελθεῖν τῷ λόγῳ,
3. πρότερόν γε ἀναμνήσαντας, ὃ κᾀν τῷ περὶ τῆς τῶν νοσημάτων
4. διαφορᾶς εἴπομεν, ὡς ὅσοι τὴν ὑγείαν οὐ διάθεσιν σώματος,
5. ἀφ’ ἧς ἐνεργοῦμεν, ἀλλ’ αὐτὰς ἐνόμισαν εἶναι τὰς
6. ἐνεργείας, ἣν ἡμεῖς νῦν ὑπὲρ τῆς τῶν ἐνεργειῶν βλάβης διδασκαλίαν
7. ἐν τοῖς συμπτώμασι διέξιμεν, αὐτοὶ τῶν νοσημάτων
8. ποιήσονται, καὶ διενεχθήσονται δηλονότι περὶ τῶν ὀνομάτων
9. ἡμῖν μόνον, εἰ μηδὲν ἐν αὐτοῖς σφάλλοιντο τοῖς πράγμασιν.
10. ἔστι δὲ, ὡς πολλάκις εἴρηται, τῶν τοιούτων ἁπασῶν
11. διδασκαλιῶν τὰ σφάλματα παραλειπομένης τινὸς διαφορᾶς.
12. ἐὰν οὖν ἁπάσας αὐτὰς διεξιόντες μὴ συμπτωμάτων,
13. ἀλλὰ νοσημάτων εἶναι φάσκωσιν, ἐν ὀνόματι μόνῳ καὶ οὐκ
14. ἐν πράγματι διαφωνήσουσιν ἡμῖν. λεκτέον οὖν ἤδη τὰς διαφορὰς
15. ἐπ’ ἀρχὴν ἀναγαγόντας τὸν λόγον, ἐπειδὴ τὸ σύμπτωμα
16. προσαγορεύεται γενικῶς μὲν ἅπαν ὅ τι περ ἂν συμβεβήκῃ
17. τῷ ζώῳ παρὰ φύσιν, ὡς καὶ τὰ νοσήματα, καὶ τὰς
18. αἰτίας αὐτῶν τὰς ἐν τῷ σώματι συνισταμένας· οὐ γὰρ δὴ
1. τάς γε προκαταρκτικὰς εἶναι συμπτώματα. καθ’ ἑτέραν δέ
2. τινα καὶ οἷον ἰδικωτέραν ἔννοιαν, ἀφαιρεθέντων τῶν τε νοσημάτων
3. καὶ τῶν αἰτίων, τὰ λοιπὰ πάντα τὰ παρὰ φύσιν
4. ὀνομάζεται συμπτώματα. καὶ νῦν ἡμῖν ὑπὲρ τούτων πρόκειται
5. λέγειν.
⟨
(De sympt. diff.) [n° 044 Fichtner] [GalLat]
De symptomatum differentiis
Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Différences des symptômes
Distinctions in Symptoms (Symp. Diff.)
Gundert, 2009.
De symptomatum differentiis, 1824, vol. 7, p. 42-84. urn:cts:greekLit:tlg0057.tlg043.verbatim-lat1
Johnston, 2006 (eng); Gundert, 2009 (deu).
De symptomatum differentiis, 2, ed. Kühn, 1824, vol. 7, p. 53-55. urn:cts:greekLit:tlg0057.tlg043.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩