6. Ἀναμνησθέντας οὖν πρῶτον χρὴ τὸ
7. τριττὸν τῆς φύσεως αὐτῶν οὕτω τέμνειν ἐφεξῆς ἅπαντα, τὴν
8. ἀρχὴν ἀπὸ τῆς βλάβης τῶν ἐνεργειῶν ποιησαμένους. τμητέον
9. δὴ ταύτην εἰς δύο τὰ πρῶτα γένη, διότι καὶ τῶν ἐνεργειῶν
10. αὐτῶν δύο εἰσὶν αἱ πρῶται διαφοραί. αἱ μὲν γὰρ
11. ψυχῆς, αἱ δὲ φύσεώς εἰσι. καὶ καλοῦνται διὰ τοῦτο ψυχικαὶ
12. μὲν αἱ πρότεραι, φυσικαὶ δὲ αἱ δεύτεραι. αὖθις οὖν τὰς
13. ψυχικὰς προτέρας τέμνοντες εἴς τε τὰς αἰσθητικὰς καὶ τὰς κινητικὰς
14. καὶ τρίτας τὰς ἡγεμονικὰς, (οὐδὲν γὰρ χεῖρον οὕτως
15. αὐτὰς ὀνομάσαι διδασκαλίας σαφοῦς ἕνεκα) καὶ πάλιν ἑκάστην
16. τῶν εἰρημένων διαιροῦμεν εἰς τὰς ἐν αὐτῇ διαφοράς. ἡ μὲν
17. οὖν αἰσθητικὴ τῆς ψυχῆς ἐνέργεια πέντε τὰς πάσας ἔχει διαφορὰς,
1. ὁρατὰς, καὶ ὀσφρητὰς, καὶ γευστὰς, καὶ ἀκουστὰς, καὶ
2. ἁπτάς· ἡ δὲ κινητικὴ τὸ μὲν προσεχὲς ὄργανον ἓν ἔχει καὶ
3. τὸν τρόπον αὐτοῦ τῆς κινήσεως ἕνα, (δέδεικται γὰρ οὕτως
4. ἐν τοῖς περὶ μυῶν κινήσεως) ποικίλλεται δὲ ἐν τοῖς κατὰ
5. μέρος ὀργάνοις, ὡς φαίνεσθαι πολυειδής. ἡ λοιπὴ δὲ ἐνέργεια
6. τῆς ψυχῆς ἡ κατ’ αὐτὸ τὸ ἡγεμονικὸν εἴς τε τὸ φανταστικὸν
7. καὶ διανοητικὸν καὶ μνημονευτικὸν διαιρεῖται. καὶ
8. τοίνυν αἱ βλάβαι τῶν αἰσθητικῶν ἐνεργειῶν κοιναὶ μὲν ἁπασῶν
9. ἀναισθησίαι τινές εἰσιν, ἢ δυσαισθησίαι, (καλῶ δὲ
10. δυσαισθησίας μὲν ἁπάσας τὰς μοχθηρὰς αἰσθήσεις) κατὰ
11. μέρος δὲ ἑκάστης ἐν ὀφθαλμοῖς μὲν τυφλότητές τε καὶ ἀμβλυωπίαι
12. καὶ παροράσεις τινές· ἐν ὠσὶ δὲ κωφότητές τε καὶ
13. βαρυηκοΐαι καὶ παρακούσεις τινές. οὕτω δὲ καὶ κατὰ τὴν
14. γλῶτταν καὶ τὰς ῥῖνας καὶ τὴν ἁφὴν, εἰ καὶ μηδὲν ἴδιον ὄνομα
15. κέκτηνται, ταῖς εἰρημέναις ἀνάλογον ἔχουσιν. ἢ γὰρ οὐδ’
16. ὅλως αἰσθήσονται τῶν οἰκείων αἰσθητῶν, ἢ κακῶς. καὶ τὸ
17. κακῶς τοῦτο διττὸν ἔσται, θάτερον μὲν ἀμυδρῶς, θάτερον
18. δὲ παρατυπωτικῶς. ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν
1. ἐνέργεια παρὰ τὰς ἄλλας αἰσθήσεις κέκτηται σύμπτωμα τὴν
2. ὀδύνην, ἐγγινομένην μὲν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν ἀπὸ
3. τῶν ἔξωθεν οἰκείων αἰσθητῶν· ἐπὶ δέ γε ταύτης οὐκ ἀπὸ
4. τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ πολὺ δὴ μᾶλλον ἀπὸ τῶν ἐν
5. αὐτῷ τῷ σώματι διαθέσεων, καὶ πολλάκις γε οὕτως ἰσχυρῶς,
6. ὥστ’ ἀποκτεῖναί τινας σφᾶς αὐτοὺς ὑπὸ τοῦ πόνου
7. βιασθέντας. ἐγγίνεται μὲν οὖν καὶ τοῖς ὀφθαλμοῖς ὀδυνηρόν
8. τι πάθος ὑπὸ φωτὸς λαμπροῦ, καὶ τοῖς ὠσὶν ὑπὸ μεγάλου
9. τινὸς ἢ τραχέος ψόφου. καὶ δὴ καὶ κατὰ τὰς γεύσεις
10. καὶ τὰς ὀσμὰς ἕτερα τοιαῦτα παθήματα συνίσταται λυπηρὰ,
11. πρὸς τῶν ἰδίων αἰσθητῶν ἑκάστης τῶν αἰσθήσεων ὀδυνηρῶς
12. διατιθεμένης. μέγισται δὲ ὀδύναι συμπίπτουσι τῇ τῆς ἁφῆς
13. αἰσθήσει. καὶ γὰρ ὅσα διὰ φλεγμονὴν ὤτων, ἤ τινα ἄλλην
14. ἐν αὐτοῖς διάθεσιν ἀλγοῦμεν ἰσχυρῶς, οὐ τῆς ἀκουστικῆς
15. ἐστιν, ἀλλὰ τῆς ἁπτικῆς αἰσθήσεως ἴδια. κοινὴ γὰρ αὕτη
16. πάντων αἰσθανομένων ὀργάνων, αἱ δ’ ἄλλαι τέτταρες ἑκάστου
17. κατὰ μόνας. οὕτω δὲ κᾀν τοῖς ὀφθαλμοῖς πολλάκις
18. ὀδύναι γίγνονται σφοδραὶ, τῆς ἐν αὐτοῖς ἁπτικῆς αἰσθήσεως
19. ἀνιωμένης. ὥσπερ δὲ καὶ κατὰ τοὺς ὀδόντας ἐστὶ καὶ τὸ
1. κῶλον ἀλγήματα. καὶ μὲν δὴ καὶ τὸ κνηστιᾷν ἐκ τούτου
2. τοῦ γένους ἐστὶ τῶν συμπτωμάτων. μὴ τοίνυν ἔτι ζήτει καθ’
3. ἕκαστον μόριον ἴδιον ὄνομα τοιοῦτον, οἷον κεφαλαλγίας τε
4. καὶ καρδιαλγίας καὶ ὠταλγίας· οὐ γὰρ εὑρήσεις κείμενον·
5. ἀλλ’ ἀρκεῖ λόγῳ πάνθ’ ἑρμηνεύειν τὰ τοιαῦτα, κύστεως ἀλγήματα
6. λέγοντα, ἀτὰρ καὶ νεφρῶν καὶ σπληνὸς καὶ γονάτων
7. καὶ ποδὸς καὶ τῶν ἄλλων ὡσαύτως. τοιαῦτα
8. μὲν δὴ καὶ τοσαῦτα τῶν αἰσθητικῶν ἐνεργειῶν τὰ συμπτώματα.
9. καὶ πρὸς τούτοις ἔτι δύο ἐξαίρετα, τὸ μὲν ἀγρυπνία,
10. τὸ δὲ κῶμα, κατ’ αὐτὸ τὸ πρῶτον αἰσθητικὸν, ὃ δὴ καὶ κοινὸν
11. ἁπασῶν ἐστι τῶν αἰσθήσεων, συνιστάμενα. τῶν δ’ αὖ
12. κινητικῶν ἐνεργειῶν ἀκινησία μὲν καὶ δυσκινησία τὰ πρῶτα
13. συμπτώματα. δυσκινησίας δὲ τὸ μὲν ἀμυδρὰ καὶ ἄῤῥωστος
14. κίνησις, τὸ δὲ μοχθηρά· καὶ τῆς μοχθηρᾶς ἡ μὲν τρομώδης,
15. ἡ δὲ σπασμώδης, ἡ δὲ παλμώδης, ἡ δὲ κλονώδης. ἔνια δὲ
16. τῶν εἰρημένων συμπτωμάτων, ἐπειδὰν ἐν ὅλῳ τῷ σώματι
17. γένηται, διαφόρου τυγχάνει προσηγορίας, ὡς ἐμπροσθότονός
18. τε καὶ ὀπισθότονος καὶ τέτανος. εἰ δὲ μὴ μόνον σπασμὸς
1. εἴη τοῦ παντὸς σώματος, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν ἐνεργειῶν
2. ἐπίσχεσις, ἐπιληψία τὸ τοιοῦτον προσαγορεύεται, καθάπερ
3. γε καὶ ἀποπληξία ἡ παντὸς τοῦ σώματος παράλυσις ἅμα
4. ταῖς ἡγεμονικαῖς ἐνεργείαις. αὗται μὲν αἱ τῶν κινητικῶν
5. ἐνεργειῶν βλάβαι· εἰ δέ τις ἴδιον ἐξαίρετον ὄνομα οὐ κέκτηται,
6. οὐ χρὴ τούτου χάριν ἐξαπατηθέντας οἰηθῆναι παραλελεῖφθαί
7. τι σύμπτωμα, καθάπερ οὐδὲ τὴν ἄπνοιάν τε καὶ
8. δύσπνοιαν, ἢ τὴν ἰσχουρίαν τε καὶ δυσουρίαν, ἢ τὴν ἀφωνίαν
9. τε καὶ κακοφωνίαν καὶ δυσφωνίαν, ἀλλὰ χρὴ τὰ τοιαῦτα
10. πάντα αὐτὸν τὸν ἰατρὸν ἐξευρίσκειν καθ’ ἑκάστην ἐνέργειαν
11. ψυχικὴν, ὥσπέρ γε καὶ τὰς καθ’ ἕκαστον αὐτῶν διαφορὰς,
12. οἷον εἰ τύχοι τῆς δυσπνοίας ἑνὸς οὔσης συμπτώματος
13. ἔργου ψυχικοῦ, τῆς ἀναπνοῆς, αἱ πᾶσαι πόσαι γίνονται διαφοραὶ,
14. καθάπερ ἐν τῷ περὶ δυσπνοίας ἐδείξαμεν· ἢ τῆς κακοφωνίας
15. αἱ κατὰ μέρος πόσαι διαφοραὶ, καθάπερ ἐν τοῖς
16. περὶ φωνῆς διῄρηται. πολλαχόθι δὲ καὶ ἀπορήσειεν ἄν τις
17. ἐκ ποίου γένους ἐστὶ τὸ σύμπτωμα, καθάπερ ἐπὶ τοῦ
18. σκορδινᾶσθαι καὶ χασμᾶσθαι καὶ πτάρνυσθαι καὶ βήττειν.
1. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῷ μετὰ
2. ταῦτα λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν εἰρήσεται.
3. ἐφεξῆς δ’ ἂν εἴη τὰς τῶν ἡγεμονικῶν ἐνεργειῶν βλάβας
4. διελθεῖν, καὶ πρώτης γε τῆς φανταστικῆς. ἔστι δὲ καὶ
5. ταύτης τὸ μὲν οἷον παράλυσίς τις, ὃ δὴ κάρος καὶ κατάληψις
6. ὀνομάζεται, τὸ δὲ οἷον μοχθηρά τις ἢ πλημμελὴς κίνησις,
7. ὅπερ δὴ παραφροσύνη καλεῖται, τὸ δὲ οἷον ἐλλιπὴς καὶ ἄτονος,
8. ὡς ἐν κώμασί τε καὶ ληθάργοις. καὶ μέν γε καὶ αὐτῆς
9. τῆς διανοητικῆς ἐνεργείας ἡ μὲν οἷον παράλυσις, ἄνοια, ἡ δ’
10. οἷον ἐλλιπὴς κίνησις, μωρία τε καὶ μώρωσις, ἡ δ’ οἷον
11. πλημμελὴς, παραφροσύνη καλεῖται. τὰ πολλὰ μὲν γὰρ ἐπ’
12. ἀμφοῖν ἅμα συνίσταται τὸ παραφρονεῖν, ἔν τε τῷ μὴ καλῶς
13. φαντασιοῦσθαι κᾀν τῷ μὴ δεόντως λογίζεσθαι, ἔστι
14. δ’ ὅτε καὶ κατὰ τὸ ἕτερον αὐτῶν μόνον, ὥσπερ γε καὶ Θεοφίλῳ
15. τῷ ἰατρῷ νοσοῦντι τὰ μὲν ἄλλα σωφρόνως ὑπῆρχε
16. διαλέγεσθαί τε καὶ γνωρίζειν ἀκριβῶς τοὺς παρόντας, αὐλητὰς
17. δέ τινας κατειληφέναι τὴν γωνίαν τοῦ οἰκήματος ἐν ᾧ
18. κατέκειτο, καὶ διαπαντὸς αὐλεῖν τε ἅμα καὶ κτυπεῖν ἐνόμιζε
1. καὶ τούτους βλέπειν ᾤετο, τοὺς μὲν ἑστῶτας αὐτόθι, τοὺς
2. δὲ καθημένους, οὕτω διηνεκῶς αὐλοῦντας, ὡς μήτε νύκτωρ
3. ἀνιέναι τι, μήτε δι’ ὅλης ἡμέρας ἡσυχάζειν μὴ τὸ σμικρότατον·
4. ἐκεκράγει δὲ διὰ παντὸς, ἐκβληθῆναι κελεύων αὐτοὺς
5. τῆς οἰκίας. καὶ τοῦτ’ ἦν αὐτῷ τὸ τῆς παραφροσύνης εἶδος.
6. καὶ ὡς ἐῤῥώσθη γε τελέως καὶ ἀπέφυγε τὸ νόσημα, τά τε
7. ἄλλα πάντα τὰ ὑπὸ τῶν εἰσιόντων ἑκάστου ῥηθέντα καὶ
8. πραχθέντα διηγεῖτο καὶ τοῦ περὶ τοὺς αὐλητὰς ἐμέμνητο
9. φαντάσματος. ἐνίοις δὲ φάντασμα μὲν οὐδὲν φαίνεται,
10. λογίζονται δ’ οὐκ ὀρθῶς, τοῦ διανοητικοῦ τῆς ψυχῆς
11. αὐτοῖς πεπονθότος· ὥσπερ καὶ τῷ φρενιτικῷ τῷ κλείσαντι
12. μὲν τὰς θύρας ἔνδοθεν, ἕκαστον δὲ τῶν σκευῶν προτείνοντι
13. διὰ τῶν θυρίδων, εἶτα ἐρωτῶντι τοὺς παριόντας, εἰ κελεύοιεν
14. ῥίπτειν. οὗτος γὰρ ἑκάστου μὲν τῶν σκευῶν ἀκριβῶς ἔλεγε
15. τοὔνομα, κᾀν τῷδε δῆλος ἦν οὔτ’ ἐν τῇ φαντασίᾳ τῇ περὶ
16. αὐτὰ βεβλαμμένος οὔτ’ ἐν τῇ τῶν ὀνομάτων μνήμῃ. τί
17. δὴ βούλεται αὐτῷ τὸ πάντα ῥίπτειν ἀφ’ ὑψηλοῦ καὶ
18. καταγνύναι; τοῦτ’ οὐκέθ’ οἷός τ’ ἦν συμβαλεῖν, ἀλλ’ ἐν
19. αὐτῷ δὴ τῷ ἔργῳ τῷδε κατάδηλος ἐγίνετο παραπαίων.
1. ὅτι δὲ καὶ περὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς γίνεται συμπτώματα
2. καὶ νοσοῦσιν ἔτι καὶ ἤδη πεπαυμένοις τῶν νοσημάτων,
3. τοῦτο μὲν καὶ παρὰ Θουκυδίδου μαθεῖν ἔνεστιν ἐνίους
4. τῶν διασωθέντων ἐκ τοῦ λοιμοῦ μέχρι τοσούτου τῶν ἔμπροσθεν
5. ἁπάντων ἐπιλαθέσθαι λέγοντος, ὡς μὴ μόνον τοὺς
6. ἰδίους, ἀλλὰ καὶ σφᾶς αὑτοὺς ἀγνοῆσαι.
⟨
(De sympt. diff.) [n° 044 Fichtner] [GalLat]
De symptomatum differentiis
Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Différences des symptômes
Distinctions in Symptoms (Symp. Diff.)
Gundert, 2009.
De symptomatum differentiis, 1824, vol. 7, p. 42-84. urn:cts:greekLit:tlg0057.tlg043.verbatim-lat1
Johnston, 2006 (eng); Gundert, 2009 (deu).
De symptomatum differentiis, 3, ed. Kühn, 1824, vol. 7, p. 55-62. urn:cts:greekLit:tlg0057.tlg043.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩