Galenus. De symptomatum differentiis (De sympt. diff.) [n° 044 Fichtner] [GalLat]

Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Différences des symptômes
Distinctions in Symptoms (Symp. Diff.)
Gundert, 2009.
De symptomatum differentiis, 1824, vol. 7, p. 42-84. urn:cts:greekLit:tlg0057.tlg043.verbatim-lat1
Johnston, 2006 (eng); Gundert, 2009 (deu).

De symptomatum differentiis, 4, ed. Kühn, 1824, vol. 7, p. 62-74. urn:cts:greekLit:tlg0057.tlg043.1st1K-grc1:4

7. Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς
8. ἡγεμονικοῦ εἴρηται συμπτώματα, μεταβαίνειν καιρὸς ἤδη
9. ἐπὶ θάτερον γένος τῶν ἐνεργειῶν, ἃς ὀνομάζουσι φυσικάς.
10. ἔσται δὴ κᾀνταῦθα καθ’ ἑκάστην αὐτῶν ἢ μὴ γινομένην ἢ κακῶς
11. γινομένην συμπτώματα τούτου μὲν γένους εἰσὶ τῶν
12. συμπτωμάτων κατὰ μὲν δὴ τὴν ὄρεξιν ἀνορεξίαι τε καὶ δυσορεξίαι
13. καὶ ἄμετροι σιτίων ἐπιθυμίαι· κατὰ δ’ αὖ τὴν πέψιν
14. ἀπεψίαι τε καὶ βραδυπεψίαι καὶ δυσπεψίαι. καὶ μὲν δὴ καὶ
15. περὶ τὴν ἀνάδοσιν ὡσαύτως, καὶ περὶ τὴν τοῦ αἵματος γένεσιν,
16. ἢ μὴ γιγνομένην ἢ κακῶς γιγνομένην, συμπτώματα
17. ἔσται. τούτου τοῦ γένους εἰσὶ τῶν συμπτωμάτων καὶ οἱ
18. ὕδεροι. καὶ μέν γε κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν
1. ἀτροφίαι μέν τινες καὶ φθίσεις εἰσὶν αἱ ἀποτυχίαι· λευκᾶς δὲ
2. καὶ ὀφιάσεις καὶ ἀλωπεκίας καὶ πᾶν ὅσον τι τοιοῦτον εἶδος
3. συμπτώματος αἱ μοχθηραὶ θρέψεις ἀποτελοῦσιν. ἀσφυξίαι
4. δὲ καὶ κακοσφυξίαι περὶ τὴν τῶν σφυγμῶν ἐνέργειαν συμπτώματά
5. εἰσι. καὶ μὲν δὴ καὶ κατὰ τὴν διάκρισιν τῶν περιττωμάτων
6. ἢ μηδ’ ὅλως ἢ μὴ καλῶς ἐπιτελουμένην συμπτώματα
7. συνίσταται, τὰ μὲν ἀποροῦντα προσηγορίας οἰκείας, καθάπερ
8. τὰ περὶ τὴν μέλαιναν χολὴν, τὰ δὲ ὠνομασμένα συνήθως,
9. ὥσπερ ὁ ἴκτερος. μέθοδος δὲ κᾀνταῦθα τῆς ἁπάντων
10. εὑρέσεως ἡ γνῶσις τῶν φυσικῶν δυνάμεων, ἃς ἐν τῷ περὶ
11. αὐτῶν λόγῳ τέτταρας ἐν ἑκάστῳ τῶν τοῦ σώματος μορίων
12. ἐδείξαμεν ὑπάρχειν, ἑλκτικήν τε καὶ καθεκτικὴν καὶ ἀλλοιωτικὴν
13. καὶ ἀποκριτικήν. ἔσται δὴ καθ’ ἑκάστην αὐτῶν διττὸν
14. σύμπτωμα, θάτερον μὲν κακῶς γινομένης τῆς ἐνεργείας,
15. θάτερον δὲ οὐδ’ ὅλως γινομένης. ὥστε καθ’ ἕκαστον ὄργανον
16. φυσικὸν ὀκτὼ τὰ πάντα ἔσται συμπτώματα. εἴπερ
17. οὖν ἐκ τῆς ἀνατομῆς ἔγνωσται τὸ πλῆθος τῶν τοῦ
18. ζώου μορίων, εὑρεθήσεται ταχέως ἐξ αὐτοῦ τὸ πλῆθος
1. τῶν ἁπάντων συμπτωμάτων. ὅσα μὲν γὰρ τῆς φύσεως μόνης
2. ἐστὶν ὄργανα, τοῖς ὀκτὼ συμπτώμασιν ἁλώσεται μόνοις·
3. ὅσα δὲ τῆς ψυχῆς, καὶ τούτοις μὲν, ἐξ ἐπιμέτρου δὲ ἑτέροις
4. δυσί. δέδεικται γὰρ ὀλίγον ἔμπροσθεν, ὡς καθ’ ἑκάστην
5. τῶν ψυχικῶν ἐνεργειῶν διττὸν εἶδος ἔσται συμπτώματος, ἤτοι
6. μηδ’ ὅλως αὐτῶν ἢ κακῶς γινομένων. εἴρηται δὲ καὶ ὡς τὸ
7. κακῶς τοῦτο διττόν ἐστι, τὸ μὲν οἷον ἀμυδρῶς, τὸ δὲ
8. ὡς ἄν τις εἴποι πλημμελῶς. ὥστε πάλιν εἰ καὶ μὴ δύο τὰ
9. συμπτώματα καθ’ ἑκάστην ἐνέργειάν τε καὶ δύναμιν εἶναι
10. λέγεις, ἀλλὰ τρία πάντα, θάτερον τῶν πρώτων δυοῖν
11. τέμνων δίχα, δώδεκα μὲν ἔσται τὰ πάντα καθ’ ἕκαστον ὄργανον
12. φυσικὸν, πεντεκαίδεκα δὲ ἐν τοῖς ψυχικοῖς. ἡ δ’ εἰς τὰς
13. πρώτας δύο διαφορὰς τομὴ ὀκτὼ μὲν τὰ τῶν φυσικῶν, δέκα
14. δὲ ἀπεργάζεται τὰ τῶν ψυχικῶν. εἰ δὲ καὶ κατὰ διττὸν εἴη
15. λόγον ὄργανόν τι ψυχικὸν αἰσθητικόν τε ἅμα καὶ κινητικὸν,
16. ὀκτωκαίδεκα μὲν ἔσται τὰ συμπτώματα κατὰ τὴν δευτέραν
17. τομὴν, δώδεκα δὲ κατὰ τὴν προτέραν. ἐφ’ ἑνὸς οὖν ἢ
1. δευτέρου μορίου δείξαντες τὸ λεγόμενον, ὅπερ ἐπὶ τούτων
2. ἡμεῖς, τοῦτ’ ἐπὶ πάντων ἀξιώσομεν ποιῆσαι τὸν βουλόμενον
3. ἐξαριθμήσασθαι τὰ συμπτώματα, μὴ τοῖς ὀνόμασι προσέχοντα
4. τὸν νοῦν, (οὐ γὰρ εὑρήσει πανταχόθι συνήθεις προσηγορίας)
5. ἀλλ’ εἰς αὐτὴν ἀποβλέποντα τῶν πραγμάτων τὴν
6. φύσιν. ἔστω δ’ ἡ γαστὴρ ὄργανον τῆς πέψεως ἕλκον μὲν,
7. ὡς ἐδείκνυμεν, εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀποκρῖνον δὲ
8. πᾶν ὅσον ἀλλότριον· ἀλλὰ καὶ κατέχον τουτὶ τὸ ἑλχθὲν καὶ
9. ἀλλοιοῦν τὸ κατασχεθέν. ὅταν οὖν ἤτοι μηδ’ ὅλως ἕλκειν,
10. ἢ κακῶς ἕλκειν αὐτῇ συμβῇ, δύο μὲν ταυτὶ δή μοι νόει περὶ
11. τὴν ἑλκτικὴν δύναμιν τὰ συμπτώματα. τέμνεται δὲ αὖθις
12. διχῆ θάτερον αὐτῶν τὸ μοχθηρῶς, εἰ καὶ μὴ τοῖς ὀνόμασιν
13. ἔχεις ἐνδείξασθαι σαφῶς· οὐ γὰρ κεῖταί τι κατ’ αὐτῶν οὐδὲν
14. ὄνομα· λόγῳ γοῦν ὡς οἷόν τε πειρώμενος ἑρμηνεύειν, ὅτι
15. καὶ κατ’ αὐτὸ τοῦτο τὸ μοχθηρῶς, τὸ μὲν οἷον ἀῤῥώστως
16. ἔσται, τὸ δὲ οἷον πλημμελῶς. ἀῤῥώστως μὲν τὸ μόγις καὶ
17. δυσχερῶς καὶ σὺν χρόνῳ πολλῷ· πλημμελῶς δὲ, τὸ οἷον
18. παλμωδῶς, ἢ τρομωδῶς, ἢ σπασμωδῶς, ἢ κλονωδῶς. ἐπὶ
1. δέ γε τῆς ἀλλοιωτικῆς δυνάμεως ἐν τῇ γαστρὶ τὸ μὲν μηδ’
2. ὅλως ἐστὶν, ὅταν οἷάπερ ἐλήφθη τὰ σιτία τοιαῦτα διαμένῃ
3. κατὰ πᾶσαν ποιότητα· τὸ δ’ ἀῤῥώστως, ἴδιον ὄνομα κέκτηται
4. τὴν βραδυπεψίαν· ὥσπερ καὶ τὸ πλημμελῶς, εἰς ἀλλόκοτον
5. ποιότητα τῶν σιτίων μεταβολήν· ὥστε γενέσθαι τὰ
6. σύμπαντα συμπτώματα τρία περὶ τὴν μίαν ἐνέργειαν ἀποτυγχανομένην.
7. καλεῖται δὲ ἡ μὲν ἐνέργεια, πέψις, ἀλλοίωσις
8. οὖσα τῶν σιτίων εἰς τὴν οἰκείαν τῷ ζώῳ ποιότητα· βραδυπεψία
9. δὲ ἡ ἐν χρόνῳ πλείονι καὶ μόγις εἰς τὴν αὐτὴν ποιότητα
10. μεταβολή· τὸ δ’ ἀλλοιοῦσθαι μὲν εἰς ἑτέραν ποιότητα,
11. μὴ μέντοι κατὰ φύσιν, ἀπεψίαν ὀνομάζουσιν· ὁμωνύμως δὲ
12. αὐτῇ προσαγορεύεται καὶ ἡ στέρησις τῆς ἐνεργείας. καί τοι
13. σαφέστερον ἦν ταύτην μὲν μόνην ἀπεψίαν ὀνομάζεσθαι,
14. δυσπεψίαν δὲ τὴν πλημμελῆ μεταβολὴν, βραδυπεψίαν δὲ τὴν
15. ἄῤῥωστον ἀλλοίωσιν· ἀλλὰ γὰρ, ὅπερ ὁ Πλάτων ἔλεγεν,
16. ἀγνοοῦντες οἱ παλαιοὶ τὰ πλεῖστα τῶν πραγμάτων τὰ μὲν
17. οὐδ’ ὅλως, τὰ δὲ οὐκ ὀρθῶς ὠνόμασαν. οὔκουν ἐξαπατᾶσθαι
18. χρὴ τοῖς ὀνόμασιν, ἀλλ’ εἰς αὐτὴν ἀποβλέπειν τῶν πραγμάτων 
1. τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖμεν, εὑρήσομεν
2. ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάμεως ἐνέργειαν μὲν τὴν
3. κατὰ φύσιν, ὅταν ἐξισῶται ὁ χρόνος τῆς περιστολῆς τῷ χρόνῳ
4. τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία·
5. στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν μηδ’ ὅλως περιλαμβάνῃ·
6. γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ
7. ὁπόταν ἢ μὴ περιστέλληται καλῶς, ἢ μὴ μέχρι τῆς παντελοῦς
8. πέψεως, ἢ ἅμα ἄμφω συμπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν
9. ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναμιν,
10. τῷ τε μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν μεταξὺ τῆς τε γαστρὸς
11. καὶ τῶν σιτίων, τῷ τ’ ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς
12. τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον αὐτῶν μόνον
13. ἐνεργήσει κακῶς, ἢ κατ’ ἄμφω, καὶ συμπτώματα ἀκολουθήσει,
14. κλύδωνες μὲν καὶ πνευματώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις
15. δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω
16. γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω
17. προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ
18. συμπτώματι. τῇ μὲν γὰρ ἀῤῥώστῳ περιστολῇ ποτὲ μὲν
1. οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευματώσεις· τῇ δ’ ὀλιγοχρονίῳ
2. πάντως μὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα
3. διέξοδος τῶν σιτίων, ἢ διαφθορὰ κατὰ τὴν κάτω γαστέρα.
4. ταχείας μὲν οὖν διεξόδου συμπτώματα ἀχώριστα
5. διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ
6. δυσωδία μὲν ἐν τοῖς διαχωρουμένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης
7. δὲ δήξεις ἢ πνευματώσεις, ἀλλ’ ἔστιν ὅτε μὲν οὐδέτερον
8. αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ’ ἀμφότερα. διὰ τί δὲ
9. κᾀν τούτοις κᾀν τοῖς ἔμπροσθεν εἰρημένοις τινὰ μὲν ἐξ
10. ἀνάγκης ἕπεται, τινὰ δ’ οὐκ ἐξ ἀνάγκης, ἐν τῷ μετὰ τοῦτον
11. διέξιμεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν. ἐν
12. δὲ τῷ παρόντι μετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν
13. συμπτωμάτων τῆς καθεκτικῆς δυνάμεως. ὅταν οὖν περιστέλληται
14. ἡ γαστὴρ τοῖς σιτίοις, ἀλλὰ μετὰ παλμοῦ τινος, ἢ
15. οἷον σπασμοῦ τε καὶ τρόμου καὶ κλόνου, πλημμελὲς ἂν εἴη
16. τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ μὲν οὖν παλμοῦ τῆς
17. γαστρὸς σαφῶς αἰσθανόμεθα, καὶ μέν γε καὶ τοῦ σπασμοῦ,
1. λυγμὸς γὰρ ὀνομάζεται τὸ σύμπτωμα· τοῦ δὲ οἷον τρόμον,
2. παθήματος αὐτῆς, οὐκέτ’ ἐναργῶς, ἀλλ’ εἰ προσέχοις τῷ
3. λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς.
4. ὅταν οὖν ἐδηδοκότι σοι μήτε κλύδων τις ἐνοχλῇ, μήτε πνευμάτωσις,
5. ἀλλὰ μήτε παλμός τις εἴη, μήτε λὺγξ, ἀήθους δ’
6. ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί
7. τε καὶ κάμνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ
8. βάρος ἢ ἄνω ἅμα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που
9. καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος
10. ἕπηται, τόθ’ ἡγοῦ τὴν γαστέρα περιεστάλθαι μὲν τοῖς
11. σιτίοις, ἀλλ’ οἷον τρομωδῶς. ἡ δὲ οἷον κλονώδης κίνησις ἐν
12. τοῖς ῥίγεσι μάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαμβάνουσα
13. τὰ μόρια. περὶ μὲν δὴ τούτων ἐπιπλέον ἐν
14. τοῖς μετὰ τοῦτο λεχθήσεται γράμμασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην
15. ἤδη τῆς γαστρὸς μετέλθωμεν δύναμιν, τὴν ἀποκριτικήν
16. τε καὶ προωστικὴν ὀνομαζομένην, ἧς ἡ μὲν οἷον στέρησις
17. ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· ἡ δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται
18. ἐν βραδείαις τισὶ περιττωμάτων διεξόδοις· ἡ δ’ οἷον
1. πλημμελὴς κίνησις, ὅταν ἤτοι πρὶν τελειωθῆναι τὴν πέψιν
2. ἐξορμήσῃ πρὸς τὴν ἐνέργειαν, ἢ βραδύνῃ καὶ μέλλῃ τελειωθείσης,
3. ἢ μετά τινος ἤδη τῶν εἰρημένων γίνεται συμπτωμάτων,
4. ἢ ἄλλως πως ἀνωμάλως, ἢ οἷον ἀκρατῶς αὐτοῖς ἐμπίπτει
5. τοῖς σιτίοις ἡ γαστὴρ, ἀταμίευτον ἔχουσα τὴν κίνησιν
6. ὁμοίως τοῖς εἰς τὸ κάταντες θέουσιν, εἶτα στῆναι μὴ δυναμένοις.
7. ἐπὶ μὲν δὴ τῆς γαστρὸς, ὡς ὀργάνου πέψεως, εἴρηται
8. τὰ συμπτώματα· καθότι δὲ καὶ τρέφεσθαι δεῖται, καὶ
9. τὸ θρέψον ἕλκειν εἰς ἑαυτὴν, καὶ κατέχειν γε, μέχρι περ ἂν
10. ἀλλοιώσῃ καὶ ἀποκρίνῃ τὸ περιττὸν, ἕτερον ἶσον ἀριθμὸν
11. κτήσεται συμπτωμάτων, ὡς ὁμοιομερὲς σῶμα. τάχα οὖν ἂν
12. εἴη κάλλιον ἅπαντα τὰ περὶ τὴν θρεπτικὴν ἐνέργειαν
13. διελθεῖν συμπτώματα, τῷ τε γαστρὸς σώματι καὶ τοῖς ἄλλοις
14. ἅπασι μορίοις ὑπάρχοντα κοινά· σαφέστερος γὰρ ὁ λόγος
15. οὕτως ἂν γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐναργέστερόν τ’ ἄν τις
16. διδάξειε τὸ μικρῷ πρόσθεν εἰρημένον, ὡς ἔστι καὶ σύμπτωμα
17. συμπτώματος αἴτιον. ἑνὸς γοῦν συμπτώματος τῆς ἀτροφίας,
18. εἴτε καθ’ ὅλον αὕτη γίνοιτο τὸ ζῶον, εἴτε καθ’ ἕν τι μόριον
1. αὐτοῦ, πλείω προηγεῖται συμπτώματα. δεομένου γὰρ τοῦ
2. μέλλοντος θρέψεσθαι καλῶς ἕλκειν τε πρὸς ἑαυτὸ τὴν οἰκείαν
3. τροφὴν καὶ κατέχειν αὐτὴν ἄχρις ἂν ἀλλοιῶσαν ἐξομοιώσῃ,
4. καὶ μέντοι καὶ ἀποκρίνειν τὸ περιττόν· ὄντος δὲ
5. καὶ αὐτοῦ τοῦ περιττοῦ διττοῦ κατὰ γένος, ἢ γὰρ τῷ ποσῷ
6. περιττόν ἐστιν, ἢ τῷ ποιῷ, ἀνάγκη πᾶσα τὸ ἀτροφοῦν μόριον
7. ἢ δι’ ἕν τι τῶν εἰρημένων τοῦτο πάσχειν, ἢ διὰ πλείω.
8. εἴτε γὰρ ἐλλιπῶς ἕλκει τὸ θρέψον, ἢ μηδ’ ὅλως, ἢ μοχθηρῶς
9. ἀτροφήσει τὸ μόριον· εἴτε τοῦτο μὲν ὅσον τε ἐχρῆν
10. εἶναι καὶ οἷον ἐπάρδοιτο, σύμπτωμα δέ τι περὶ τὴν καθεκτικὴν
11. δύναμιν εἴη τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἀνάλογον,
12. ἀτροφήσει καὶ οὕτως. εἰ δὲ καὶ τούτων τῶν δυνάμεων ἀμέμπτως
13. ἐνεργουσῶν ἡ ἀποκριτικὴ σφάλλοιτο πλέον ἢ προσῆκε
14. κενοῦσα, καὶ οὕτως ἂν ἰσχνὸν καὶ ἄτροφον ἀποδειχθείη τὸ
15. μόριον. ἀλλὰ μὴν καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως τὰ συμπτώματα,
16. τὸ μὲν οἷον στέρησις, ὅπερ ἀπεψίαν ἔφαμεν ὀνομάζεσθαι,
17. ἄντικρυς δῆλον, ὡς ἰσχνὸν ἐργάζεται τὸ μόριον· 
1. τὸ δ’ οἷον ἀῤῥωστία τις, ὅπερ καλοῦμεν βραδυπεψίαν, ἐν
2. χρόνῳ μὲν πλείονι, σαφῆ δ’ οὖν καὶ αὐτὴ ποιήσει ποτὲ τὴν
3. ἰσχνότητα· τῷ δὲ τρίτῳ συμπτώματι, τῆς δυσπεψίας ἀνάλογον,
4. οὐκ ἰσχνὸν καὶ ἄτροφον, ἀλλ’ ἐξηλλαγμένον τὴν ἰδέαν
5. ἀποδείξει τὸ μόριον, ὥσπερ ἔν τε ταῖς λεύκαις καὶ ταῖς ἐλεφαντιάσεσι
6. φαίνεται. προσέχειν δὲ ἐνταῦθα χρὴ τὸν νοῦν καὶ
7. διορίζειν, πότερον χυμοῦ τινος ἐπιῤῥυέντος, ἢ τῶν στερεῶν
8. αὐτῶν οὕτω διακειμένων ἐξήλλακται τὰ τῆς χροιᾶς. εἰ μὲν γὰρ
9. διὰ χυμὸν, ἐξ ἑτέρου γένους τὸ σύμπτωμά ἐστι, καὶ οὐ τῆς
10. ἀλλοιωτικῆς δυνάμεως τὸ σφάλμα· εἰ δ’ ὅλον δι’ ὅλου τὸ μόριόν
11. ἐστιν οἷον οὐκ ἐχρῆν εἶναι, τῆς ἀλλοιωτικῆς δυνάμεως.
12. γίνεται μὲν γὰρ κᾀν τοῖς ἰκτερικοῖς ἐξάλλαξις τοῦ κατὰ φύσιν
13. χρώματος, ἀλλὰ τοῦτο μὲν σύμπτωμά ἐστι τῆς διακριτικῆς
14. ἐνεργείας, πλὴν εἰ μὴ τῶν φλεβῶν αὐτῶν πάθος ποθ’ ὑπάρχει,
15. τηνικαῦτα γὰρ τῆς ἀλλοιωτικῆς ἐστιν· ἡ δὲ καθ’ ἕκαστον
16. μόριον ἴδιος ἄχροια, εἰ μὴ διά τινα χυμὸν ἔξωθεν ἐπίῤῥυτον
17. γίνεται, οἷον δυσπεψία τίς ἐστι τῆς ἐν αὐτῷ δυνάμεως ἀλλοιωτικῆς
18. τε καὶ πεπτικῆς. ἐξέλωμεν δὴ ταύτην ἐν τῷ
1. παρόντι λόγῳ τὴν ἀτροφίαν κακοτροφίαν τινὰ οὖσαν· ἐπὶ
2. δὲ τὴν στερητικὴν τῆς θρέψεως ὀνομαζομένην ἀτροφίαν ἐπανελθόντες
3. ἀναμνήσωμεν, ὡς αὕτη τε σύμπτωμά ἐστι καὶ
4. ἕπεται συμπτώμασιν ἄλλοτ’ ἄλλοις, ἤτοι περὶ τὴν ἑλκτικὴν,
5. ἢ περὶ τὴν καθεκτικὴν, ἢ τὴν ἀποκριτικὴν δύναμιν, ἢ καὶ
6. περὶ τὴν ἀλλοιωτικὴν αὐτὴν γιγνομένοις. ἁπάντων δὲ τούτων
7. τῶν συμπτωμάτων αἴτια τὰ νοσήματα. φέρε γὰρ ἐλλιπῶς
8. ἐπί τι μόριον ἕλκεσθαι τὴν τροφὴν, καὶ διὰ τοῦτ’ ἀτροφεῖν
9. αὐτὸ, νόσημα ἐξανάγκης προηγεῖταί τι ταύτης τῆς
10. ἐλλιποῦς ἕλξεως· εἴρηται γὰρ ὅταν αὐτὸ τὸ μόριον ἀῤῥωστότερον
11. ἐφ’ ἑαυτὸ τὴν τροφὴν ἐπισπᾶται, πάντως δή που
12. δύσκρατον ὑπάρχειν· νόσος δὲ ἡ δυσκρασία· εἰ δ’ εὔκρατον
13. μὲν εἴη τὸ μόριον, ἔμφραξις δέ τις ἐν τοῖς τῆς ἀναδόσεως
14. ὀργάνοις ὑπάρχουσα παρεμποδίζει τὴν ἀνάδοσιν, ἡ μὲν ἔμφραξις
15. νόσημα, σύμπτωμα δ’ αὐτῆς ἡ βλάβη τῆς ἀναδόσεως.
16. οὐ μόνον δὲ ἐπερχόμενος ἕκαστον τῶν συμπτωμάτων,
17. ὅσα διά τινα βλάβην ἐνεργείας γίνεται, μάθοις ἂν ὡς
18. προηγεῖταί τι νόσημα πάντως αὐτῶν, ἀλλὰ κᾀξ αὐτῆς τῆς
1. οὐσίας τῶν πραγμάτων ἔνεστί σοι χωρὶς ἐπαγωγῆς συλλογίζεσθαι.
2. τὴν μὲν γὰρ ὑγείαν αἰτίαν ἐνεργείας ἐθέμεθα, τὴν
3. δὲ νόσον αἰτίαν ἐνεργείας βλάβης· ἀλλὰ καὶ τὰ συμπτώματα,
4. περὶ ὧν δὴ νῦν τὸν λόγον ποιούμεθα, βλάβας ἐνεργειῶν
5. ὑπάρχειν ἔφαμεν. ἐκ δὲ τούτων ὑποκειμένων συμβαίνει,
6. τοῦ τοιούτου γένους τῶν συμπτωμάτων αἰτίας εἶναι τὰς
7. νόσους.

Cliquer un n° de page pour en afficher l’image