Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 1.6, ed. Kühn, 1824, vol. 7, p. 115-127. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:1.6

4. Ἥδεσθαι δὲ καὶ ἀλγεῖν ἁπάσαις μὲν ἐγγίγνεται
5. ταῖς αἰσθήσεσιν, οὐχ ὁμοίως δὲ ἐναργῶς, ἀλλ’ ἐν
6. μὲν τῇ τῆς ὄψεως ἥκιστα, μάλιστα δὲ ἐν τῇ τῆς ἁφῆς τε καὶ
7. γεύσεως· ἐφεξῆς δὲ τούτων ἐν ὀσφρήσει· καὶ μετὰ ταύτας
8. ἐν ἀκοῇ. τίς οὖν ἥ τε κοινὴ πάντων αἰτία καὶ τίς ἡ καθ’
9. ἕκαστον ἰδία; κοινὴ μὲν, ἥνπερ καὶ Πλάτων ἐν Τιμαίῳ
10. φησὶ γράφων οὕτως· τὸ μὲν παρὰ φύσιν καὶ βιαίως γιγνόμενον
11. ἀθρόως ἐν ἡμῖν πάθος, ἀλγεινόν· τὸ δὲ εἰς φύσιν
12. ἀπιὸν αὖ πάλιν ἀθρόον, ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ μικρὸν,
13. ἀναίσθητον. οὕτω μὲν ὁ Πλάτων· ὁ δὲ Ἱπποκράτης ἔτι
14. παλαιότερος ὢν, τοῖς τὴν φύσιν, ἔφη, διαλλαττομένοισι
15. καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. τὸ μὲν γὰρ
16. διαφθειρομένοισι τάχος τε ἅμα καὶ μέγεθος ἐνδείκνυται
17. τῆς μεταβολῆς. εἰσὶ δὲ καὶ κατὰ τὴν ἁφὴν αἱ μεγάλαι μεταλλαγαὶ
18. τῆς φύσεως ὑπὸ ψυχροῦ καὶ θερμοῦ βιαίας προσβολῆς,
1. ὅσα τε θλᾷν, ἢ τέμνειν, ἢ διατείνειν, ἢ διαβιβρώσκειν πέφυκε.
2. τὸ γὰρ ὑγρὸν ἢ ξηρὸν ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἀβίαστον
3. ἔχει τὴν ὁμιλίαν, ὡς ἔνεστί σοι μαθεῖν ἀναλεξαμένῳ τὴν περὶ
4. τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἔνθα καὶ τὸ ψυχρὸν
5. ἐδείχθη καθ’ ἕτερον μὲν τρόπον ἧδον ἢ τὸ θερμὸν, ἀλλὰ
6. καὶ αὐτὸ τῷ διασπᾷν τὴν οὐσίαν ὀδυνηρὸν γίγνεσθαι. φαίνεται
7. δὲ καὶ τὰ θλῶντα καὶ τὰ τείνοντα κίνδυνον τοῦ ῥαγῆναι
8. φέροντα τοῖς σώμασιν ἀλγημάτων αἴτια γίγνεσθαι, καθάπερ
9. γε καὶ τὰ νύττοντα καὶ τὰ τέμνοντα. οὐ γὰρ δὴ μετὰ τὸ
10. τμηθῆναί τε καὶ ῥαγῆναι τὴν ὀδύνην ἐπιφέρει, ἀλλ’ ἐν τῷ
11. γίγνεσθαι τὰ τοιαῦτα πάντα πόνων αἴτια καθίσταται, πλὴν
12. εἰ μὴ κατά τι συμβεβηκὸς ἀκολουθήσειε τοῖς οὕτω παθοῦσιν
13. ὀδύνη, ποτὲ μὲν ὑγρῶν δριμέων δακνόντων τὸ ἡλκωμένον
14. σῶμα, ποτὲ δὲ φλεγμονῆς ἐπιγενομένης, ἥ τις καὶ αὐτὴ
15. διαπαντὸς μὲν τῷ διατείνειν ὀδυνᾷ, πολλάκις δὲ καὶ διὰ τὴν
16. θερμασίαν ἢ διὰ τὴν τῶν ὑγρῶν δριμύτητα. διασπᾶται δὲ
17. καὶ τὸ τῆς γεύσεως ὄργανον, ᾗ μὲν τῆς ἁφῆς μετέσχηκεν,
18. ὑπὸ τῶν εἰρημένων, ᾗ δὲ καὶ τῆς γεύσεώς ἐστιν ἴδιον,
1. ὑπό τε τῶν ὀξέων καὶ πικρῶν καὶ στρυφνῶν καὶ δριμέων,
2. ὅτι καὶ τούτων ἕκαστον, ὡς ἀποδέδεικται, διαιρεῖ τὸ συνεχές.
3. ἀνιαροὶ δέ εἰσι καὶ κατὰ τὴν ὄσφρησιν οἱ τῶν εἰρημένων
4. χυμῶν ἀποῤῥέοντες ἀτμοὶ, διότι καὶ οὗτοι διασπῶσι τὸ συνεχές.
5. ἐν ἀκοῇ δὲ ἥ τε τραχεῖα καὶ ἡ μεγίστη καὶ ἡ ταχίστη
6. φωνὴ, ὧν καὶ συνελθουσῶν εἰς ταὐτὸν ἐν ταῖς φοβερωτάταις
7. βρονταῖς, ἀνάπηροι παντάπασιν ἔνιοι τὴν ἀκουστικὴν αἴσθησιν
8. ἐγένοντο τῷ διασπασθῆναι τῇ βίᾳ τοῦ ψόφου τὸ ὄργανον
9. αὐτῆς. καὶ μέντοι γε καὶ τὴν ὄψιν αἱ λαμπρόταται τῶν
10. αὐγῶν ἀνιῶσί τε ἅμα καὶ διαφθείρουσι τῷ διακρίνειν ἐπὶ
11. πλεῖστον. ἔστι δὲ δήπου καὶ τὸ διακρίνειν ἐκ τοῦ τῶν
12. διαιρούντων γένους, καὶ φαίνεται κοινὸν ἐν ἁπάσαις ταῖς
13. αἰσθήσεσι τὸ ἀνιαρὸν πάθος, ἐκ διακρίσεώς τε καὶ διαιρέσεως
14. τοῦ συνεχοῦς καὶ ἡνωμένου σώματος ἀποτελούμενον,
15. ἐπειδὰν ἀθρόως συμπίπτῃ. καλῶ δὲ ἀθρόως τὸ κατὰ
16. τὰ μεγάλα ἅμα καὶ ταχέως. τοῦτο δὲ δήπου καὶ ὁ Πλάτων
17. ἐβούλετο, σύνθετον ἐκ βιαίου τε ἅμα καὶ ἀθρόου παθήματος
18. ἐγγινομένου τοῖς αἰσθητικοῖς σώμασι τὴν ἀνιαρὰν αἴσθησιν
19. ἀποτελεῖσθαι φάσκων. οὐδὲν γὰρ διοίσει λέγειν ἀνιαρὰν ἢ
1. λυπηρὰν ἢ ἀλγεινὴν ἢ ὀδυνηρὰν ἢ ἐπίπονον αἴσθησιν· ὥσπερ
2. οὐδὲ αὐτὸ τὸ πάθος, ἀνίαν ἢ λύπην ἢ ὀδύνην ἢ πόνον
3. ἢ ἀλγηδόνα. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων ὁμοτίμως χρώμενος
4. ἐπὶ ταὐτοῦ πράγματος ἅπασι τοῖς εἰρημένοις ὀνόμασιν
5. ἔν τε Τιμαίῳ καὶ Φιλήβῳ καὶ καθ’ ὅ τι ἂν ἕτερον αὐτῷ
6. σύγγραμμα περὶ τῶν αὐτῶν ὁ λόγος ἦν. ὅτι δὲ καὶ ἡ Ἱπποκράτους
7. δόξα τῆς αὐτῆς ἔχεται διανοίας ἔν τε τοῖς ὀνόμασι
8. καὶ τοῖς πράγμασιν, εὔδηλον ἔκ τε τῶν ἔμπροσθεν ὀλίγον
9. εἰρημένων καὶ τῶν ἐν ἅπασι τοῖς βιβλίοις αὐτοῦ γεγραμμένων.
10. οὕτω μὲν δὴ πᾶν πάθος λυπηρὸν ἐν ἁπάσαις γίγνεται
11. ταῖς αἰσθήσεσι· τὸ δ’ ἐναντίον αὐτῷ τὸ ἡδὺ διὰ τὴν ἐναντίαν
12. αἰτίαν. τοῦ γὰρ κινδυνεύοντος διασπασθῆναι ἡ εἰς τὸ
13. κατὰ φύσιν ἐπάνοδος ἀθρόα τὴν ἡδονὴν ἀπεργάζεται. διὰ
14. τοῦτο τοῖς ὀφθαλμοῖς ἥδιστον θέαμα τὸ κυανοῦν, ὥσπερ
15. ὀδυνηρότατον τό τε λαμπρὸν ἅμα καὶ λευκὸν, οἷον ὁ ἥλιος.
16. ἐφεξῆς δὲ τούτων ἐν μὲν τοῖς λυποῦσι τὸ λευκὸν, ἐν δὲ τοῖς
17. ἥδουσι τὸ φαιόν. τὸ μὲν γὰρ τῷ διακρίνειν τε ἅμα καὶ
1. διαλύειν τὴν οὐσίαν αὐτῆς, τὸ δὲ τῷ ἀβιάστως συνάγειν.
2. οὐ γὰρ δή που τὸ συνάγειν γε μόνον ἱκανὸν καὶ αὔταρκες·
3. οὕτω γὰρ ἂν ἦν που καὶ τὸ μέλαν ἡδὺ, νῦν δ’ οὐκ ἔστιν·
4. ἐναντίον γὰρ ὑπάρχον τῇ τῆς ὄψεως οὐσίᾳ συνάγει βιαιότερον
5. αὐτὴν, ἢ ὡς εἰς τὴν φύσιν ἐπανάγειν. ἧττον δέ ἐστι τὸ
6. μελάντατον τοῦ λαμπροτάτου ἀνιαρὸν, οὐχ ὅτι τὸ ἐναντίον
7. ἧττον λυπεῖ τῆς κατὰ τὸ συγγενὲς ἀμετρίας, (κατὰ τοῦτο μὲν
8. γὰρ μᾶλλον ἀνιαρὸν ἦν τοῦ λαμπροτάτου τὸ μέλαν) ἀλλ’ ὅτι
9. τὸ μὲν τῆς ὄψεως ὄργανον αὐγοειδὲς, αὐγὴ δὲ πᾶσα λεπτομερὴς
10. οὐσία· τὸ δὲ μέλαν ἀεὶ παχυμερές· ἀεὶ δ’ ἐν τῇ
11. φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς· ἀεὶ δ’ ἐν τῇ
12. φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς τοῦ παχυμεροῦς.
13. ὅταν μὲν οὖν εἰς ταὐτὸν ἀλλήλοις ἥκῃ τὸ λεπτομερὲς καὶ παχυμερὲς,
14. ἧττον εἰς τὸ λεπτομερὲς ἐνεργεῖ τὸ παχυμερὲς, εἴπερ
15. μᾶλλον πάσχειν ὑπ’ ἐκείνου πέφυκεν. οὕτως οὖν καὶ ὁ ἥλιος
16. ἀνιᾷ τὴν ὄψιν, ὅτι λεπτομερέστερος ὤν ἑτοίμως αὐτὴν διακρίνει.
17. τῇ μὲν οὖν οἰκειότητι τῆς οὐσίας ἧττόν ἐστι τῶν
18. ἐναντίων ἀνιαρὸς, τῷ δὲ ἰσχυρῷ τῆς ἐνεργείας βιαιότερος
19. ὑπάρχων, τούτῳ καὶ τὸ τάχος ἴσχει τῆς εἰς τὴν ὄψιν βλάβης. 
1. ὃ γὰρ ἐν ἐλαχίστῳ χρόνῳ πρὸς τῆς ἡλιακῆς αὐγῆς ἡ ὄψις ἡμᾶν
2. πάσχει, τοῦτο ἐν παμπόλλῳ, μηδ’ ὅλως αὐγὴν θεασαμένη
3. μηδεμίαν, ἀλλ’ ἐν βαθεῖ σκότῳ διαιτηθεῖσα· καὶ γὰρ
4. καὶ αὕτη πρὸς τὸ φῶς ἀναχθεῖσα βλέπειν οὐ δύναται, τῷ
5. κατεσβέσθαι τρόπον τινὰ καὶ πεπαχύνθαι καὶ σκοτώδης γεγονέναι.
6. ἥδιστόν γε οὖν εἰκότως ἐστὶ καὶ ὠφελιμώτατον ὄψει
7. τὸ κυανοῦν χρῶμα, πλὴν τῆς ὑφ’ ἡλίου διαπεφορημένης.
8. ἐκείνῃ μὲν γὰρ, ὡς ἂν ἤδη νοσούσῃ, τὸ ἐναντίον ἴαμα· τῇ δὲ
9. ὑγιαινούσῃ μὲν, κεκμηκυίᾳ δὲ, τὸ κυανοῦν ἢ τὸ φαιὸν ὑγιεινότατον
10. θέαμα, μήτε διακρῖνον αὐτὸν ὡς τὸ λευκόν τε καὶ
11. λαμπρὸν, ἀλλὰ μήτε συνάγον καὶ σβεννύον, ὡς τὸ μέλαν.
12. τὸ μὲν οὖν φαιὸν ἐκ λευκοῦ τε ἅμα καὶ μέλανος κραθέντων
13. γίγνεται· τὸ κυανοῦν δὲ, λευκοῦ καὶ λαμπροῦ συνελθόντων,
14. καὶ εἰς μέλαν κατακορὲς ἐμπεσόντων. οὕτω γὰρ ἡμᾶς καὶ ὁ
15. Πλάτων ὑπὲρ ἀμφοῖν ἐδίδαξεν. ὥστ’ ἐκ τῶν ἐναντίων τε
16. καὶ ἄκρων κραθέντων ἔμμεσά τε καὶ σύμμετρα γίγνεται ταυτὶ
17. τὰ χρώματα, τήν θ’ ὑπερβολὴν ἑκατέραν ἐκφυγόντα, καθ’ ἣν
18. ἡ ὄψις ἐβλάπτετο, καὶ τοὺς μετρίους αὐτῆς ἐπανορθούμενα
1. καμάτους, ὥσπερ τὰς ἐπὶ τῇ διακρίσει νόσους τὸ μέλαν.
2. τὸ δ’ ἐναργὲς τῆς ἡδονῆς τῆς ἀπ’ αὐτῶν οὐχ ὅμοιόν ἐστι τῇ
3. κατὰ τὰς ἄλλας αἰσθήσεις, ὅτι μηδὲ τὸ τῆς ὀδύνης ἶσον
4. ὑπῆρχεν. ἡ γὰρ λεπτομέρεια τῆς ὄψεως οὔτ’ ἐν τῷ διακρίνεσθαι
5. βίαιόν τι πάσχει, διὰ τὴν οἰκειότητα τῆς οὐσίας (ἐφ’
6. ὃ γὰρ ἄγεται, φθάνουσα σπεύδει καὶ καθ’ ἑαυτὴν) οὔτ’ ἐν τῷ
7. συγκρίνεσθαι, διὰ τὴν ἀσθένειαν τῆς μεταβολῆς. ἐδείχθη
8. γὰρ ἀσθενῶς συναγόμενον ὑπὸ τοῦ παχυμεροῦς τὸ λεπτομερές.
9. οὕτω μὲν ἔχει τὰ κατὰ τὴν ὄψιν ἡδονῆς τε καὶ λύπης.
10. ἐπὶ δὲ τῆς ἀκοῆς ἡδίστη μὲν ἡ λειοτάτη καὶ ἡ βραδυτάτη
11. φωνὴ, διότι καὶ ἡ τραχυτάτη καὶ ταχίστη λυπηροτάτη.
12. ἀλλὰ ταῦτα μὲν ὑγιαινούσης ἀκριβῶς τῆς αἰσθήσεως ἡδέα τε
13. καὶ λυπηρά· κεκμηκυίας δὲ, πρὸς τῇ λείᾳ τε καὶ βραδείᾳ,
14. καὶ ἡ σμικρὰ προσφιλής· νοσούσης δὲ, ἡ λειοτάτη τε ἅμα
15. καὶ βραδυτάτη καὶ σμικροτάτη, καὶ ταύτης ἔτι μᾶλλον ἡ
16. εὔρυθμος. ἡ γὰρ παντελὴς ἡσυχία ἀνάλογον ἔχει τι τοῦτο
17. τῷ σκότει τῷ κατὰ τὴν ὄψιν, ὅθεν καὶ ζήτησιν ἔσχεν, εἴτ’
18. ἐναντίον τῷ φωτὶ τὸ σκότος ἐστὶν, εἴτε στέρησις· ὥσπερ
1. φωνῆς μὲν ἡσυχία, κινήσεως δὲ ἠρεμία. τὸ δὲ τῆς ἡδονῆς
2. ἐναργέστερον ἐνταῦθα, διότι καὶ τὸ τῆς οὐσίας παχυμερέστερον.
3. ἔτι δὲ ἐναργέστερον ἐν τῇ τῆς ὀσφρήσεως αἰσθήσει τὸ
4. τερπνὸν, ὅτι καὶ ἡ οὐσία παχυμερεστέρα. εἰς ὅσον γὰρ ἀὴρ
5. αὐγῆς παχύτερος, εἰς τοσοῦτον ἀέρος ἀτμός. ἔστι δὲ αὐγῆς
6. μὲν, ἡ τῆς ὅψεως αἴσθησις· ἀέρος δὲ, ἡ τῆς ἀκοῆς· ἀτμοῦ
7. δὲ, ἡ τῆς ὀσφρήσεως· ὥσπέρ γε καὶ ἡ μὲν τῆς γεύσεως, ὑγρᾶς
8. φύσεως· ἡ δὲ ἁφῆς, στερεοῦ σώματος. ἐπεὶ δὲ ὁμογενής
9. ἐστιν ἡ τῆς ὀσφρήσεως αἴσθησις τῇ τῆς γεύσεως, ἑνὶ μόνῳ
10. διαφέρουσα τῷ λεπτομερεστέρῳ τῆς οὐσίας, (ὁ γὰρ ἀτμὸς
11. ὑγρόν ἐστι λελεπτυσμένον) ὑπὲρ ἀμφοῖν ἅμα ῥηθήσεται, τὴν
12. ἀρχὴν ἀπὸ τῆς γεύσεως ποιησαμένοις, ἕνεκα σαφηνείας.
13. ἥδιστοι τοίνυν εἰσὶ ταύτῃ χυμοὶ, κατὰ φύσιν μὲν ἐχούσῃ
14. πάντες οἱ γλυκεῖς καὶ λιπαροὶ, οὗτοι γὰρ πάντες ἐδείχθησαν οἰκειότατοι
15. τῇ τοῦ σώματος οὐσίᾳ· κεκακωμένῃ δ’ ἔναγχος ὑπό
16. τινος τῶν ἀνιώντων αὐτὴν, οἱ λιπαροί· μάλιστα γὰρ οὗτοι
17. τὸ τετραχυσμένον ἐκλεαίνουσι· νοσούσῃ δὲ, οἱ ἐναντίοι τοῖς
18. νοσάζουσι, τοῖς μὲν παχέσιν οἱ λεπτύνοντες, τοῖς δὲ λεπτοῖς οἱ
19. παχύνοντες, τοῖς δὲ γλίσχροις οἱ τέμνοντες, τοῖς δὲ τραχύνουσιν
1. οἱ ἐκλεαίνοντες, οὕτω δὲ καὶ τοῖς μὲν θερμοῖς οἱ ψυχροὶ,
2. τοῖς δὲ ψυχροῖς οἱ θερμοὶ, καὶ τοῖς μὲν ξηροῖς οἱ ὑγροὶ, τοῖς
3. δὲ ὑγροῖς οἱ ξηροί. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἐν τῷ
4. τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, καὶ
5. χρὴ μὲν μὴ παρέργως ἀναλέγεσθαι τὸν λόγον ἐκεῖθεν εἴς τε
6. διάγνωσιν καὶ εῖς θεραπείαν ὄντα ὠφέλιμον. ἡ μὲν γὰρ κοιλία
7. τοῖς τε σπλάγχνοις ὑπηρετεῖ καὶ ταῖς φλεψὶν, ὥστε οἵων
8. ἂν ἐκεῖνα δέηται χυμῶν, τοιούτων ὀρέγεσθαι· ταύτης δ’ αὖ
9. γνώμων ἡ γλῶττα προβέβληται, τούτοις μάλιστα χαίρουσα
10. τῶν χυμῶν, ὧν ἂν ἡ κοιλία δέηται. τῆς κοινωνίας δὲ ὁ
11. περιαλείφων αὐτὴν χιτὼν μάλιστα αἴτιος. ἥδεται μὲν οὖν
12. ἡ γλῶττα κατὰ διαφέροντας καιροὺς, ἄλλοις ἄλλοτε τῶν ἔξωθεν
13. αὐτῇ προσπιπτόντων χυμῶν· ἥδεται οὖν ἐνίοτε καὶ τῶν
14. ἐν αὐτῇ γλυκέων αἰσθανομένη, (φλέγματος δέ ἐστιν εἶδος ὁ
15. γλυκὺς οὗτος χυμὸς) ὥσθ’ ὁσάκις γε ἀπὸ τῶν φλεβῶν ἐγχυθέντος
16. αἵματος αἴσθησιν ὡς γλυκέος ἔλαβεν ἡ γλῶττα, τοῖς
17. ἔξωθεν αὐτῇ προσπίπτουσιν ἀνάλογον ἔπαθεν. ἐπὶ μέντοι
18. τῆς ὀσφρητικῆς δυνάμεως, ἡ μὲν τῶν ἔξωθεν ἡδέων τε καὶ
1. ἀνιαρῶν αἴσθησις ἀνάλογον ἔχει τῇ γευστικῇ· τῶν δὲ κατ’
2. αὐτὴν ἀτμῶν ἀηδῶν μὲν ὄντων, ὡς εἴρηται πρόσθεν, αἰσθάνεταί
3. ποτε· γλυκέων δὲ ἢ ὅλως ἡδέων οὐκ αἰσθάνεται, καθάπερ
4. οὐδὲ ἡ ὄψις, οὐδὲ ἡ ἀκοή. τῷ γὰρ εἶναι λεπτομεροῦς
5. οὐσίας αἰσθήσεις οὐ πάσχουσι πάθος οὐδὲν ἰσχυρὸν
6. ἐν αὐταῖς. ἡ δὲ ἀφὴ καὶ ἡ γεῦσις, σφοδρὸν μὲν οὐδὲν
7. οὐδὲ αὗται· πάσχουσι δ’ ἐνίοτε καὶ τοιοῦτόν τι πάθος ἀμυδρὸν,
8. ἡ μέντοι γλῶττα πρὸς γλυκέος, ὡς εἴρηται, φλέγματος,
9. ὅνπερ ὁ Πραξαγόρας τε καὶ Φιλότιμος ἰδιώτερον ὀνομάζουσι
10. γλυκὺν χυμόν· ἡ δὲ ἁφὴ τῆς ἐν αὐτῇ κινήσεως αἰσθάνεται
11. πολλάκις, ἐπειδὰν εἰς τὸ κατὰ φύσιν ἐπανέρχηται, τῶν
12. τραχυνόντων γε αὐτὴν ἔνδον ἤτοι πεττομένων ἢ διαπνεομένων
13. ἢ αἰσθητῶς ἐκκρινομένων. καὶ μὴν καὶ οἱ κοπωθέντες, ἐπειδὰν
14. τρίψεσί τε μαλακαῖς ἢ λουτροῖς ἁπαλυνθέντες τὸ σῶμα
15. μετὰ ταῦθ’ ἡσυχάζωσιν, ἐναργῶς αἰσθάνονται τῆς ἡδονῆς.
16. ἔτι δὲ δὴ μᾶλλον ἐν αὐταῖς ταῖς εἰρημέναις κινήσεσιν ἥδονται
17. τοῖς κεκμηκόσι μορίοις εἰς τὸ κατὰ φύσιν ἐπανερχομένοις. οὐ
18. μόνον δὲ ἐν τῷ λούεσθαι καὶ ἀνατρίβεσθαι μαλακῶς ἐλαίῳ 
1. δαψιλεῖ συμβαίνουσιν ἡδοναὶ τοῖς κεκοπωμένοις μέρεσιν, ἀλλὰ
2. κᾀν ταῖς μείζοσιν ὀδύναις ἐπαφὴ μαλακὴ καὶ πραεῖα καὶ λεία
3. φέρει τινὰ παραμυθίαν οὐ σμικράν. ἔξωθεν δὲ ἤδη τὰ τοιαῦτα,
4. καὶ λεκτέον ἑξῆς ὑπὲρ ἁπάντων αὐτῶν. οὐδὲν γὰρ
5. ἔτι δεόμεθα περὶ τῶν ὀσφρητῶν διεξέρχεσθαι, τοῖς γευστικοῖς
6. ἀνάλογον ἐχόντων. ἡδόμεθα τοίνυν ἐν τούτῳ τῷ γένει τῆς
7. αἰσθήσεως, ἁπλῶς μὲν εἰπεῖν, εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενοι·
8. καὶ γίγνεται τοῦθ’ ἡμῖν ἀεὶ διὰ τῶν ἐναντίων, ἐάν
9. γέ τις, ὡς προσήκει, λαμβάνῃ τὸ ἐναντίον. προσήκει δὲ
10. δήπου τὸ πρώτως τε καὶ καθ’ ἑαυτὸ, καὶ μὴ δι’ ἑτέρου μέσου,
11. τοῦ τέλους αἴτιον, οὐ τὸ προκατάρχον τε καὶ προκαταρκτικὸν
12. ὀνομαζόμενον, ἐν τοῖς τοιούτοις ἅπασι σκοπεῖν,
13. ὅπερ Ἱπποκράτης ἡμᾶς ἐν ἄλλοις τε πολλάκις ἀναμιμνήσκειν
14. ἔοικε κᾀν τῷ φάναι, ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος,
15. νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις
16. ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ῥύεται ταῦτα.
17. δόξειε μὲν γὰρ ὅ γέ τις ὑπὲρ τῶν τοιούτων ἀσκεπτότερον
18. ἀποφαινόμενος ὑπὸ τῶν ὁμοίων ἐνίοτε θεραπεύεσθαί τι τῶν
1. παρὰ φύσιν, ὥσπερ καὶ τὸν τέτανον ὑπὸ τῆς ψυχρολουσίας.
2. ἔχει δὲ οὐχ οὕτως τἀληθές· ἀλλ’ ἀεὶ πάντα πρὸς τὸ κατὰ
3. φύσιν ἐπανέρχεται διὰ τῶν ἐναντίων, ὥσπερ καὶ ὁ τέτανος
4. διὰ τῆς κατὰ τὴν θερμασίαν ἐπανακλήσεως. εἰ μὲν οὖν
5. ἀθρόως τοῦτο γίγνοιτο, μεθ’ ἡδονῆς ἡ θεραπεία συντελεῖται·
6. κατὰ μικρὸν δὲ συμβάντος, ἀναίσθητος ἡ εἰς τὸ κατὰ φύσιν
7. ἐπάνοδος ἔσται. οὕτω δὲ καὶ ἡ ἐκ τοῦ κατὰ φύσιν εἰς
8. τὸ παρὰ φύσιν ὁδὸς, ἡ μὲν ἀθρόως γιγνομένη βίαιός τε καὶ
9. ὀδυνηρὰ πάντως ἐστίν· ἡ δὲ κατὰ μικρὸν, ἀναίσθητος. καὶ
10. διὰ τοῦτο τῆς κατ’ ὀλίγον ἀθροιζομένης ἐν τῷ σώματι διαθέσεως
11. οὐ κατὰ φύσιν, ἀναισθήτου παντάπασιν οὔσης, ἡ εἰς
12. τὰ κατὰ φύσιν ἐπάνοδος, ἐπειδὰν ἀθρόως ἐπιτελῆται, μετ’
13. αἰσθήσεώς τε ἅμα καὶ ἡδεῖα γίγνεται. καὶ μάλιστα ἐπὶ τῶν
14. οἰκειοτάτων ἡμῖν, οἷά περ ἐστὶν ἐν μὲν τῇ γεύσει τὰ γλυκέα·
15. κατὰ δὲ τὴν ὄσφρησιν, ὅσα τούτοις μὲν ἀνάλογον ἔχει,
16. καλεῖται δὲ εὐώδη. ἴδιον δέ τι πέπονθεν ἐξαίρετον ἡ τῶν
17. γεννητικῶν μορίων αἴσθησις, ὅτι καὶ δύναμιν ἰσχυροτάτην
18. ἔχει, κατὰ μὲν τὸ ἄῤῥεν γένος ἀποκριτικὴν τοῦ σπέρματος,
1. κατὰ δὲ τὸ θῆλυ καὶ ταύτην μὲν ἔν τε τοῖς ὄρχεσι καὶ τοῖς
2. σπερματικοῖς ἀγγείοις, ἀλλὰ καὶ τὴν ἑλκτικὴν ἐν ὅλῃ τῇ μήτρᾳ·
3. συνῆψε γὰρ ἡ φύσις ὑπερέχουσαν ἐπιθυμίαν τε ἅμα καὶ
4. ἡδονὴν τῇ τε προέσει καὶ τῇ συλλήψει τοῦ σπέρματος. ἀλλ’
5. ἡ μὲν ἀνία, τοῦ περιττοῦ σπέρματος μένοντος ἔσω, ἀθροίζεται
6. κατ’ ὀλίγον ἐν χρόνῳ πλείονι, καὶ διὰ τοῦτο, καὶ τοι
7. μεγάλα λυποῦσα (περὶ ὧν ἑτέρωθι λέξομεν) ἀπολείπεται τῷ
8. μεγέθει τῆς ἡδονῆς, ἣν ἐν τοῖς ἀφροδισίοις ἴσχοι. ἡ δ’ ἀπόκρισις
9. ἡ τοῦ λυποῦντος ἀθρόως γιγνομένη τῷ τάχει τῆς εἰς
10. τὸ κατὰ φύσιν ἐπανόδου καὶ τὸ τῆς ἡδονῆς μέγεθος ἀνάλογον
11. ἔχει.

Cliquer un n° de page pour en afficher l’image