12. Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῶν κατὰ τὸ
13. στόμα τῆς κοιλίας, ὃ δὴ καὶ καρδίαν ὀνομάζουσι, συμπτωμάτων
14. διελθεῖν. ἔστι μὲν γὰρ ἐκ τοῦ γένους καὶ αὐτὰ τῶν
15. ἁπτικῶν, ἀλλ’ οὐδὲν οὕτω μέρος οὔτ’ ἀκριβῆ τὴν αἴσθησιν
16. ἔχει, οὔτε τὰς ἀρχὰς ἑκατέρας ἑαυτῷ συνδιατίθησιν, ὡς τὸ
17. στόμα τῆς γαστρός. ὀνομάζεται δὲ συνήθως οὐ τοῖς πολλοῖς
18. μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς στόμαχος. αἱ γοῦν καλούμεναι
1. στομαχικαὶ συγκοπαὶ τούτου τοῦ μέρους εἰσὶ συμπτώματα,
2. καθάπερ καὶ αἱ καρδιαλγίαι κατὰ τὴν ἑτέραν αὐτοῦ προσηγορίαν
3. ὠνομασμέναι· καὶ δὴ καὶ δυσπνοίας τε καὶ ἀπνοίας, καὶ
4. πνίξεις καὶ ἐπιληψίας καὶ παρακοπὰς καὶ μελαγχολίας ἐπιφέρει.
5. ταῦτα μὲν οὖν ἅπαντα κατὰ συμπάθειαν· ἀνορεξίας
6. δὲ καὶ δυσορεξίας καὶ μοχθηρὰς ὀρέξεις αὐτὸ καθ’ ἑαυτό.
7. καλῶ δὲ ἀνορεξίας μὲν ὅταν μηδὲ ὅλως ὀρέγωνται· δυσορεξίας
8. δὲ, ἐπειδὰν ἀμυδρῶς· αἱ μοχθηραὶ δὲ ὀρέξεις, αἱ μὲν εἰς
9. ἄμετρον ἐκτρέπονται σιτίων ἢ ποτῶν προσφορὰν, αἱ δὲ εἰς
10. ἀλλοκότων ποιοτήτων ἐπιθυμίαν. ῥητέον οὖν ὑπὲρ ἁπάντων
11. ἑξῆς ἀπὸ τῶν οἰκείων αὐτοῦ συμπτωμάτων ἀρξαμένους.
12. ἕπεται δὲ ταῦτα ταῖς κατὰ φύσιν ἐνεργείαις τοῦ μορίου, δι’
13. ἃς καὶ τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἐδεήθη μεγίστων, ἐφ’ οἷς
14. δὴ καὶ τὸ περιττὸν τοῦτο εἶδος τῆς αἰσθήσεως ὑπὲρ ἅπαντα
15. κέκτηται. διαφορουμένου γὰρ εἰς τὸ περιέχον ἑκάστου ζώου
16. κατὰ τὸ δέρμα, πρώτως κενοῦσθαι συμβαίνει τοῖς ὑπ’ αὐτῷ
17. μέλεσιν, ὧν ἡ σύμφυτος δύναμις, ὡς ἐν τοῖς τῶν φυσικῶν
1. δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, ἐκ τῶν ὁμιλούντων ἑαυτοῖς
2. ἐπισπᾶται τροφὴν ἀναπληροῦσαν τὸ κενούμενον, εἶτ’ αὖθις ἐκ
3. τῶν ἑαυτοῖς ὁμιλούντων ἐκεῖνα, κᾄπειτα ἐκ τῶν ἑαυτοῖς τὰ τρίτα,
4. καὶ οὕτως ἀεὶ κατὰ τὸ συνεχὲς ὡς ἐν χορῷ τινι ταχείας τῆς
5. μεταλήψεως γιγνομένης, ἐπὶ τὰς καθηκούσας εἰς τὴν γαστέρα
6. φλέβας ἡ κένωσις ἀφικνεῖται. αὗται δέ γε εἰθίκεσάν
7. τε ἅμα καὶ πεφύκεσαν ἐκ τῆς γαστρὸς ἐπισπᾶσθαι τὴν τροφὴν,
8. ἀνάλογον ταῖς ἐπὶ τῶν φυτῶν εἰς τὴν γῆν καθηκούσαις ῥίζαις.
9. ἅπαν γὰρ τοῦτο τὸ ἔργον οὐ ψυχικὸν, ἀλλὰ φυσικὸν ὑπάρχον,
10. ὁμοίως ἐπιτελεῖται κατὰ τε τὰ φυτὰ καὶ τὰ ζῶα. τοῖς
11. μὲν οὖν φυτοῖς ἡ γῆ τῆς γαστρὸς δίκην ὑπηρετεῖ διὰ παντὸς
12. ἑτοίμην τε καὶ ἄφθονον ἐπάρδουσα τὴν τροφὴν, ἄχρι περ ἂν
13. αἱ ἐκ Διὸς ὧραι κατὰ φύσιν ἔχωσιν, ὡς εἴγε ποτε δι’ ὑπερβολὴν
14. αὐχμῶν ἀναξηρανθείη τὸ ὑγρὸν ἐξ αὐτῆς, ἐνδείᾳ τροφῆς
15. αὐαίνεται τὰ φυτά. τοῖς δὲ ζώοις ἅτε μὴ προσπεφυκόσι
16. τῇ γῇ, πλὴν ὀλίγων δή τινων, ἡ φύσις ἐδημιούργησε μὲν καὶ
17. τὴν γαστέρα ταμεῖον τροφῆς, οἷόν περ τὴν γῆν τοῖς φυτοῖς·
1. ἔδωκε δὲ καὶ τῆς ἐνδείας αἴσθησιν, ἵν’ ἐξορμῶντα τὰ ζῶα
2. πρός τε τὴν ἐδωδήν τε καὶ πόσιν ἑνὶ χρόνῳ πληρῶνται. καὶ
3. καλεῖται μὲν ἡ τῆς τοιαύτης πληρώσεως ἔφεσις ὄρεξις, γίνεται
4. δ’ ἐπ’ αἰσθήσει τῆς ἐνδείας, ὅταν αἱ μὲν φλέβες ἐξ αὐτῆς τι
5. τῆς γαστρὸς ἕλκωσιν οἷον βδάλλουσαί τε καὶ μυζῶσαι, μὴ
6. φέρουσα δὲ τὴν μύζησιν ἡ γαστὴρ, ἀλλ’ οἷον διασπωμένη,
7. τῆς ἀνίας ταύτης ἴαμα τὴν ἐδωδὴν πορίζηται. τρέπονται γὰρ
8. αἱ φλέβες οὕτως ἐπὶ τὰ παρακείμενα σιτία, κᾀξ αὐτῶν ἕλκουσι
9. τὴν τροφὴν, οὐκ ἐκ τῆς γαστρὸς, καὶ συμβαίνει μετὰ
10. τὴν προσφορὰν ἅμα τε τὰς φλέβας ἐπὶ τὰ σιτία τρέπεσθαι
11. καὶ τὴν κοιλίαν εἰς ἑαυτὴν ἕλκειν ἐξ αὐτῶν ὅσον κεκένωται
12. πρότερον ὑπὸ τῶν φλεβῶν. ἡ μὲν οὖν τῆς μυζήσεως αἴσθησίς
13. ἐστιν ἡ πεῖνα· δύο δὲ ἄλλα, τὸ μὲν τοῦ βδάλλειν τὰς
14. φλέβας ἡγεῖται, καὶ καλεῖται καὶ τοῦτο ὄρεξις ὁμωνύμως
15. θατέρῳ, φυσικὸν ἔργον ὑπάρχον, οὐ ψυχικόν· αὐτῆς
16. δὲ τῆς τοιαύτης ὀρέξεως ἡ κένωσις προηγεῖται καὶ γίγνεται
17. πέντε συμπτώματα τὰ σύμπαντα κατὰ στίχον ἐφεξῆς ἀλλήλων
18. τεταγμένα· κένωσις μὲν πρώτη, δευτέρα δὲ ὄρεξις ἡ
1. φυσικὴ τῶν κενωθέντων μορίων, εἶτα ἡ μύζησις τῆς κοιλίας,
2. εἶτα ἡ ταύτης αἴσθησις, εἶτα ἡ ὄρεξις αὐτῆς ἡ ψυχικὴ
3. ἁπασῶν ὑστάτη. καὶ τοίνυν καὶ ἡ ἀπώλεια τῆς
4. ἐνεργείας ταύτης ἢ τῷ τὴν αἴσθησιν ἀπολωλέναι τῆς βδάλσεως,
5. ἢ τῷ μὴ γίνεσθαι τὴν βδάλσιν, ἢ τῷ μὴ κενοῦσθαι
6. τὸ σῶμα συμβαίνει. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ
7. ἀμυδραὶ τῶν ὀρέξεων οὐκ ἐξ ἀπολωλότων ὧν εἴπομεν,
8. ἀλλ’ ἐγγὺς ἀπωλείας ἡκόντων ἕπονται. μοχθηραὶ δὲ ὀρέξεις
9. γίγνονται κατὰ μὲν τὸ ποσὸν ὑπερβάλλουσαι, καὶ καλοῦνται
10. πρός τινων αἱ τοιαῦται κυνώδεις, ὅταν ἤτοι κακοχυμία τις
11. ὀξώδης δάκνῃ τὴν κοιλίαν, ἢ καὶ τὸ σύμπαν σῶμα διαφορούμενον
12. ἀμέτρως ἐν χρείᾳ συνεχεῖ καθίσταται τῆς θρέψεως.
13. ἡ μὲν γὰρ ψυχρὰ κακοχυμία τὴν δῆξιν μὲν ἀνάλογον τῇ μυζήσει
14. παρέχει, τὴν ὄρεξιν δ’ ἐπεγείρει τῇ τοῦ φυσικοῦ παθήματος
15. ὁμοιότητι, τροφῆς δὲ, οὐ ποτοῦ, τὴν ἐπιθυμίαν ἐργάζεται
16. διὰ τὴν ψύξιν· ἁλυκῆς δ’ ἔτι καὶ χολώδους κακοχυμίας
17. δακνούσης τὴν γαστέρα, ποτοῦ μᾶλλον ἢ σιτίων ὀρέγονται.
18. πρὸς γὰρ τῷ θερμαίνεσθαί τε καὶ ξηραίνεσθαι τὴν κοιλίαν,
19. ἅπερ αἴτια δίψους ἐστὶν, ἔτι καὶ τὸ χεῖσθαι τοὺς χυμοὺς ἐν
1. αὐτῇ τε καὶ ταῖς φλεψὶ συμβαίνει. τὸ δὲ τῆς χύσεως τῶν χυμῶν
2. σύμπτωμα πληροῖ τὰ περιέχοντα, καθάπερ, οἶμαι, τὰ
3. τῆς ψύξεως ἐκκενοῖ. καὶ τοίνυν εἰς μὲν τὸ πεινῆν οὐ σμικρὸν
4. ἡ ψύξις τῶν κατὰ τὴν γαστέρα συντελεῖ. κενά τε γὰρ
5. ἐργάζεται τὰ σώματα καὶ τοὺς χιτῶνας αὐτῶν συνάγουσά τε
6. καὶ σφίγγουσα πρὸς τὴν ὄρεξιν ἐπεγείρει. τοῦ δὲ μὴ πεινῆν ἐν
7. τοῖς μάλιστα συνεκτικὸν αἴτιον ἡ θερμότης ἐστὶ, τὰ μὲν στερεὰ
8. σώματα τῷ χαλᾷν ἐκλύουσα καὶ πρὸς τὴν ὁλκὴν ἀτονώτερα
9. κατασκεύκατασκευάζουσααζουσα, τὰ δὲ ὑγρὰ τῷ χεῖν ἐπιπλέον ἐκτείνουσα.
10. μία μὲν οὖν αἰτία τῆς κυνώδους ὀρέξεώς ἐστιν ἡ
11. ὀξώδης κακοχυμία· δευτέρα δὲ, ὡς ἐλέγετο, κένωσις πλείων
12. δι’ ὅλου τοῦ σώματος, ἤτοι διὰ ῥώμην θερμότητος ἢ δι’ ἀῤῥωστίαν
13. τῆς καθεκτικῆς δυνάμεως ἐπιτελουμένη. καὶ δὴ καὶ
14. συμβαίνει κατὰ μὲν τὴν προτέραν διάθεσιν ὑποχωρήσεις τῶν
15. ληφθέντων γίγνεσθαι πολλάς· κατὰ δὲ τὴν δευτέραν, ὡς ἂν
16. ἐπὶ κενώσει τῆς ἕξεως ἐπιτελουμένην, ἀναδίδοσθαι τὴν τροφήν.
17. ἄμετροι μὲν οὖν ὀρέξεις τε ἅμα καὶ πεῖναι διὰ ταῦτα
18. γίγνονται. μοχθηρῶν δὲ ποιοτήτων ἐπιθυμοῦσιν οἷς ἂν
19. εἰς τοὺς τῆς κοιλίας χιτῶνας ἐναποθῇ τι περίττωμα μοχθηρόν.
1. εἴωθε δὲ τοῦτο γίγνεσθαι μάλιστα ταῖς κακοχύμοις γυναιξὶν.
2. ἐπειδὰν κυήσωσι, καὶ καλεῖται κίττα τὸ πάθος. ὀρέγονται
3. δὲ ἐν αὐτῷ μάλιστα μὲν ὀξέων τε καὶ στρυφνῶν, ἔστι δὲ ὅτε
4. καὶ δριμέων, ἐνίοτε δὲ ἤτοι κιμωλίας γῆς ἢ ὀστράκων ἢ ἐσβεσμένων
5. ἀνθράκων ἤ τινων οὕτως ἀτόπων βρωμάτων. καὶ
6. τοῦτο πάσχουσιν αἱ πλείους αὐτῶν ἄχρι τοῦ δευτέρου καὶ
7. τρίτου μηνός· ἐν δὲ τῷ τετάρτῳ παύονται, τὸ μέν τι τοῖς
8. ἐμέτοις ἐκκενωθείσης τῆς κακοχυμίας, τὸ δέ τι καὶ πεφθείσης
9. ἐν τῷ χρόνῳ, βραχέα σιτουμένης τῆς ἀνθρώπου διὰ τὴν ἀποσιτίαν,
10. τὸ δέ τι καὶ πλήθους ἐκκενουμένου. κατὰ μὲν γὰρ
11. τοὺς πρώτους δύο μῆνας ὀλίγον ἐπισπᾶται τοῦ αἵματος εἰς
12. ἑαυτὸ τὸ ἔμβρυον, ὡς ἂν ἔτι μικρότατον ὑπάρχον, ὅταν
13. μηδ’ ἔμβρυον ἤδη πω καλεῖται κατ’ ἐκεῖνον τὸν καιρὸν, ἀλλ’
14. ἔτι κύημα· μεῖζον δὲ γιγνόμενον αὐτό τε πλείονι χρῆται
15. τροφῇ καὶ οὐ μόνον ὅ τι περ ἂν ᾖ χρηστότατον ἐν ταῖς φλεψὶ,
16. τοῦτ’ ἐπισπᾶται, καθάπερ ἔμπροσθεν, ἀλλὰ τῷ δεῖσθαι
17. πλείονος συνεπισύρεταί τι καὶ τοῦ μοχθηροῦ. καὶ οὕτω
18. σύμπαν σῶμα τότε πληθωρικὸν ἔτ’ εἷναι παύεται καὶ ἧττον
1. γίγνεται κακόχυμον. αὐτὸ δὲ δὴ τὸ ἔμβρυον ἧς ἐπισπᾶται
2. τροφῆς τὰ περιττώματα διττοῖς ὑμέσιν ἐναποτίθεται, καὶ
3. γίγνεται μὲν ὡς τὰ πολλὰ καὶ αὐτὸ κακοχυμότερόν τε καὶ
4. δυσκρατότερον, ὡς ἂν ὑπὸ μοχθηροῦ τρεφόμενον αἵματος,
5. ἢν μὴ πάνυ χρησταῖς ἡ κύουσα χρῆται τροφαῖς ἐν τῷ λοιπῷ
6. χρόνῳ τῆς κυήσεως. ἀλλ’ οὐδὲν τοῦτό γε πρὸς τὰ παρόντα.
7. τὸ δὲ μοχθηρῶν ὀρέγεσθαι ποιοτήτων, ὑπὲρ οὗ διηγούμενος
8. ἐμνημόνευσα τῆς κίττης, γίγνεταί ποτε καὶ ἀνδράσιν, ὅταν
9. γε καὶ τούτοις εἰς τὸ τῆς γαστρὸς στόμα κατασκήψῃ ὁμοία τις
10. κακοχυμία. ταυτὶ μὲν οὖν τὰ συμπτώματα περὶ τὴν τῆς
11. τροφῆς ὄρεξιν γίγνεται. περὶ δὲ τὴν τοῦ ποτοῦ παραπλήσια
12. τούτοις ἕτερα τοσαῦτα, ἡ μὲν οἷον στέρησις, ἐπειδὰν ἤτοι
13. μηδ’ ὅλως δέηται τὸ σῶμα δι’ ὑπερβάλλουσάν τε ὑγρότητα
14. καὶ ψύξιν, ἢ ἀναίσθητος ᾖ τοῦ καθ’ ἑαυτὴν πάθους ἡ γαστήρ·
15. ἡ δὲ ἐνδεὴς ὄρεξις, ἐπειδὰν ἐνδεῶς γίγνηται τὰ αὐτά.
16. ἡ μοχθηρὰ δὲ τῶν ποτῶν ὄρεξις ἀνάλογος γίγνεται τῇ περὶ
17. τὴν τροφὴν ὀρέξει μοχθηρᾷ, ποτὲ μὲν ἀμέτρου πόματος,
18. ὅταν ἐν αὐτοῖς χιτῶσι τῆς γαστρὸς ἁλμώδης τις ἢ χολώδης
1. κακοχυμία περιέχηται, ποτὲ δὲ οἷον ζέσαντος τοῦ καθ’ ἑαυτὴν
2. ὑγροῦ συμφύτου. μοχθηρῶν δ’ ἐπιθυμοῦσι πομάτων
3. ὥσπερ καὶ σιτίων, ἀνάλογον τῇ κρατούσῃ κακοχυμίᾳ. ταυτὶ
4. μὲν οὖν ἐν χρόνῳ πλείονι κακῶς διαιτηθεῖσιν ἐπιγίγνεται·
5. ἀπαύστοις δὲ δίψεσι καταληφθεῖσιν, ἐξ ὧν περ καὶ ἀποθανόντας
6. οἶδα τόν τε καταφαγόντα τὴν ἔχιδναν (ἦν δὲ ἄρα
7. διψὰς) καὶ τοὺς ἐκ τοῦ οἴνου πιόντας ἐκ περιστάσεως θεριστὰς,
8. ἐν ᾧ τοιοῦτόν τι θηρίον ἐναποτεθνήκει, καὶ τὸν ἐξ
9. οἴνου παλαιοῦ μεθυσθέντα, καὶ τὸν ἀποκαρτερεῖν θελήσαντα,
10. καὶ τοὺς ἐν τῷ πλοίῳ ἐπιλιπόντος τοῦ ὕδατος, ὧν ὅσοι
11. τῆς θαλάσσης ἐτόλμησάν τι πιεῖν, ἀμετρότερόν τε διψήσαντες
12. τῶν ἄλλων, καί τινες μὲν αὐτῶν ὑπαχθέντες τὴν γαστέρα καὶ
13. δηχθέντες σφοδρῶς ὀξύτερον ἢ κατὰ τοὺς λοιποὺς ἀπέθανον.
14. οἶδα δέ τινα καὶ τῶν πυρεττόντων καυσωδῶς, ἐπιδιδόντος
15. ἔτι τοῦ νοσήματος, ἀνέδην τε πίνοντα ψυχρὸν, καὶ μηδαμῶς
16. ἐμπιπλάμενον, ἄχρι περ ἂν ἀπέθανεν. αὗται μὲν δὴ τοιαῦται
17. καὶ τοσαῦται περὶ τὰς ὀρέξεις τῆς γαστρὸς αἱ πλημμέλειαι.
18. καὶ πρὸς αὐταῖς ἡ καρδιαλγία, σύμπτωμά τι τοῦ
1. στόματος τῆς γαστρὸς αἰσθητικὸν, ἀνιαρὸν ἐπὶ χυμοῖς δακνώδεσιν.
2. ἔξωθεν δὲ τούτων ἐστὶν ὁ καλούμενος βούλιμος
3. ἐνδείας τε ἅμα καὶ ἀτονίας καὶ καταψύξεως τῆς ἐνταῦθα σύμπτωμα.
4. θαυμαστὸν δὲ οὐδὲν, εἰ ταῖς ὀδύναις αὐτοῦ λειποψυχίαι
5. τε καὶ καταπτώσεις ἕπονται τῆς δυνάμεως. ὅπου
6. γὰρ ὁρῶνταί τινες ἐπὶ προσπταίσματι δακτύλου λειποθυμήσαντες,
7. οὐδὲν δήπου θαυμαστὸν ἐπὶ στομάχῳ παθεῖν αὐτὸ,
8. καὶ τῇ τῆς αἰσθήσεως ἀκριβείᾳ καὶ τῇ τῆς θέσεως ἐγγύτητι
9. τὰς δύο ἀρχὰς ἑτοιμότερον εἰς συμπάθειαν ἄγειν αὐτοῦ δυναμένου.
10. καὶ τὰ μέγιστα συμπτώματα τοὺς εὐαισθητοτάτους
11. στομάχους ἔστιν εὑρεῖν ἐπιφέροντας, ὡς ἂν καὶ μᾶλλον τῶν
12. ἄλλων ἀνιωμένους ἐπὶ πᾶσι τοῖς λυποῦσι, καὶ ταῖς ἀρχαῖς
13. ἀμφοτέραις ἀναπέμποντας ἔστιν ἰδεῖν τὴν βλάβην αὐτούς.
14. ὅταν δὲ δὴ καὶ ὅλον τὸ νευρῶδες γένος ἐπί τινος εὐαισθητότερον
15. ἢ εὐπαθέστερον ὑπάρχῃ, τότε δὴ καὶ μάλιστα καὶ αὐτάς
16. γε τὰς ἀρχὰς εἰς συμπάθειαν ἑτοιμότερον ἄγεσθαι
17. συμβέβηκεν, ὅταν ἤτοι κατά τι πάθος, ἢ καὶ φύσει πως
18. ὑπάρχουσιν ἀσθενεῖς. καὶ ὅταν γε συνέλθῃ τὰ τέτταρα,
1. μέγιστον ἀνάγκη γενέσθαι τὸ πάθημα. τέσσαρα δὲ λέγω,
2. τήν τε λυποῦσαν τὸν στόμαχον διάθεσιν ἰσχυρὰν γενομένην,
3. καὶ τὴν αἴσθησιν αὐτῆς μάλιστα ἀκριβουμένην, καὶ τὸ τῶν
4. νεύρων γένος, ἢ τὸ τῶν ἀρτηριῶν ἀσθενὲς ὑπάρχον, ἔτι δὲ
5. πρὸς τούτοις ἤτοι τὸν ἐγκέφαλον, ἢ τὴν καρδίαν. οὕτω
6. γοῦν ἐπιληψίαι τε διὰ τὸν ἄτονον στόμαχον ἐνίοις ἐπιγίνονται,
7. καὶ κάροι, καὶ κώματα, καὶ καταλήψεις, παραφροσύναι
8. τε καὶ μελαγχολίαι, τῆς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰ νεῦρα
9. συμπαθούσης ἀρχῆς. αἱ δὲ ὀνομαζόμεναι καρδιακαὶ συγκοπαὶ
10. τῆς κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας ἀρχῆς συμπαθούσης
11. ἐπιγίγνονται. οὕτω δὲ καὶ ἀσφυξίαι τε καὶ μικροσφυξίαι,
12. καὶ κακοσφυξίαι· αἱ δ’ ἄπνοιαι τῶν ἀρχῶν ἀμφοτέρων
13. εἰς μεγάλην ἀγομένων συμπάθειαν· αἱ δύσπνοιαι δὲ
14. κατὰ διττὸν τρόπον, αἱ μὲν τῇ στενοχωρίᾳ τῶν φρενῶν, αἱ
15. δὲ τῶν ἀρχῶν ἀμφοτέρων συμπασχουσῶν. αἱ δ’ εἰς τὰ τοιαῦτα
16. παθήματα προφάσεις ἄγουσαι τὸ ζῶον οὐκ ὀλίγαι.
17. ψύξις τε γὰρ ἰσχυρὰ ποτὲ μὲν αὐτὴ καθ’ αὑτὴν, ἔστι δ’ ὅτε
18. ἐπὶ φλέγματι πάνυ ψυχρῷ, (τοιοῦτον δέ ἐστι παραπλήσιον
1. ὑάλῳ κεχυμένῃ κατά τε τὴν χρόαν καὶ τὴν σύστασιν, ὅν περ
2. δὴ καὶ ὑαλώδη χυμὸν οἱ περὶ τὸν Πραξαγόραν τε καὶ Φιλότιμον
3. ὀνομάζουσιν) οὐχ ἥκιστα δὲ καὶ φυσῶδες πνεῦμα ψυχρὸν,
4. ἢ ποτὸν, ἢ ἐδεστὸν, ἤ τι φάρμακον ἱκανῶς ψυχρὸν, αὐτό τε
5. τῆς κοιλίας τὸ στόμα καταψύχεται, καὶ σὺν αὐτῷ διὰ μὲν
6. τῶν νεύρων τὸν ἐγκέφαλον, διὰ δὲ τῆς μεγάλης ἀρτηρίας τὴν
7. καρδίαν συγκαταψύχει· τῇ μὲν τῶν νεύρων τοῦ γένους κοινωνίᾳ
8. τὸν ἐγκέφαλον, τῇ δὲ τῆς θέσεως ἐγγύτητι τὴν καρδίαν.
9. ἐπειδὰν μὲν γὰρ ἡ ἐκφυεῖσα τῆς καρδίας ἐπιβῇ τῆς
10. ῥάχεως ἡ μεγίστη τῶν ἀρτηριῶν, πρῶτον μὲν ζεύγνυταί τε
11. καὶ συνάπτεται δι’ ὑμένων τῷ στομάχῳ, μετ’ αὐτὸν δὲ τῷ
12. στόματι καὶ αὐτῇ τῇ γαστρὶ κατὰ μῆκος ὑποτείνεται κάτω
13. προϊοῦσα. διὰ ταύτης μὲν οὖν τῆς ἀρτηρίας μεγίστης τε
14. οὔσης καὶ ἐξ αὐτῆς τῆς καρδίας ἐκφυομένης, ἡ ἑτέρα τῶν ἀρχῶν
15. συμπαθεῖ τῷ στόματι τῆς κοιλίας· διὰ δὲ τῶν νεύρων
16. ὁ ἐγκέφαλος· ὥστ’ οὐδὲν θαυμαστὸν ἐπὶ ταῖς νόσοις αὐτοῦ
17. μέγιστά τε καὶ ἰσχυρότατα συμπτώματα καταλαμβάνειν τὸ
18. ζῶον. ὅστις μὲν οὖν ὁ τρόπος ἐστὶν ἑκάστου τῆς γενέσεως,
1. ἐν τοῖς μετὰ ταῦτα λεχθήσεται· νυνὶ δὲ τὰς προφάσεις αὐτὰς
2. ἀρκεῖ μοι διελθεῖν. εἰσὶ δὲ μύκητές τινες καὶ βουπρήστεις
3. καὶ ψιμμύθιον καὶ γύψος καὶ γάλα πεπηγὸς, αἵ τε
4. ἀπὸ τῶν ὑστερῶν πνίξεις ἐπὶ τῶν χηρευουσῶν τε καὶ μὴ καθαιρομένων,
5. ὅσα τε ἀνάλογον αὐταῖς ἐπὶ τῶν ἀῤῥένων γίνεται,
6. λεχθήσεται δὲ χωρὶς ὑπὲρ ἀπνοίας ἑτέρωθι.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 1.7, ed. Kühn, 1824, vol. 7, p. 127-139. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩