7. Καὶ περὶ μὲν τῶν αἰσθητικῶν ὀργάνων
8. ἁπάντων, ἔτι τε τῶν κατὰ ταῦτα δυνάμεων, ἤδη μοι δοκῶ
9. πέρας ἔχειν τὸν λόγον. ἐπ’ αὐτὸ δὲ τὸ κατάρχον αὐτῶν ἐπιπέμπον
10. τε τοῖς κατὰ μέρος οἷον ἐκ πηγῆς τινος ἑαυτοῦ τὰς
11. δυνάμεις ἐπιέναι τῷ λόγῳ καιρός. ἔστι δὲ δήπου τὸ πρῶτον
12. αἰσθητικόν. ἐν αὐτοῖς μὲν γὰρ τοῖς κατὰ μέρος ὀργάνοις
13. ἑκάστῃ τῶν αἰσθήσεων ἡ ἀπὸ τῶν αἰσθητῶν ἀλλοίωσις
14. ἐπιτελεῖται. ταύτης δὲ αἰσθητικὸν γίγνεται τὸ ἀλλοιούμενον
15. μόριον, ἐκ τοῦ δέχεσθαι τὴν ἀπ’ ἐγκεφάλου κατιοῦσαν εἰς
16. αὐτὸ διὰ τοῦ νεύρου δύναμιν. αὐτὸς γὰρ ὁ ἐγκέφαλος οὐκ
17. αἰσθητικὸν ὄργανον ὑπὸ τῆς φύσεως, ἀλλ’ αἰσθητικῶν αἰσθητικὸς
18. ἐγένετο. καὶ ὅτι μὲν ἀεὶ διὰ τῶν νεύρων ἐπιπέμπει τὴν
1. αἰσθητικὴν δύναμιν ἅπασι τοῖς τοῦ ζώου μορίοις, ἐναργέστατόν
2. ἐστιν ἐκ τοῦ μετὰ τὸ τμηθῆναι νεῦρον ὁτιοῦν εὐθέως
3. ἀναίσθητον ἀποτελεῖσθαι τὸ μέρος, εἰς ὃ τὸ νεῦρον κατασχίζεται.
4. ἐναργὲς δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὡς κατὰ τοὺς ὕπνους
5. ἤτοι παντάπασιν ἀργοῦσιν αἱ αἰσθήσεις, ἢ ἀμυδρῶς ἐνεργοῦσιν.
6. εὔλογον οὖν ὀλίγην τινα ἐπιῤῥεῖν τηνικαῦτα δύναμιν
7. ἀπὸ τῆς ἀρχῆς τοῖς κατὰ μέρος. καὶ τό γε βαθέως τε καὶ
8. μὴ βαθέως κοιμᾶσθαι, τοῦτο δὴ τὸ συνήθως ἑκάστοτε λεγόμενον,
9. ἐν τῷ ποσῷ τῆς ἐπιῤῥοῆς ἐστι. τοσούτῳ γὰρ μεῖον
10. ἐπιῤῥεῖν εἰκός ἐστιν, ὅσῳπερ ἂν ὁ ὕπνος ᾖ βαθύτερος. ἔοικεν
11. οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ τῷ κατὰ τὸν ὕπνον ἀναπαύεσθαι
12. μὲν ἡ ψυχικὴ δύναμις, ἐνεργεῖν δὲ ἰσχυρότερον ἡ
13. φυσική. τεκμήραιτο δ’ ἄν τις τῷ κεκμηκυῖαν αὐτὴν ὑπνωσάντων
14. ἀναῤῥώννυσθαι, καὶ μάλισθ’ ὅταν ἐπὶ τροφῇ συμμέτρῳ
15. κοιμηθῶμεν· ἔτι τε τῷ πέττεσθαι τὴν τροφὴν ὑπνούντων
16. κάλλιστα καθ’ ὅλον τοῦ ζώου τὸν ὄγκον, οὐκ ἐν τῇ
17. γαστρὶ μόνον. ἔστι δὲ καὶ ἄλλως εὔλογον ἀναπαύεσθαί ποτε
18. κᾀκεῖνο τοῦ ζώου τὸ μέρος, ἐν ᾧ τῆς λογικῆς ψυχῆς ἐστιν
1. ἡ ἀρχή. ἡ μὲν γὰρ καρδία φαίνεται κατὰ σμικρὰ τοῦτο
2. ποιοῦσα, ὡς μὴ δεῖσθαι χρόνου πολλοῦ πρὸς ἀνάπαυσιν· ὁ
3. δὲ ἐγκέφαλος οὐχ οὕτως, ἀλλ’ ἐν μὲν ταῖς ἐγρηγόρσεσιν ἐνεργεῖ
4. διὰ παντὸς, ὑπνούντων δὲ ἡσυχάζει, καὶ διὰ τοῦτο βαθύτερος
5. ὕπνος συμπίπτει τοῖς πλείονα γυμνασαμένοις, ὡς ἂν
6. ἀπεῤῥυηκυίας αὐτοῖς πολλῆς δυνάμεως ἀπὸ τῆς ἀρχῆς, ὁπότε
7. ἐνήργουν. διά τε οὖν τὴν κένωσιν ἧς ἔπεμψε δυνάμεως ὁ
8. ἐγκέφαλος, ἔτι δὲ διὰ τὸν κάματον, ὃν ἔκαμε διὰ τὰς πολλὰς
9. ἐνεργείας, ἀναπαύσεώς τε ἅμα καὶ ἀναῤῥώσεως χρῄζει. ὥσπερ
10. δὲ ἐπὶ τοῖς γυμνασίοις ἑτοιμότερόν τε καὶ βαθύτερον
11. ὑπνοῦσιν, οὕτω καὶ τροφὴν προσενεγκάμενοι, καὶ ὅσῳ περ
12. ἂν ὑγροτέρα τὴν φύσιν ὑπάρχῃ, τοσούτῳ μᾶλλον ὑπνοῦσιν·
13. οὕτω δὲ καὶ οἶνον πλείονα προσαράμενοι, καὶ λουσάμενοι
14. λουτροῖς δαψιλέσι θερμοῖς κατὰ τῆς κεφαλῆς. ἅπαντα
15. γὰρ τὰ τοιαῦτα φαίνεται πληροῦντα τὸν ἐγκέφαλον ὑγρότητος,
16. ἧς ἄρα δεῖται κεκμηκώς τε καὶ κατεξηρασμένος ὡσαύτως
17. ἐν ταῖς πολλαῖς ἐνεργείαις. ἀλλὰ γὰρ ὅτι ἡ μὲν κεφαλὴ πληρουμένη
18. τὸν ὕπνον ἐπιφέρει, δέδεικται πρὸς Ἀριστοτέλους
1. αὐτάρκως, καὶ οὐδὲν δεῖ νῦν ἡμᾶς ἐπεξιέναι τῷ λόγῳ. τὸ
2. γάρ τοι περὶ ὕπνου καὶ ἐγρηγόρσεως ἀναγνούς τις αὐτοῦ βιβλίον,
3. αὐτό τε τοῦτο σαφῶς ἐκμαθήσεται, τὸ πληρουμένης
4. τῆς κεφαλῆς ἐπιγίγνεσθαι τοῖς ζώοις τοὺς ὕπνους, ἔτι τε πρὸς
5. τούτοις κατανοήσει τὸ χωλεῦον παρ’ αὐτῷ τοῦ λόγου. καί
6. τοι γὰρ ἱκανώτατος ὢν ἐπιχειρῆσαι καὶ πιθανώτατος εἰς ὅπερ
7. ἂν ἐθελήσῃ τὸν λόγον ἀγαγεῖν, ὅμως οὐδὲν ἔσχε πιθανώτερον
8. ἐξευρεῖν, διότι τῆς κεφαλῆς πληρουμένης ἀναπαύεται τὸ
9. πρῶτον αἰσθητικὸν ἐν τῇ καρδίᾳ καθιδρυμένον, ὡς αὐτὸς
10. ὑπολαμβάνει· πολὺ γὰρ δήπου πιθανώτερον ἦν ἐπὶ ταῖς τοῦ
11. πνεύμονος ὑγρότησι γίγνεσθαι τοὺς ὕπνους, ὃν ἡ φύσις οὐδὲν
12. ἄλλο ἢ ὑπηρετήσοντα τῇ καρδίᾳ περιέβαλε κύκλῳ. τίς δ’
13. οὐχὶ καὶ τῶν τἀναντία δοξαζόντων ἰατρῶν, ἢ ἀπὸ ψιλῆς ἀναγομένων
14. τῆς ἐμπειρίας, ἐν κάροις καὶ ληθάργοις καὶ κώμασι
15. καὶ πᾶσι τοῖς παρὰ φύσιν ὑπνώδεσι νοσήμασιν ἐπὶ τὴν
16. κεφαλὴν ἀφικνεῖται καταντλῶν καὶ καταπλάττων αὐτὴν, καὶ
17. ξυρῶν, καὶ σικύας προσφέρων, καὶ πᾶν ὁτιοῦν ἄλλο μηχανώμενος,
18. ὡς ἐνταῦθα τῆς ῥίζης τοῦ νοσήματος ὑπαρχούσης;
1. οὕτω δὲ καὶ τὰς παραφροσύνας καὶ φρενίτιδας, ἁπάσας τε
2. τὰς παρὰ φύσιν ἀγρυπνίας ἰώμενοι, τῇ κεφαλῇ τὰ βοηθήματα
3. προσφέρουσιν. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι διὰ
4. πλειόνων ἀποδέδεικται. τὸ δὲ εἰς τὰ παρόντα τοῦ λόγου
5. χρήσιμον, ὡς ὁ ἐγκέφαλος ἡνίκα μὲν ἐπιπλέον αὐτὸς ἐνεργήσας
6. ἀναπαύεσθαι βουληθῇ, τὸν κατὰ φύσιν ὕπνον ἐπάγει
7. τῷ ζώῳ, καὶ μάλιστα ἐπειδὰν ὑγρότητος δαψιλοῦς ἀπολαύειν
8. ἡ ἐν αὐτῷ θρεπτικὴ δύναμις ἔχῃ· ἡνίκα δ’ ἂν ὑπὸ πολλῆς
9. ψυχρᾶς ὑγρότητος βαρύνηται, τὸν ἐν κώμασί τε καὶ ληθάργοις
10. ὕπνον ἐπιφέρει, ὅσα τε ἄλλα νοσήματα παραπλήσια·
11. κεφάλαιον δ’ αὐτῶν ἐστιν ἡ ὑγρότης τε καὶ ψύξις, ἤτοι κατὰ
12. μόνας ἑκατέρα συνισταμένη, ἢ καὶ κατ’ αὐτὸν ἀμφότεραι
13. συνελθοῦσαι. τοιαῦτα γοῦν ἐστι καὶ τὰ φάρμακα πάντα τά
14. τ’ ὄντως ὑπνωτικὰ καὶ ὅσα καλεῖται μὲν οὕτως, ἐργάζεται
15. δ’ οὐχ ὕπνον, ἀλλὰ κῶμά τε καὶ κάρον καὶ νάρκην παντὸς
16. τοῦ σώματος. ὅσα μὲν οὖν ὑγραίνει μόνον, ὑπνωτικὰ δεόντως
17. ὀνομάζεται· τὰ ψύχοντα δὲ οὐκ ὀρθῶς οὔθ’ ὕπνον οὔτ’
18. ἀνωδυνίαν ἐπιφέρειν ἄν λέγοιντο, ἀλλ’ ἀντὶ μὲν ὕπνου κῶμα
1. καὶ κάρον, ἀντὶ δὲ τῆς ἀνωδυνίας ἀναισθησίαν ἢ δυσαισθησίαν
2. διὰ τὴν ὑπερβολὴν τῆς ψύξεως. εἴρηται δὲ δήπου καὶ
3. πρόσθεν, ὡς ἡ νάρκη τὸ πάθημα δυσαισθησία τε ἅμα καὶ
4. δυσκινησία τῶν νευρωδῶν μορίων ἐστί· καὶ γίγνεται μὲν, ὡς
5. ἐλέχθη, καὶ κατ’ ἄλλας αἰτίας, γίγνεται δὲ καὶ κατὰ δυσκρασίαν,
6. ὡς ἐπὶ τοῖς ψύχουσι φαρμάκοις. οὕτω μὲν οὖν ὕπνοι
7. τε καὶ κώματα καὶ κάροι καὶ νάρκαι γίγνονται. ξηρότης δ’
8. αὖ πάλιν ἀμετροτέρα καὶ θερμότης, καθάπερ ἐν φρενίτισιν,
9. ἢ διὰ χυμόν τινα δακνώδη τε καὶ θερμὸν, ἢ ἐρεθισμοὺς, ἢ
10. ἀγρυπνίας ἐπιφέρουσιν, ὅσαι γε μὴ διὰ λύπην ἤ τινα φροντίδα
11. συνίστανται. ὥσπερ δὲ τὰ τοιαῦτα συμπτώματα κοινὰ
12. τοῦ σώματος ὅλου γίγνεται διὰ τὸ πεπονθέναι τὴν ἀρχὴν,
13. οὕτω καὶ ἄλλα περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας ἁπάσας συμπίπτει,
14. τῆς ἀρχῆς παθούσης. αἵ τε γὰρ ἀποπληξίαι καὶ
15. ἐπιληψίαι διὰ τὸν ἐγκέφαλον γίγνονται· τοιοῦτον μέν τοι
16. πάθος ἡ ἀποπληξία περὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας, οἷον
17. ὁ βαθὺς ὕπνος ἐν ταῖς αἰσθητικαῖς ἐνεργείαις. ἕτερον
18. δὲ τοιοῦτον, οἷον ἐν ταῖς αἰσθητικαῖς ἡ ἀγρυπνία, ὁ ἐν
19. ταῖς ἐπιληψίαις σπασμός. ἄμφω μὲν γὰρ ταῦτα πλημμελεῖς
1. κινήσεις εἰσὶ τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο καὶ τῶν κατὰ
2. μέρος ἁπάντων μελῶν· ἄμφω δ’ αὖ πάλιν θάτεραι καταλήψεις
3. τε καὶ ἡσυχίαι τῶν ἐνεργειῶν αὐτοῦ. κατὰ μέντοι τοὺς
4. ὅλου τοῦ σώματος σπασμοὺς ἄνευ παραφροσύνης ἢ κάρου τὸ
5. νόσημά ἐστι τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, καθάπερ γε
6. κᾀπειδὰν ἤτοι χεὶρ ἢ σκέλος ἤτοι εἷς μῦς τείνηταί τε καὶ
7. σπᾶται βιαίως, ἑνὸς ἑκάστοτε νεύρου τοῦ κινοῦντος τὸ μέρος
8. ἡ βλάβη. ἥτις δ’ ἀκριβῶς ἐστιν ἡ αἰτία τοῦ νοσήματος ἐφ’
9. ᾧ σπᾶται τὰ μόρια, χαλεπὸν εἰπεῖν, ὥσπερ γε καὶ τρόμου
10. καὶ παλμοῦ καὶ ῥίγους. ὀνομάζω δὲ νῦν ῥῖγος οὐ τὴν τῆς
11. σφοδρᾶς ψυχρότητος αἴσθησιν, ἀλλὰ τὸν ἀνώμαλον ἅπαντος
12. τοῦ σώματος σεισμόν τε καὶ κλόνον. ἅπαντα γὰρ δὴ ταῦτα
13. φαίνεται καταλαμβάνοντα τὸ μυῶδες γένος ἢ μόνον ἢ μάλιστα
14. τῶν ἄλλων μορίων. ἀκριβέστερον δὲ εἰσόμεθα, διαστειλάμενοι
15. πρότερον αὐτῶν τὰς ἐννοίας. ἐν μὲν γὰρ τῷ
16. παρόντι τέτταρας ἐφθεγξάμεθα προσηγορίας, σπασμὸν καὶ
17. τρόμον καὶ παλμὸν καὶ ῥῖγος. ὁποῖον δὲ ἕκαστόν ἐστι
18. τῶν συμπτωμάτων, ἃ δηλοῦσι, παρ’ οὐδενὶ τῶν ἐμοῦ πρεσβυτέρων
1. εὗρον ἀκριβῶς διωρισμένον, ἀλλ’ οἱ μὲν εὐθέως ἐπὶ
2. τὰς οὐσίας ἔρχονται τῶν νοσημάτων, οἷς ἕπεται τὰ συμπτώματα·
3. τινὲς δὲ ἐπεχείρησαν μὲν αὐτὰ διαστείλασθαι, σφάλλονται
4. δὲ ἐν οἷς ἑρμηνεύουσιν, ὡς ἐξέσται μαθεῖν τῷ βουληθέντι
5. μετὰ τὴν ἡμετέραν διδασκαλίαν ἀναλέξασθαι τὰς βίβλους
6. αὐτῶν. οὐδὲ γὰρ οὐδὲν χαλεπόν ἐστι φωρᾶσαι τὰ κακῶς εἰρημένα,
7. προεγνωσμένων ἤδη τῶν ἀληθῶν. ὑπὲρ ἁπάντων
8. οὖν τούτων εἰρήσεται κατὰ τὸν ἑξῆς λόγον.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 1.8, ed. Kühn, 1824, vol. 7, p. 139-146. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩