Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 2.1, ed. Kühn, 1824, vol. 7, p. 147-149. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.1

ΤΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

1. Σπασμὸς δὲ καὶ τρόμος, καὶ παλμὸς, καὶ
2. ῥῖγος, καὶ φρίκη, καὶ λυγμὸς, καὶ βῆχες, ἐρυγαί τε καὶ
3. πταρμοὶ, καὶ σκορδινισμοὶ, καὶ χάσμαι, καὶ τρισμοὶ, κοινὸν
4. μὲν ἅπαντα γένος ἔχει κίνησιν πλημμελῆ· διενήνοχε δ’ ἀλλήλων
5. ἑνὶ μὲν καὶ πρώτῳ μάλιστα τῷ τὰ μὲν αὐτῶν
6. ἔργα φύσεως εἶναι βιαίως ἀναγκαζομένης κινεῖσθαι πρός τινος
7. αἰτίου νοσεροῦ, τὰ δὲ νοσώδεσιν ἕπεσθαι διαθέσεσιν, οὐδὲν εἰς
8. τὴν γένεσιν αὐτῶν συμπραττούσης φύσεως· ἔνια δὲ ὑπ’ ἀμφοῖν
1. ἐνεργούντων γίγνεσθαι; τοῦ τε νοσήματος ἅμα καὶ φύσεως.
2. ἀκούειν δὲ ἀξιῶ σε τοῦ τῆς φύσεως ὀνόματος ἐν τῷ λόγῳ τῷδε
3. κατὰ πάσης δυνάμεως τῆς διοικούσης τὸ ζῶον, εἴτε κατὰ τὴν
4. ἡμετέραν προαίρεσιν, εἴτε καὶ χωρὶς ταύτης. ἀντιδιαιροῦμεν
5. γὰρ νῦν ἁπάσῃ τῇ παρὰ φύσιν αἰτίᾳ, δι’ ἣν βλάπτεται καὶ
6. διαφθείρεται τὸ ζῶον, ὅλον ἐκεῖνο τὸ γένος τῶν δυνάμεων,
7. ὑφ’ οὗ διασώζεται. τοιαύτης μὲν οὖν δυνάμεως ἔργα, πταρμοὶ,
8. καὶ βῆχες, καὶ χάσμαι, καὶ σκορδινισμοὶ, καὶ λύγγες·
9. μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός·
10. ἀμφοῖν δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ
11. τε ναρκώδεις ἅπασαι κινήσεις ὅσαι τ’ ἄλλαι παραλυομένων
12. μὲν, οὐδέπω δὲ παραλελυμένων γίγνονται, καὶ πρὸς ταύταις
13. ὁ τρόμος. αὗται μὲν αἱ πρῶται διαφοραὶ τοῦ νῦν ἡμῖν προκειμένου
14. γένους τῶν συμπτωμάτων. ἐφεξῆς δὲ καθ’ ἑκάστην
15. ἴδιαί τινες, ὑπὲρ ὧν ἤδη λέγωμεν, ἀπὸ τῶν ὑπό τινος ἐμφύτου
16. δυνάμεως γιγνομένων κινήσεων ἀρξάμενοι. κοινωνία
17. δὲ καὶ ταύταις ἐστὶ πρὸς τὰς ἀκριβῶς κατὰ φύσιν, ἣν
18. ἀναγκαῖον εἰπεῖν πρότερον ὑπὲρ τοῦ διδάξαι σαφῶς, ὁποία
1. τις αὐτῶν ἐστιν γένεσις. οὐσῶν δὴ τεσσάρων δυνάμεων ὑφ’
2. ὧν διοικεῖται τὰ τρεφόμενα σώματα πάντα, πρώτης μὲν τῆς
3. ἑλκούσης πρὸς ἑαυτὴν τὸ χρηστὸν, ἑτέρας δὲ τῆς κατεχούσης
4. τοῦτο, καὶ τρίτης τῆς ἀλλοιούσης, καὶ τετάρτης τῆς ἀποκρινούσης
5. τὸ περιττὸν, ἐπειδὰν μὲν νόμῳ φύσεως διοικῆται τὸ
6. ζῶον, οὐδεμία κίνησις οὐδεμιᾶς αὐτῶν ἐστι σύμπτωμα· συστάντος
7. δέ τινος παρὰ φύσιν ἐν τῷ σώματι, ὅταν ἀποτρίβεσθαι
8. τοῦτο τῶν ἀποκριτικῶν τις ἐξορμήσῃ δυνάμεων, ἐνίοτε
9. μὲν ἀναίσθητοι τὸ πάμπαν αἱ κινήσεις αὐτῶν, ἐνίοτε δὲ αἰσθητοὶ
10. γίγνονται. περὶ μὲν δὴ τῶν ἀναισθήτων αὖθις
11. εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image