Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 2.2, ed. Kühn, 1824, vol. 7, p. 149-164. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.2

12. Περὶ δὲ τῶν αἰσθητῶν ἐπειδὴ κοινωνοῦσι
13. ταῖς προαιρετικαῖς ὀνομαζομέναις, ἡ διδασκαλία γιγνέσθω
14. κοινή. προαιρετικῆς μὲν οὖν ἐνεργείας βλάβη, παράλυσίς τε
15. καὶ σπασμὸς καὶ τρόμος καὶ νάρκη· ποικίλλεται δὲ ἐν
16. τοῖς κατὰ μέρος ὀργάνοις ἕκαστον τῶν εἰρημένων, οὐ τῇ τῶν
17. συμπτωμάτων ἰδέᾳ μόνον, ἀλλὰ καὶ ταῖς προσηγορίαις. ἡ
18. μὲν γὰρ τῶν τὴν ἀναπνοὴν ἐργαζομένων ὀργάνων παράλυσις
1. ἄπνοια, καθάπερ δὴ καὶ ἡ τῶν τὴν φωνὴν ἀφωνία προσαγορεύεται.
2. ἡ δὲ τῆς γλώττης παράλυσις οὐδὲν ὄνομα ἴδιον
3. κέκτηται, τελέως ἀναιροῦσα καὶ αὕτη τὴν διάλεκτον, ἔργον
4. οὐ σμικρὸν προαιρέσεως. ἔμπαλιν δὲ οὐδὲν ἧττον ἡ ἰσχουρία
5. παραπλήσιόν τι δόξει δηλοῦν ἀπνοίᾳ τε καὶ ἀφωνίᾳ, καίτοι
6. γε οὐ προαιρετικῆς ἐνεργείας, ἀλλὰ φυσικῆς ἐστιν ἀπώλεια·
7. τὸ γὰρ ἐκρεῖν ἀκουσίως τὰ οὖρα προαιρετικῆς ἐνεργείας βλάβη.
8. παραπλησίως δὲ τοῖς οὔροις ἐπὶ τῶν διαχωρημάτων ἡ μὲν
9. ἐπίσχεσις φυσικῆς, ἡ δὲ ἀκούσιος ἔκκρισις προαιρετικῆς ἐνεργείας
10. βλάβη. δέδεικται δ’ ἐπιπλέον ὑπὲρ τῶν τοιούτων
11. ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως. οὕτω μὲν αἱ παραλύσεις
12. ποικίλαι ταῖς ἰδέαις ὑπάρχουσιν. οἱ σπασμοὶ δὲ
13. κατὰ τάδε. τὸ μὲν τρίζειν ἀκουσίως τῶν μασσητήρων
14. μυῶν σπασμός ἐστιν· ἡ δὲ ἴλλωσις οἵ τε καλούμενοι στραβισμοὶ
15. τῶν κατὰ τοὺς ὀφθαλμούς· ὥσπέρ γε καὶ τῆς γονοῤῥοίας
16. ἡ ἑτέρα διαφορά. εἰ μὲν γὰρ μετὰ ἐντάσεως τοῦ
17. αἰδοίου γένοιτο, οἷον σπασμός ἐστιν, εἰ δὲ χωρὶς ταύτης,
1. ἀῤῥωστία τῆς καθεκτικῆς δυνάμεως. δοκοῦσι δὲ ἐνίοις καὶ αἱ
2. λύγγες. καὶ ἡ διπλῆ δὲ τῶν εἰσπνεόντων ἐπανάκλησις ἔστιν
3. ὅτε διὰ σπασμὸν γίγνεται τῶν τὴν εἰσπνοὴν ἐργαζομένων
4. μυῶν. ἔστι δέ τι καὶ τῆς ἐκπνοῆς εἶδος οἷον σπασμῶδες,
5. ἐπιγιγνόμενον αὖ καὶ τοῦτο τοῖς σπασμοῖς τῶν τὴν ἐκπνοὴν
6. ἐργαζομένων μυῶν, ὅπερ ὀνομάζεται παρ’ Ἱπποκράτους
7. πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορῇ. ὅτι δὲ καὶ ὅλου τοῦ
8. σώματος ἡ μὲν ἀποπληξία παράλυσις, ἡ δὲ ἐπιληψία σπασμός
9. ἐστιν, ἔμπροσθεν εἴρηται, καὶ μέντοι καὶ περὶ τῆς
10. νάρκης εἴρηται πρόσθεν, ὡς ἀμυδρά τίς ἐστι παράλυσις. οὐ
11. σμικρὰ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἡ διαφορὰ τῶν ναρκωδῶν
12. ἐστι μορίων, ἐπειδὴ μικτόν πώς ἐστι τὸ σύμπτωμα νοσήματός
13. τε καὶ δυνάμεως. εἰ μὲν γὰρ τὸ νόσημα τελέως ἐπικρατήσει
14. τῆς δυνάμεως, οὐδ’ ὅλως δύναται μεταφέρειν τὸ
15. μέλος· εἰ δ’ ἡ δύναμις, οὐδ’ ὅλως ἐμποδίζεται· εἰ δ’ οἷον
16. μάχη τις αὐτῶν εἴη, κινοῦσι μὲν, ἀλλὰ μόγις, καὶ εἰ κελεύσειας
17. ἀνατείναντας τὸ βεβλαμμένον κῶλον ἐκτεταμένον φυλάττειν,
18. οὐ δύνανται· καταπίπτει γὰρ ὑπὸ τοῦ συμφύτου 
1. βάρους φερόμενον κάτω ἀῤῥωστίᾳ τῆς ὀχούσης αὐτὸ δυνάμεως.
2. τὸ μὲν γὰρ ἐξαῖρόν τε καὶ βαστάζον ἡ δύναμίς ἐστι·
3. τὸ δὲ κάτω φερόμενον αὐτὸ τὸ σῶμα τῆς χειρὸς ἢ τοῦ σκέλους.
4. ἡ δ’ αἰτία πρόσθεν εἴρηται κατὰ τὸν περὶ τῶν αἰσθητικῶν
5. ἐνεργειῶν λόγον, ἐπιδεικνύντων ἡμῶν ἤτοι πιλούμενον
6. ὑπὸ τῆς ψύξεως τὸ νεῦρον, ἢ ἐμφραττόμενον ὑπὸ παχέων τε
7. καὶ γλίσχρων χυμῶν, ἢ βαρυνόμενόν τε καὶ θλιβόμενον ὑπό
8. τινος ἔξωθεν αἰτίου εἰς νάρκην τε καὶ παράλυσιν ἔρχεσθαι.
9. ὁ δέ γε σπασμὸς εἰς τὴν αὐτὴν ἄγει τά τε νεῦρα καὶ τοὺς μῦς
10. διάθεσιν, εἰς ἣν καὶ κατὰ φύσιν ἐχόντων ὑπὸ τῆς ψυχικῆς δυνάμεως
11. ἤγετο. εἴτε οὖν τεινομένων ἐπὶ τὴν ἀρχὴν, εἴτε καὶ
12. διὰ πνεύματος ἔμπτωσιν πληρουμένων τῶν μυῶν, αἱ προαιρετικαὶ
13. κινήσεις ἐγίνοντο, καὶ κατὰ τοὺς σπασμοὺς ταῦτα
14. συμβήσεται πνεύματός τε φυσώδους ἐν αὐτοῖς γεννᾶσθαι
15. δυναμένου, καὶ πολλῶν διαθέσεων τάσιν ἐργαζομένων, ὥσπερ
16. καὶ ἡ φλεγμονή. κεφάλαιον δ’ αὐτῶν ἐστι διττὸν, ὡς Ἱπποκράτης
17. ἐδήλωσε, πλήρωσίς τε καὶ κένωσις. ἐν μὲν οὖν
18. τοῖς φλεγμονώδεσι πάθεσιν ἡ πλήρωσις· ἐν δὲ τοῖς καυσωδεστάτοις
1. τε καὶ ξηροτάτοις πυρετοῖς ἡ κένωσις. ὅτι δὲ πληρουμένοις
2. τε καὶ κενουμένοις ἐπὶ πλέον ἅπασι τοῖς νευρώδεσι
3. σώμασι τείνεσθαι συμβαίνει, δηλοῦσιν οὐχ ἥκιστα καὶ αἱ ἐν
4. τοῖς ὀργάνοις ἐντεταμέναι χορδαί. ῥήγνυνται γοῦν ἄν τ’ εἰς
5. ὑγρὸν καὶ νοτιῶδες, ἄν τ’ εἰς ξηρὸν καὶ αὐχμῶδες οἴκημα τεταμέναι
6. κατατεθῶσι. καὶ διὰ τοῦτ’ ἐπανίασιν αὐτὰς οἱ τεχνῖται,
7. πρὶν κατατίθεσθαι. διὰ τοῦτο γοῦν ἐῤῥέθη καὶ
8. πρόσθεν ὡς ἡ σπασμώδης κίνησις ὑπὸ μόνου γίγνεται τοῦ νοσήματος,
9. ὁμοίως τῇ κατὰ τὰς παραλύσεις ἀκινησίᾳ. καὶ γὰρ
10. αὕτη τῷ λόγῳ τοῦ νοσήματος ἀποτελεῖται. ἡ δέ γε κατὰ
11. φύσιν ἐν τοῖς ζώοις ἀκινησία τε καὶ κίνησις, ὅταν ἀνατείναντες
12. τὴν χεῖρα δυνάμεθα φυλάττειν ἀκίνητον ἀνατεταμένην,
13. ὑπὸ τῆς ψυχικῆς ἀμφότερα γίγνεται δυνάμεως· εἰ δὲ κατατιθέντες
14. ἐπί τινος στερεοῦ τὴν ὑγιαίνουσαν χεῖρα, πάσας ἐκλύσαιμεν
15. τῶν μυῶν τὰς ἐνεργείας, οὔθ’ ὑπὸ τοῦ νοσήματος
16. οὔθ’ ὑπὸ τῆς δυνάμεως ἡσυχάζει κατ’ ἐκεῖνον τὸν καιρὸν,
17. ἀλλ’ ὑπὸ τοῦ συμφύτου βάρους τοῖς ζώοις ἡ χείρ. ὥστε τῶν
18. τριῶν ἡσυχιῶν τὴν μὲν ἐν ταῖς παραλύσεσιν ὑπὸ τοῦ νοσήματος
1. γίνεσθαι, δεδεμένης, ὡς ἂν εἴποι τις, ἐν τούτῳ τῷ
2. χρόνῳ τῆς δυνάμεως· τὴν δ’ ὅταν ἀνατεταμένον ἔχωμεν τὸ
3. κῶλον, ὑπὸ τῆς δυνάμεως· ἣν δ’ ἀρτίως ἐλέγομεν, ὑπ’ οὐδετέρου,
4. γινωσκόντων ἡμῶν ἅπερ ἐν τοῖς περὶ μυῶν κινήσεως
5. ἐλέχθη περὶ τῆς ἀνατεταμένης χειρὸς, ὡς ἐκ τοῦ τῶν ἐνεργειῶν
6. τε καὶ κινήσεών ἐστι γένους κατά γε τὴν ἀλήθειαν αὐτήν.
7. ἐλέχθη δὲ καὶ ὅτι τονικὴν ὀνομάζομεν ἡμεῖς τὴν κίνησιν
8. ταύτην. ἡ μὲν δὴ τοιαύτη κατάστασις ἑτέρῳ μὲν τρόπῳ κίνησις,
9. ἑτέρῳ δ’ ἀκινησία λέγοιτ’ ἄν· αἱ λοιπαὶ δὲ δύο κατ’
10. οὐδένα τρόπον ἐφάπτονται κινήσεως· ὥσπέρ γε καὶ αἱ λοιπαὶ
11. δύο κινήσεις, ἡ σπασμώδης τε καὶ ἡ προαιρετικὴ, κατ’ οὐδένα
12. τρόπον ἐφάπτονται ἀκινησίας. καὶ μὲν δὴ καὶ ὡς ἡ
13. ἀνατεταμένη χεὶρ ἐκ δυοῖν ἰσοσθενῶν ἐλέγετο συγκεῖσθαι κινήσεων,
14. ἄνω μὲν ἀναφερούσης αὐτὴν τῆς δυνάμεως, κάτω
15. δ’ ἀνθέλκοντος τοῦ συμφύτου βάρους, οὕτω καὶ ὁ τρόμος ἐκ
16. δυοῖν ἀποτελεῖται κινήσεων καὶ αὐτὸς, τῆς τε διὰ βάρος ἀπαγούσης
17. κάτω τὸ κῶλον, ἥν θ’ ἡ δύναμις εἰς τοὐναντίον ἀναφέρουσα
18. ποιεῖται. ἐπὶ μὲν οὖν τῆς ἐῤῥωμένης χειρὸς οὐδ’
19. ἐπὶ βραχὺ νικᾶται πρὸς τοῦ βάρους ἡ δύναμις, ἀλλ’ ἰσχυροτέρα
1. καθεστηκυῖα τῆς κάτω τοῦ κώλου ῥοπῆς, ὀχοῦσα τοσοῦτον
2. ἀναφέρει πρὸς τὸ μετέωρον, ὅσον ὑπεσύρετο κάτω·
3. κατὰ δὲ τοὺς τρόμους ἀκούσης αὐτῆς ὑποῤῥεῖ τὸ κῶλον κάτω·
4. φανερῶς γε ἔστι θεάσασθαι τὴν μάχην αὐτῶν οὔτε τῆς δυνάμεως
5. ἐπιτρεπούσης κατενεχθῆναι τὸ κῶλον ὡς ἐν ταῖς παραλύσεσιν,
6. οὔτε τοῦ βάρους συγχωροῦντος τῇ δυνάμει φυλάττειν
7. αὐτὸ μετέωρον, ὡς ὅτε ἔῤῥωται. ἐναλλὰξ οὖν τῆς δυνάμεως
8. νικώσης τε καὶ νικωμένης, καὶ διαδεχομένων ἀλλήλας
9. ἀεὶ τῶν ἐναντίων κινήσεων, ὁ τρόμος γίνεται, σύνθετός τις
10. ὑπάρχουσα κίνησις, ὥσπερ καὶ τῶν ἀρτηριῶν σφυγμός.
11. ἀλλ’ ἐν ἐκείναις μὲν αἰσθηταὶ διαιροῦσιν ἡσυχίαι κινήσεων τὴν
12. διαστολὴν ἀπὸ τῆς συστολῆς, εἰ μήπω ἄρα οὕτω γένοιτο
13. πυκνότατος ὁ σφυγμὸς, ὡς ἐν τοῖς μυρμηκίζουσιν. ἐνταυθοῖ
14. γὰρ οὐδεμίαν εὑρεῖν ἔστι μεταξὺ τῶν ἐναντίων κινήσεων
15. αἰσθητὴν ἡσυχίαν. οὐ γὰρ ἀμοιβὴ κινήσεώς ἐστιν ὑπὸ μιᾶς
16. ἐπιτελουμένη φύσεως, ἀλλὰ μάχη δυνάμεώς τε καὶ βάρους
17. σώματος. ὡς δ’ ἄν τις εἰκάσειε μάλιστα τὴν κίνησιν ἑτέρῳ
18. τινὶ τῶν κατὰ τὸ σῶμα, τῇ τῶν μυρμηκιζόντων σφυγμῶν
19. ἐστι παραπλήσιος. ὡς γὰρ ἐν ἐκείνοις ἡ κίνησις τῆς ἀρτηρίας
1. κατὰ βραχυτάτης φέρεται διατάσεως, οὕτως ἐν τοῖς τρόμοις
2. τὸ τοῦ ζώου μόριον, ὅ τι περ ἂν ὑπὸ τῆς ἀσθενοῦς κινῆται
3. δυνάμεως. εὔδηλος οὖν ἤδη καὶ ἡ γένεσίς ἐστι τοῦδε τοῦ συμπτώματος,
4. ὅτι τε σὺν ὁρμῇ τοῦ κινεῖσθαι πάντως, ὅτι τε
5. σὺν ἀσθενείᾳ δυνάμεως ἀποτελεῖται. ἔνιοι δ’ οὐκ οἴονται
6. τὴν ὁρμὴν ἀχώριστον εἶναι τοῦ τρόμου, θεωροῦντες ἐνίοτε
7. τὴν κεφαλὴν ὅλην τρομωδῶς σειομένην ἄνευ τοῦ προελέσθαι
8. κινεῖν. ἀγνοοῦσι γὰρ ὡς κᾀν τῷ φυλάττειν τι μέρος ὀρθὸν
9. ἥ τε προαίρεσις ἐνεργεῖ καὶ τείνονται παραπλήσιον ὑπ’ αὐτῆς
10. τρόπον οἱ μύες, οἷόν περ ἐτείνοντο κᾀν ταῖς ἄλλαις ἐνεργείαις.
11. ἡμῖν δὲ τοῦτο μὲν ἐν τοῖς περὶ μυῶν κινήσεως ἀποδέδεικται,
12. καὶ νῦν δ’ ἂν οὐ μικρὰ παράσχοιμεν τεκμήρια τοῦ
13. τε τὴν προαίρεσιν ἐνεργεῖν ἐν τοῖς τρόμοις καὶ τοῦ διὰ τὴν
14. ἀσθένειαν ἀδυνατεῖν ἄκλονον αὐτὸ φυλάττειν τὸ μέρος. ἐκεῖνον
15. γοῦν τὸν τρομώδη τὴν κεφαλὴν εἰ κατακλίναις ὕπτιον ἐπὶ
16. μαλακοῦ τινος, οὐκέτι τρομώδης ἔσται. κατὰ δὲ τὸν αὐτὸν
17. τρόπον οὐδ’ ὅστις ἤτοι γράφων, ἢ τέμνων, ἢ ὁτιοῦν ἄλλο
18. διαπραττόμενος ἐν τρόμῳ καθέστηκεν, οὐδ’ οὗτος ἡσυχάσας 
1. ταῖν χεροῖν, ἔτι φανεῖται τρέμων· ὥσπερ οὐδ’ ὁ τοῖν
2. σκελοῖν ἡνίκα βαδίζῃ τρομώδης γιγνόμενος, οὐδὲ γὰρ οὐδ’
3. ἐκεῖνος ἂν ἔτι τρέμοι παυσάμενος τῆς βαδίσεως. ἔνεστιν οὖν
4. σοι πολλάκις θεάσασθαι εὐρωστοτάτους νεανίσκους ἀναθεμένους
5. τι τοῖς ὤμοις μέγιστον βάρος, εἶτ’ ἐν τῷ προϊέναι τρέμοντας
6. τοῖς σκέλεσιν· εἰ δὲ παύσαιντο βαδίζοντες, ἢ τὸ φορτίον
7. ἀποῤῥίψαντες, εὐθὺς ἀτρόμους γιγνομένους. ἐπειδὴ
8. γὰρ ἐν τῷ πρός τι τὸ βαρὺ καὶ κοῦφόν ἐστιν, εἴη ἂν καὶ
9. τὸ φορτίον οὕτω μέγιστον, ὡς καὶ τοῖς ἰσχυροτάτοις εἶναι
10. βαρύ. τὴν μὲν οὖν εὔρωστον δύναμιν τὸ μέγιστον φορτίον
11. νικᾷ, τὴν δὲ μὴ τοιαύτην οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ σμικρόν·
12. εἰ δ’ ἐπὶ πλέον ἀῤῥωστήσειεν, αὐτὸ τὸ σύμφυτον αὐτῆς
13. σῶμα βαρύνει δίκην φορτίου, καὶ διὰ τοῦθ’ οἱ γέροντες
14. ἅπαντες ὅταν ἐπιχειρήσωσιν ἐνεργείαις σφοδροτέραις, αὐτίκα
15. τρομώδεις γίγνονται τοῖς ἐνεργοῦσι μέρεσιν. οὕτω δὲ καὶ
16. παρὰ κρημνόν τις παριὼν τρέμει τὰ σκέλη, καταβάλλει γὰρ
17. τὴν δύναμιν τὸ δέος. οὕτω καὶ θηρίον ὑποφαινόμενόν τις
18. ὑποφεύγων, τρομώδης καθίσταται. καὶ δὴ καὶ προσιών τις
19. δυνάστῃ φοβερῷ, τρέμει παντὶ τῷ σώματι, καὶ εἰ φθέγξασθαι
1. κελεύσειεν αὐτὸν, οὐδὲ τὴν φωνὴν ἄτρομός ἐστιν. ὡς οὖν
2. τὸ ψυχικὸν πάθος ἀῤῥωστίαν ἐργασάμενον τῇ κινούσῃ δυνάμει
3. τρομώδεις ἀποτελεῖ τὰς ἐνεργείας, οὕτω καὶ τὰ τοῦ σώματος
4. νοσήματα βλάπτοντα τὴν δύναμιν ἐπιφέρει τὰ τρομώδη
5. συμπτώματα. πρῶτα μὲν οὖν καὶ μάλιστα βλάπτει τὴν
6. δύναμιν ὅσα κατὰ δυσκρασίαν συνίστανται· καὶ γὰρ καὶ τὸ
7. γῆρας, ὅτι δυσκρασία τίς ἐστιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ξηρότερον,
8. διὰ τοῦτο ἑτοίμως ἁλίσκεται τρομώδεσι πάθεσιν·
9. ἁλίσκονται δὲ τῶν νεωτέρων οἵ τε ψυχθέντες ἰσχυρῶς καὶ
10. ὅσοι πολὺν ἐνεφορήθησαν ἔτι τὸν ἄκρατον οἶνον, ἢ πολλὰς
11. ἀπεψίας ἠπέπτησαν, ἢ χρόνῳ πολλῷ σιτίων ἐμπιπλάμενοι
12. διετέλεσαν ἀγύμναστοί τε καὶ ἀργοὶ παντελῶς· εἰσὶ δὲ οἳ καὶ
13. ψυχρὸν ὕδωρ οὐκ ἐν καιρῷ προσενεγκάμενοι τρομώδεις ἐγένοντο.
14. τὰ γὰρ τοιαῦτα πάντα ψυχρὰν δυσκρασίαν ἐργάζεται,
15. πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι καὶ κατ’ αὐτὴν τῶν
16. νεύρων τὴν ἀρχὴν, ἐνίοτε δ’ ἔν τισι μέρεσιν, ἅπερ ἀσθενέστερά
17. τε τῇ φύσει καὶ βλαβῆναι τῶν ἄλλων ἐπιτηδειότερα
18. τύχῃ. καὶ μὲν δὴ καὶ οἱ παχεῖς καὶ γλίσχροι χυμοὶ τὰς ὁδοὺς
1. τῆς δυνάμεως ἐμφράττοντες, ὡς ἐπιῤῥεῖν ἐλάττονα, τρόμων
2. αἴτια καθίστανται, καὶ μάλιστα ὅταν ἀκριβῶς ἐμφράξωσι καὶ
3. παραλύσωσι μόρια ἄττα νεύρων τινῶν. αἱ γὰρ ὑπόλοιποι
4. τῶν ἰνῶν ἀδυνατοῦσιν ἰσχυρῶς ἐντείνειν τὸν μῦν. ἐπειδὰν
5. μέν τοι τὰ φράττοντα τὰς διὰ τῶν νεύρων ὁδοὺς τῆς δυνάμεως
6. ὑγρὰ μηδέπω τελέως ἐμπεπλασμένα τύχῃ, διασείεσθαι
7. δέ τι καὶ διακινεῖσθαι δύνηται κατὰ τὰς βιαιοτέρας ἐμπτώσεις
8. τῆς δυνάμεως, αἱ τοιαῦται γίγνονται κινήσεις, οἵας ἔμπροσθεν
9. ἔφαμεν ἐν παραλύσεσιν ἀρχομέναις ἐνίοτε συμβαίνειν,
10. ἐπαιρομένου μὲν ἐνίοτε τοῦ κώλου, καταπίπτοντος δ’ αὐτίκα.
11. κατὰ μὲν γὰρ τὴν ἔμπτωσιν τῆς δυνάμεως ὅταν ἐπεγείρασά τε
12. καὶ συναθροίσασα σφοδρότερον ἑαυτὴν ἀπώσηται τὰ τῶν νεύρων
13. ἐμφράγματα, κινεῖται τὸ κῶλον· αὖθις δὲ τῶν διωσθέντων
14. εἰς τὸν ἐξ ἀρχῆς τόπον συῤῥεόντων, καταπίπτει τε καὶ
15. ἀκίνητον κεῖται, μέχρι περ ἂν πάλιν ἐκ δευτέρου ἡ δύναμις
16. ἀθροώτερον ἐμπεσοῦσα διασκεδάσῃ τοὺς χυμοὺς, οἳ κατειλήφεισαν
17. αὐτῆς τὰς ὁδούς. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ
18. ταῦτα. ὁ δὲ παλμός ἐστι διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι
1. δὲ γίγνεται τοῖς μορίοις, ὅσα γε διαστέλλεσθαι πέφυκεν. οὐ
2. γὰρ δὴ τά γε ὀστᾶ καὶ οἱ χόνδροι πάλλονταί ποτε, διότι μὴ
3. διαστέλλεσθαι δύνανται. ταῦτ’ ἄρα καὶ κατὰ τὸ δέρμα συμπίπτει
4. πολλάκις, ἔστι δ’ ὅτε καὶ κατὰ τοὺς ὑποκειμένους
5. αὐτῷ μύας, ἀτὰρ οὐχ ἥκιστα καὶ κατὰ γαστέρα καὶ κύστιν
6. καὶ τὴν μήτραν ἔντερά τε καὶ ἧπαρ καὶ σπλῆνα καὶ διάφραγμα
7. καὶ, συλλήβδην εἰπεῖν, ἅπανθ’ ὅσα διαστέλλεσθαι
8. πέφυκεν, ὥστε καὶ ταῖς ἀρτηρίαις καὶ αὐτῇ τῇ καρδίᾳ φαίνεται
9. συμπίπτων, ἑτέρας ταύτης κινήσεως ἐν ταύταις γιγνομένης
10. παρὰ τὸν σφυγμόν. οὔτ’ οὖν τῆς προαιρετικῆς δυνάμεως
11. οὔτε τῶν προαιρετικῶν ὀργάνων ἴδιόν ἐστι τὸ πάθος,
12. ὥσπερ ὁ τρόμος τε καὶ ὁ σπασμὸς, ἀλλ’, ὡς ἀρτίως εἴρηται,
13. πᾶσι τοῖς διαστέλλεσθαι δυναμένοις ἐγγίγνεται σώμασιν. ἔστι
14. δὲ δήπου ταῦτα πάντα μαλακὰ τὴν φύσιν, ὡς διάστασίν τε
15. καὶ συνίζησιν ὑπομένειν δύνασθαι. τὴν δ’ αἰτίαν τοῦ συμπτώματος
16. ἀπὸ τῶν ἐναργέστατα φαινομένων θηρεύειν προσῆκε,
17. τούτων δὴ τῶν κατὰ τὰ βλέφαρά τε καὶ ὀφρῦς καὶ μέτωπον
18. καὶ μῆλα συμπιπτόντων παλμῶν· ὁρᾶται γὰρ ἐν αὐτοῖς
19. ἐξαιρόμενόν τε καὶ διαφυσώμενον τὸ δέρμα, καθ’ ὃν αἱ
1. ἀρτηρίαι διαστέλλονται τρόπον. ὅπερ οὖν ἐπ’ ἐκείνων ἐζήτηται,
2. πότερον ἐξ αὐτῶν διαστελλόμεναι συνεπισπῶνται τῇ
3. διαστολῇ τὸ πληρῶσον, ὥσπερ αἱ φύσαι τῶν χαλκέων, ἢ
4. πληρούμεναι δίκην ἀσκῶν διαστέλλονται, τοῦτό σε χρὴ κᾀπὶ
5. τῶν παλλομένων μορίων διορίσασθαι πρῶτον. ἔοικε δὲ τῷ
6. μὲν γένει τῆς ζητήσεως ὁμοιοῦσθαι τῷ κατὰ τὰς ἀρτηρίας,
7. τῷ δ’ ἑτοίμῳ τῆς εὑρέσεως ἀποκεχωρίσθαι. οὐ γὰρ δὴ ὥσπερ
8. ταῖς ἀρτηρίαις ἀεί τε καὶ κατὰ φύσιν σφυζούσαις εἰκὸς εἶναί
9. τινα δύναμιν ἔμφυτον, οὕτω καὶ τοῖς παλλομένοις μέρεσι.
10. διὰ παντὸς γὰρ ἂν ὑπῆρχεν αὐτοῖς, καὶ ὑγιαίνουσι μᾶλλον.
11. ὁπότε οὖν οὔτε διὰ παντὸς οὔτε ὑγιαίνουσι, δῆλον ὡς οὐδ’
12. ἐξ ἑαυτῶν διαστέλλονται. καὶ μὴν εἴπερ οὐκ ἐξ ἑαυτῶν,
13. πάντως δήπου πρός τινος οὐσίας ἔνδοθεν ἐπιῤῥεούσης αὐτοῖς.
14. διττὴν δ’ εἶναι ταύτην εἰκὸς, ἤτοι χυμὸν ἢ ἀερώδη τινὰ φύσιν.
15. χυμὸν μὲν οὖν οὐχ ὁμολογεῖ τὸ τάχος οὔτε τῆς
16. γενέσεως οὔτε τῆς λύσεως τοῦ παλμοῦ· καὶ γὰρ ἐξαίφνης
17. γίγνεται καὶ παύεται παραχρῆμα. χυμὸς δ’ οὐδεὶς οὕτως οὔτε 
1. ἐπιῤῥεῖ ταχέως οὔτ’ ἀποῤῥεῖ, καὶ μάλιστ’ ἐν οἷς ἄρτι λέλεκται
2. μέρεσι τοῖς κατὰ τὸ πρόσωπον, ἐπὶ ψιλοῖς σχεδόν τι τοῖς
3. ὀστοῖς ἐπιτεταμένου τοῦ δέρματος· ἅστε ἀνάγκη τὴν ἐργαζομένην
4. τοὺς παλμοὺς αἰτίαν ἀερώδη τινὰ οὐσίαν ὑπάρχειν.
5. ἀλλ’ εἴπερ ὀλίγη τε εἴη αὕτη καὶ λεπτομερὴς, ἑτοίμως ἂν
6. διέῤῥει τοῦ σώματος. ἔοικε δ’ ἄρα παχυμερής τις εἶναι καὶ
7. ἀτμώδης καὶ τὸ πλῆθος ἀξιόλογον, ὡς πρὸς τὸ χωρίον, ἐν
8. ᾧπερ ἂν ἑκάστοτε συνίσταται. διαστέλλεται οὖν, ὡς εἰκὸς,
9. καὶ ἐξαίρει καὶ διαφυσᾷ τὸ μέρος, ἄχρι περ ἂν ὠθουμένη τε
10. καὶ βιαζομένη πρὸς τὸ συγγενὲς ἀναπνεύσῃ, ὁμοίου συμβαίνοντος
11. τοῦ κατὰ τὰς ἐν τοῖς ἑψομένοις χυλοῖς πομφόλυγας,
12. πλήν γε ὅτι ῥήγνυνται μὲν αἱ πομφόλυγες, τὸ παλλόμενον δ’
13. οὐ ῥήγνυται σῶμα διὰ τὴν ἰσχὺν, ἀλλ’ ἐξαίρεται μὲν, ἄχρι
14. περ ἂν ὠθῆταί τε καὶ διεξέρχηται δι’ αὐτοῦ τὸ πνεῦμα, καταπίπτει
15. δ’ αὖθις εἰς τὴν ἐξ ἀρχῆς ἕδραν, ἐπειδὰν ἐκκενωθῇ τε
16. καὶ διεξέλθῃ τὸ πᾶν. εὐλόγως δὲ καὶ τοῖς ψυχθεῖσιν ὁτιοῦν
17. μόριον οἱ παλμοὶ συμβαίνουσιν. ὃ γὰρ ἐν τῷ κατὰ φύσιν
18. ἔχειν ἀπέῤῥει λεπτυνόμενόν τε καὶ κατεργαζόμενον ἀκριβῶς
19. ὑπὸ τοῦ συμφύτου τοῖς ζώοις θερμοῦ, τοῦτο νῦν ἀῤῥωστήσαντος
1. αὐτοῦ διὰ τὴν ψύξιν ἀτμωδέστερον καὶ παχυμερέστερον
2. γίγνεται· ὥστ’ οὐχ ἑτοίμως διαπνεῖται, καθάπερ ἔμπροσθεν,
3. ἀλλ’ ἴσχεταί τε κατὰ τὸ δέρμα καὶ στενοχωρούμενον
4. ἐν τῇ διεξόδῳ βραδύνει κατὰ τὴν ὁδόν. εἰ δὲ καὶ αὐτὸ τὸ
5. δέρμα πυκνωθείη, διπλασιασθήσεται τὸ σύμπτωμα, τοῦ
6. πάχους τῆς διαῤῥεούσης οὐσίας προσλαβόντος τὴν στενότητα
7. τῶν ὁδῶν. οὕτω μὲν οὖν ἐν τοῖς παλμοῖς ἐξαίρεταί τε
8. καὶ διαστέλλεται τὸ δέρμα. οὕτω δὲ καὶ οἱ μύες, ὅταν ἐν
9. αὐτοῖς ἀθροίζηται τὸ τοιοῦτον περίττωμα, συνεξαίρουσιν
10. ἐνίοτε διαστελλόμενοι τὸ κῶλον ἅπαν. ἀλλ’ ἡ τοιαύτη κίνησις
11. ἐναργέστατα διαφέρει τῆς σπασμώδους τῷ μήτ’ ἐκτείνειν
12. ἀκριβῶς μήτε κάμπτειν τὸ κῶλον. ἐπὶ γάρτοι τῶν παλμῶν
13. ἐκτείνεται μὲν ἢ κάμπτεται τὸ κῶλον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου,
14. διασείεται δέ πως ἐφ’ ἑκάτερα, μέχρις ἂν ὁ μῦς παύσηται
15. παλλόμενος, ἐν μὲν ταὐτῷ τρόπῳ τῆς κινήσεως ἐπιτελουμένης,
16. ἐν ᾧπερ καὶ ὁ τρόμος, διαλλαττούσης δ΄ ἐν τῷ κατὰ
17. μεγάλα γίγνεσθαι διαστήματα, κατὰ σμικρὰ τοῦ τρόμου
18. συμπίπτοντος. ὁ γάρτοι παλλόμενος μῦς ὅταν ἀξιόλογος
19. ᾖ τὸ μέγεθος, ἐν μὲν τῷ διαστέλλεσθαι συνεξαίρει τὸ
1. κῶλον ὅλον ἑαυτῷ πολλάκις, ἐν δὲ τῷ συστέλλεσθαι συγχωρεῖ
2. φέρεσθαι κάτω, καθάπερ ἄψυχον, ὥστ’ εἶναι τὴν κίνησιν
3. ἅπασαν παρὰ φύσιν, οὐχ ὥσπερ ἐπὶ τοῦ τρόμου μικτήν
4. γέ πως καὶ σύνθετον. ὁποία δὲ ἡ τῶν παλλομένων κώλων
5. γίγνεται κίνησις, ὀλίγη τε ἅμα καὶ βραδεῖα καὶ ἀραιὰ, τοιαύτη
6. τοῖς ῥιγοῦσι συμπίπτει, πολλή τε ἅμα καὶ πυκνὴ καὶ ταχεῖα.
7. λέγω δὴ πολλὴν μὲν αὐτῷ τῷ τῶν κινήσεων ἀριθμῷ·
8. ταχεῖαν δὲ τῷ ῥοίζῳ τῆς φορᾶς· πυκνὴν δὲ τῷ βραχυχρονίῳ
9. τῶν ἡσυχιῶν. ἔστι δ’ οὐχ ὡσαύτως ἡ κίνησις ἥδε
10. παλμῷ καὶ σπασμῷ ὅλη παρὰ φύσιν, ἀλλ’ ἕτερον μὲν τρόπον
11. ἤπερ ὁ τρόμος. ἐπίμικτος δ’ οὖν καὶ αὕτη πώς
12. ἐστιν ἔκ τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς τοῦ ζώου δυνάμεως,
13. καὶ πλέον γ’ ἐπὶ ταύτης ἐστὶν ἤπερ ἐν τοῖς
14. τρόμοις τὸ τῆς δυνάμεως, μᾶλλόν τ’, εἰ χρὴ τἀληθὲς.
15. εἰπεῖν, ἡ μὲν κίνησις ἅπασα συμφύτου δυνάμεώς ἐστιν, ἣν
16. ὀνομάζειν ἔθος ἡμῖν ἐκκριτικήν τε καὶ ἀποκριτικήν· ἡ δὲ
17. τὴν δύναμιν ἀναγκάζουσά τε καὶ βιαζομένη κινεῖσθαι βιαίως
18. αἰτία παρὰ φύσιν ἐστίν.

Cliquer un n° de page pour en afficher l’image