1. Ὅστις μὲν οὖν ἱκανῶς κατενόησε τὰς ἐνεργείας
2. τῆς δυνάμεως ταύτης, ὑγιαίνοντος ἀμέμπτως τοῦ ζώου,
3. καὶ ἄλλως ἐστὶ συνετὸς, οὐδὲν δεῖ τούτῳ μακροτέρου λόγου.
4. ὅστις δ’ οὔτ’ ἐκείνας ἔγνω καὶ τὴν διάνοιαν ἀμβλύτερος ἔφυ,
5. τούτῳ συμβουλεύσαιμ’ ἂν, εἰ μὲν μηδ’ ὅλως ἀληθείας ἐρᾷ,
6. χωρίζεσθαι τοῦδε τοῦ γράμματος· εἰ δ’ ἐσπούδακέ τε καὶ τιμᾷ
7. τὸ ἀληθὲς, ἐπὶ τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα πρότερον
8. ἀπελθόντι καὶ γυμνασαμένῳ ἱκανῶς ἐν αὐτοῖς, οὕτως
9. ἐπὶ τόνδε τὸν λόγον ἐπανελθεῖν. εἰ μὴ γὰρ τοῦτο ποιήσειεν,
10. οὔτε τῶν ὑφ’ ἡμῶν λεχθησομένων παρακολουθήσει ταῖς ἀποδείξεσιν
11. οὔτε τῶν ἔμπροσθεν εἰρημένων κατανοήσει τὸ ἀναπόδεικτον.
12. ἐγὼ μὲν οὖν προὐθέμην ἐν τῇδε τῇ πραγματείᾳ
13. μηδεμίαν ἐξελέγξαι δόξαν. ἔνεστι δὲ τῷ βουλομένῳ τὴν εἰκοστὴν
14. καὶ τετάρτην Ἀθηναίου βίβλον ἀναγνόντι τὰς ὑπὸ
15. τῶν ἐκείνου πρεσβυτέρων ἰατρῶν τε καὶ φιλοσόφων εἰρημένας
16. αἰτίας περὶ ῥίγους, εἰς ὅσον ἥκουσιν ἀτοπίας καταμαθεῖν·
17. ἐξελέγχει γὰρ ἁπάσας αὐτὰς ὁ Ἀθήναιος. ἔνεστι δὲ καὶ αὐτὴν
18. Ἀθηναίου δόξαν βασανίσαι, πιθανώτερον μέν τι τῶν ἔμπροσθεν
1. ἔχουσαν, οὐ μὴν οὐδ’ αὐτὴν ἀληθεύουσαν. ἀλλὰ ταῦτα
2. μὲν ὅτῳ φροντὶς ἀληθείας οἶδ’ ὅτι καθ’ ὃν ὑφήγηται τρόπον,
3. οὕτω πειράσεται ποιεῖν. ἐγὼ δ’ ὡς ἀνεγνωκόσι
4. τὰ περὶ φυσικῶν δυνάμεων ὑφ’ ἡμῶν γεγραμμένα διαλέξομαι
5. βραχέα πρότερον ἀναμνήσας ὧν ἐν αὐτοῖς ἀπέδειξα περί τε μήτρας
6. καὶ γαστρὸς, ἐντέρων τε καὶ κύστεως. αἵ τε γὰρ μῆτραι
7. κατ’ οὐδένα τρόπον ἕτερον ἐδείχθησαν εἰς ἀποκύησιν ὁρμῶσαι
8. τῶν ἐμβρύων ἢ διὰ τὴν τῆς ἀποκριτικῆς δυνάμεως ἐνέργειαν. αἱ
9. γοῦν ἐννέα μησὶν ἀνεχόμεναι τοῦ τε βάρους τοῦ κατὰ τὸ ἔμβρυον
10. καὶ τῆς σφῶν αὐτῶν διατάσεως, καὶ οὕτως ἀκριβῶς ἐν
11. ἅπαντι τούτῳ χρόνῳ μεμυκυῖαι τὸ στόμιον, ὡς μηδὲ πυρῆνα
12. μήλης παραδέχεσθαι, τελειουμένων ἐν αὐταῖς τῶν κυουμένων,
13. ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν παραγίνονται τὴν ἐναντίαν ἑαυταῖς
14. περιτιθεῖσαι κατάστασιν. ὁ μὲν γὰρ στόμαχος αὐτῶν ὁ πρότερον
15. μεμυκὼς ἀνοίγνυται τηλικοῦτον, ὡς γίγνεσθαι δίοδον
16. εὐπετῆ τοῖς τικτομένοις. οἱ δὲ χιτῶνες οἱ πρότερον ἐπὶ πλεῖστον
17. ἐκτεταμένοι συστέλλονται πανταχόθεν ἀπωθοῦσί τε γε
18. τὸ ἔμβρυον, ὡς διεκπεσεῖν ὅτι τάχιστα τοῦ τῶν ὑστερῶν
19. αὐχένος. ἡ δ’ οὕτω κηδεμονικὴ τῶν ἐμβρύων δύναμις,
1. ὡς ἀνέχεσθαι μὲν ἐννέα μηνῶν χρόνῳ βαρυνομένη, τελειωθέντων
2. δ’ ὅπως ἀσφαλῶς ἐκκριθῇ προνοουμένη, περὶ τὸν τρίτον
3. ἢ τέταρτον ἢ ὁντιναοῦν ἄλλον μῆνα διαφθαρὲν εὐθέως ἐκβάλλει
4. τὸ ἔμβρυον, ἀνοίγουσα καὶ νῦν ὁμοίως τὸν στόμαχον,
5. ὡς ὁπότ’ ἤνοιγεν ἐπιστάντος τοῦ τόκου. προθεσμία γὰρ αὐτῇ
6. τοῦ κλείειν τε καὶ ἀνοίγειν οὐχ ὡρισμένη χρόνου περίοδός
7. ἐστιν, ἀλλ’ ὁ τῆς χρείας καιρός. κατὰ δὲ τὸν αὐτὸν τρόπον
8. ἐδείκνυτο καὶ ἡ κοιλία κλείουσα τὸ κάτω στόμιον ἑαυτῆς ἐπὶ
9. ταῖς ἐδωδαῖς, καὶ μηδὲν μεθιεῖσα διεξέρχεσθαι, πρὶν πεφθῆναι
10. τελείως, ὅταν γε μηδὲν ἕτερόν τι αὐτὴν ἀναγκάζῃ διακόψαι
11. τὴν ἐνέργειαν, ὥσπερ τὰς μήτρας ἡ τῶν ἐμβρύων
12. διαφθορά. ἀνάλογον γὰρ δή τι καὶ τῇ γαστρὶ πάθος ἐγγίγνεται
13. διαφθαρέντων ἐν αὐτῇ τῶν σιτίων, ἢ καὶ νὴ Δία πολλάκις
14. ἅμα τῷ ληφθῆναι, μοχθηρῶν οὕτως ὑπαρχόντων ἢ καὶ
15. πολλῶν, ὡς μὴ δύνασθαι φέρειν αὐτά. καὶ διὰ τοῦτο τὰ
16. μὲν ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, τὰ δὲ ἤδη ῥέποντα
17. κάτω πρὸς ἐκείνην ἀπωθεῖται τὴν διέξοδον. ἀλλὰ
18. μὴν καὶ χωρὶς σιτίων εἰς ἔμετον πολλάκις ἡ τῆς γαστρὸς
1. δύναμις ἐξορμᾷ, ἤτοι διὰ χολὴν, ἢ φλέγμα μοχθηρὸν, ἤ τινα
2. τοιοῦτον ἕτερον χυμὸν, ἢ ἰχῶρα. σύμφυτος γὰρ ἑκάστῳ τῶν
3. τοῦ ζώου μορίων δύναμίς ἐστιν, ἐκκρίνουσα τὸ παρὰ φύσιν
4. ἐν αὐτῷ συνιστάμενον, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῆς ἀποδέδεικται
5. λόγοις· ἀρκεῖ γὰρ εἴς τε τὰ παρόντα σαφηνείας ἕνεκα
6. τῶν ἔργων ἐπιμνησθῆναι τῆς τοιαύτης δυνάμεως, ὅσα τ’ ἄλλα
7. λέλεκται περί τε μητρῶν καὶ γαστρός. οἵα γάρ τίς ἐστι κατὰ
8. τοὺς ἐμέτους ἐνέργεια τῆς ἐκκριτικῆς ἐν τῇ γαστρὶ δυνάμεως,
9. τοιαύτη κατὰ τὰς βῆχας ἐν θώρακι καὶ πνεύμονι· διδάσκεται
10. δ’ οὐδὲν ζῶον οὔτε ναυτιᾷν οὔτ’ ἐμεῖν οὔτε βήττειν, ἀλλὰ καὶ
11. παμπόλλῳ χρόνῳ πολλάκις ἀπὸ γενετῆς ἀμέμπτως ὑγιαίνοντα
12. καὶ ἄλλα πολλὰ ζῶα καὶ ἄνθρωποι οὔτ’ ἐμέτων ἐπειράθησαν
13. οὔτε βηχός. ἀλλ’ ἐὰν καταλάβῃ τὸ λυποῦν αἴτιον
14. ἤτοι τὸ στόμα τῆς κοιλίας ἢ τὰς ὁδοὺς τῆς ἀναπνοῆς, εὐθὺς
15. ἐμεῖ τε καὶ βήττει τὸ ζῶον, ἐν μὲν τοῖς ἐμέτοις ὁμοίως κινουμένης
16. τῆς γαστρὸς, ὡς ἐν τοῖς τόκοις αἱ μῆτραι, κατὰ δὲ
17. τὰς βῆχας ἑτέρως. οὐ γὰρ ἐγχωρεῖ τῷ πνεύμονι τοιαύτην
18. κινηθέντι κίνησιν ἀπώσασθαι τὸ λυποῦν, ἐξευρούσης τῆς
1. φύσεως ἐπικουρίαν τινὰ περιττῶς σοφήν. ἅτε γὰρ εἰς τὰς
2. τραχείας ἀρτηρίας εἰσπνεομένου τοῦ ἔξωθεν ἀέρος, αἳ δὴ χονδρώδεις
3. τέ εἰσι καὶ σκληραὶ καὶ συστέλλεσθαι περὶ τὸ
4. ἐνυπάρχον αὐταῖς ἀδύνατοι, σφοδράν τινα τοιαύτην ἐπετεχνήσατο
5. τοῦ πνεύματος ἔξω φορὰν, ἣν ὀνομάζουσι βῆχα.
6. τούτου τοῦ γένους ἐστὶ καὶ ὁ πταρμὸς, ὑπὲρ τοῦ διώσασθαι
7. τὰ κατὰ τὰς ῥῖνας, αἳ δὴ καὶ αὐταὶ τῆς ἀναπνοῆς εἰσιν ὁδοὶ
8. ὑπὸ τῆς φύσεως εὑρημέναι. ἐκκαθαίρει γὰρ αὐτὸ τὸ πνεῦμα
9. τὰς ὁδοὺς ἑαυτῷ, βιαίως τε καὶ σφοδρῶς φερόμενον, ὥσπερ
10. τοὺς αὐλούς τε καὶ τὰς σύριγγας οἱ δημιουργοί. ὅστις μὲν
11. οὖν ἐστιν ὁ τρόπος τῆς κινήσεως, ἵνα γένηται τοῦτο, προϊὼν
12. ὁ λόγος ἐπιδείξει· τὸ δ’ εἰς τὰ προκείμενα χρήσιμον ἤδη λαμβάνωμεν,
13. ὡς αἱ τοιαῦται κινήσεις ἔργα μὲν φύσεως ὑπάρχουσιν,
14. ἐν δὲ τοῖς παρὰ φύσιν ἀριθμοῦνται συμπτώμασι, διὰ τὰς
15. ἀναγκαζούσας οὕτω κινεῖσθαι τὴν φύσιν αἰτίας. ἐπὶ μὲν οὖν
16. ἐντέρων τε καὶ μητρῶν καὶ κύστεων αἱ κινήσεις ὅμοιαι τῆς ἐκκριτικῆς
17. δυνάμεώς εἰσιν, ἄν τε τῶν κατὰ φύσιν ἄν τε τῶν
18. παρὰ φύσιν ἐκκρίνηταί τι. καὶ διὰ τοῦτο σαφῶς οὐκ ἀφώρισται
1. τὰ συμπτώματα, καί τοι τά γε κατὰ τοὺς τεινεσμούς
2. τε καὶ δυσεντερίας καὶ λειεντερίας ἐκκρινόμενα συμπτώματά
3. ἐστιν, ὥσπερ, οἶμαι, καὶ τὰ κατὰ τὰς στραγγουρίας τε καὶ
4. τὴν εἰς οὖρα διάῤῥοιαν. ἂν δ’ ἀκριβολογῆταί τις καὶ ἡ ψοφώδης
5. φύσα, καθάπερ γε καὶ ὁ τρυσμὸς καὶ ἡ ἐρυγὴ καὶ ὁ
6. βορβορυγμὸς, ὅσα τε ἄλλα τοιαῦτα. καὶ λεχθήσεταί γε περὶ
7. τούτων ἐν τοῖς ἐφεξῆς.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 2.3, ed. Kühn, 1824, vol. 7, p. 165-170. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩