Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 2.4, ed. Kühn, 1824, vol. 7, p. 170-175. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.4

8. Ἐπὶ δέ γε τῆς γαστρὸς ἐναργέστερον ἤδη τὸ
9. κατὰ τοὺς ἐμέτους ἐστὶ, καὶ πολλοὶ καὶ τούτους οὐκ ἔργον
10. φύσεως, ἀλλὰ συμπτώματα εἶναί φασιν· ἐν δὲ ταῖς βηξὶ καὶ
11. τοῖς πταρμοῖς, ἐναργέστερον μὲν κᾀνταῦθα τὸ κατὰ τὰς βῆχας,
12. οὐχ ὁμοίως δ’ οἱ πταρμοὶ δοκοῦσιν εἶναι παρὰ φύσιν.
13. ἀλλ’ εἰσί γε καὶ οὗτοι καὶ αἱ βῆχες καὶ οἱ ἔμετοι καὶ διάῤῥοιαι
14. καὶ πάνθ’ ὅσα τοιαῦτα τοῦ γένους ἐκείνου τῶν συμπτωμάτων,
15. ἐν οἷς αἴτιόν τι παρὰ φύσιν ἐπὶ τὰς τοιαύτας
16. ἐνεργείας ἐξορμᾷ τὴν φύσιν. ὁ δὲ τρόπος τῆς κινήσεως οὔτ’
17. ἐν ἅπασιν ὁ αὐτὸς οὔθ’ ὑπὸ τῆς αὐτῆς γίγνεται δυνάμεως·
18. ἀλλ’ ὅσα μὲν ὑπὸ τῶν μητρῶν, ἢ τῶν ἐντέρων, ἢ τῆς γαστρὸς,
19. ἢ τῆς κύστεως ἐκκρίνεται, τούτοις μὲν αὐτὰ περιστέλλεται
1. τὰ μόρια κατὰ τὸν αὐτὸν τρόπον ὠθοῦντα τὸ περιεχόμενον
2. ἐν αὐτοῖς, ὃν αἱ χεῖρες ἐκθλίβουσιν. ἡ δ’ ἐργαζομένη τὴν
3. κίνησιν αὐτῶν δύναμις ἐκ τῶν τεττάρων ἐστὶ μία τῶν φυσικῶν.
4. ἐπειδάν τι κατὰ τὰς τραχείας ἀρτηρίας περιέχηται
5. σῶμα, χονδρώδεις καὶ σκληρὰς οὔσας, καὶ διὰ τοῦτ’ ἀδυνατούσας
6. περιστέλλεσθαι τῷ περιεχομένῳ, σφοδρὰν τὴν τοῦ
7. πνεύματος ἔξω φορὰν ἡ φύσις ἐργάζεται βῆχα κινοῦσα.
8. γίγνεται δ’ αὐτὴ διὰ τῶν αὐτῶν ὀργάνων, δι’ ὧν ἐπιτελεῖ
9. τὰς μεγάλας τε ἅμα καὶ σφοδρὰς ἐκπνοὰς, ἃς ἐκφυσήσεις
10. ὀνομάζομεν, ὡς εἶναι τὴν βῆχα μηδὲν ἄλλο ἢ σφοδροτάτην τινὰ
11. ἐκφύσησιν, ἵνα πλεῖστόν τε ἅμα καὶ τάχιστα φερόμενον ἔξω
12. τὸ πνεῦμα παρασύρῃ τε καὶ προωθῇ τῇ ῥύμη τὰ ἐμφράττοντα
13. τὰς ὁδοὺς αὐτοῦ. καὶ ὅταν γε κατὰ τὴν ἐκβολὴν τὴν
14. πρώτην ἀδυνατήσῃ διώσασθαι τὰ λυποῦντα, καὶ δὶς καὶ τρὶς
15. ἐμπίπτειν αὐτοῖς οὐκ ὀκνεῖ, καὶ τυγχάνει γε τοῦ τέλους ὡς
16. τὰ πολλὰ, ὅταν αὐτό τε τὸ πνεῦμα φέρηται σφοδρῶς, ἐπιτήδειά
17. τε εὑρίσκῃ προωθεῖσθαι τὰ ἐμφράττοντα· τοιαῦτα δ’
18. ἐστὶν ὅσα μήθ’ ὑδατώδη μήτε γλίσχρα τὴν οὐσίαν ἐστί. τὰ 
1. μὲν γὰρ ὑδατώδη διὰ τὴν λεπτότητα περισχίζεται τῷ
2. πνεύματι μᾶλλον ἢ πρόσω φέρεται· τὰ δὲ γλίσχρα τῆς ἀρτηρίας
3. ἀντέχεται δυσαπολύτως. ὅταν οὖν ποτε τοιούτοις
4. ὑγροῖς τὸ πνεῦμα διαγωνίζηται, πάνυ πολλάκις ἐμπίπτει
5. βιαίως, καὶ αἱ σφοδρόταταί τε καὶ μετὰ συντονίας πλείστης
6. γιγνόμεναι βῆχες ἐπὶ τοιούτοις αἰτίοις συνίστανται. μᾶλλον
7. δ’ ἐκφράττουσι τὰ δυσαπόλυτά τε καὶ δυσανάγωγα τῶν κατὰ
8. τὰς ἀρτηρίας ὑγρῶν οἱ πταρμοὶ, σφοδροτέραν μὲν ἔτι καὶ
9. τῶν βηχῶν ἔχοντες τὴν ὁρμὴν τοῦ πνεύματος, αἰτίαν δὲ τῆς
10. γενέσεως ἑτέραν· τῶν γὰρ ἐν τῇ ῥινὶ λυπηρῶν ἕνεκεν, οὐ τῶν
11. κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐκπέμπεται βιαίως τὸ πνεῦμα,
12. συνεκπέμπεται δ’ αὐτῷ τι κᾀκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ
13. ἐγκεφάλου· καὶ διὰ τοῦτο βῆχες μὲν οὐδὲν ὀνίνασι τὴν κεφαλὴν,
14. οἱ πταρμοὶ δὲ ὅταν μὴ διὰ κατάῤῥουν τινὰ γίγνωνται,
15. μέγιστον ἴαμα κεφαλῆς ἀτμῶν πεπληρωμένης εἰσίν. οὐδὲν δὲ
16. δήπου θαυμαστὸν τὸ ὑπὸ μιᾶς ὁρμῆς ἔκ τε τοῦ πνεύμονος
17. ἐκπέμπεσθαι τὸ πνεῦμα καὶ ἐκ τῆς κεφαλῆς. ἐδείχθη γὰρ ἐν
18. τοῖς περὶ μυῶν λογισμοῖς ὁ μὲν ἐγκέφαλος τῷ θώρακι τὴν
1. ἀρχὴν τῆς κινήσεως ἐνδιδοὺς, ὁ δὲ θώραξ τὸν πνεύμονα διαστέλλων
2. τε καὶ συστέλλων. ὅταν οὖν ὁρμήσῃ διώσασθαι τὰ
3. λυποῦντα κατὰ τὰς ῥῖνας, ἀμφοτέραις ἅμα χρῆται ταῖς ὁδοῖς
4. τῆς ἐκπνοῆς, τὴν μὲν ἑτέραν αὐτὸς δι’ ἑαυτοῦ ποιούμενος,
5. τὴν δὲ ἑτέραν οἱονεὶ διὰ χειρῶν τινων μακρῶν τῶν καθηκόντων
6. εἰς τὸν θώρακα νεύρων. διὰ τούτων μὲν γὰρ ἐκεῖνον
7. συστέλλει, διὰ δὲ τῶν ἠθμοειδῶν ὀστῶν αὐτὸς ἐκπέμπει τὸ
8. ἀτμῶδες πνεῦμα. ταυτὶ μὲν οὖν τὰ συμπτώματα προαιρετικῆς
9. ἐστι δυνάμεως· ὁ δὲ ἔμετος ἀνάλογόν τι τούτοις ὑπάρχων,
10. φυσικῆς. ὥσπερ δὲ τῶν ἐμέτων αἱ ναυτίαι προηγοῦνται,
11. τὸν αὐτὸν τρόπον τοῦ βήττειν τὸ κέρχνειν. καὶ μέν γε
12. καὶ ὥσπερ ἐναυτίασαν μέν τινες, οὐκ ἤμεσαν δὲ, κατὰ τὸν
13. αὐτὸν τρόπον ὁ μὲν κέρχνος αὐτοῖς ἐγένετο, βὴξ δὲ οὐκ
14. ἠκολούθησε διὰ σμικρότητα τῆς αἰτίας. ἐνίοτε μὲν γὰρ ἐπὶ
15. βραχείᾳ τραχύτητι φάρυγγος, ἐνίοτε δὲ διὰ λεπτήν τινα καὶ
16. παντάπασιν ὀλίγην ὑγρότητα συμβαίνει τὸ κέρχνειν. ἀεὶ γὰρ
17. ᾧπερ ἂν προσκόπτῃ τὸ πνεῦμα, τοῦτ’ ἐκβάλλειν ἐπιχειρεῖ διὰ
18. βηχός. ἤτοι δὲ ὑγρόν ἐστι τοῦτο καταφερόμενον ἀπὸ τῆς
1. κεφαλῆς, ὡς ἐν κατάῤῥοις· ἤτοι κατὰ τὰς τραχείας ἀρτηρίας
2. ἀθροιζόμενον, ὡς ἐν περιπνευμονίαις τε καὶ πλευρίτισι
3. καὶ ταῖς τῶν κυρτῶν τοῦ ἥπατος φλεγμοναῖς, ἢ ταῖς τῆς φάρυγγος
4. τραχύτησιν. ἔξωθεν δὲ τούτων ἐστὶν ἀνάλογον τοῖς
5. ἀπὸ κεφαλῆς κατάῤῥοῖς, ὅσα πινόντων τε καὶ ἐσθιόντων παρεμπίπτει.
6. γένος δέ ἐστι καὶ ἄλλό τι βηχὸς ἐπὶ δυσκρασίᾳ
7. τῶν ὀργάνων τῆς ἀναπνοῆς, ὃ κατενόησαν μὲν οὐχ ἥκιστα
8. καὶ τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ἀνδρῶν οἱ δοκιμώτατοι,
9. ὧν ἐστι καὶ Ἀθήναιος· τὴν μέν τοι ἀνάγκην, δι’ ἣν
10. ἐπιγίνεται βὴξ διὰ δυσκρασίαν, τινὲς μὲν αὐτῶν οὐδ’ ἐπεχείρησαν
11. ὅλως εἰπεῖν, ἔνιοι δὲ προσπταίειν ἑαυτῷ φασι τὸ
12. πνεῦμα, τινὲς δ’ ἀσαφέστερον ἔτι τούτου ῥῆμα φθεγξάμενοι
13. νομίζουσιν εἰρηκέναι τι. χρὴ δ’ οὐχ ὅτι τὴν αἰτίαν ἀγνοοῦσι
14. μέμφεσθαι τοῖς ἀνδράσιν, ἀλλ’ ὅτι καλὸν ἐξεῦρον θεώρημα
15. καὶ ἄξιον τῆς ἑαυτῶν φιλοπονίας, ἐπαινεῖν. γίγνεται μὲν
16. οὖν ἡ βὴξ αὕτη ψυχθέντων τῶν ἀναπνευστικῶν μορίων, καὶ
17. οὐδὲν ἀναπτύουσι μὲν οὗτοι κατ’ αὐτὴν, οὐδὲ ὅλως γίγνεται
18. βίαιος, ἀλλ’ οὕτω σμικρά τε καὶ ἀβίαστος, ὥστε καὶ
19. κατασχεῖν οἷόν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῆς ἢ ἐπιπλεῖστον
1. ἢ παντάπασιν. αἱ δέ γε βίαιοι βῆχες οὐ νικῶνται
2. καταλήψει πνεύματος. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἡ κατάληψις
3. τοῦ πνεύματος, ἤδη μοι πολλάκις ἐν ἄλλοις εἴρηται.
4. καὶ οὐ μόνον γε παραυτίκα γενέσθαι κωλύονται τῇ καταλήψει
5. τοῦ πνεύματος αἱ κατὰ δυσκρασίαν βῆχες, ἀλλὰ καὶ θεραπεύονται
6. πρὸς αὐτῆς, ἐὰν μὴ πάνυ μεγάλαι τινὲς ὑπάρχουσιν.
7. αὐξάνεται γὰρ ἡ ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις θερμασία
8. διὰ τὴν ἐπίσχεσιν τῆς ἀναπνοῆς, διεξέρχεταί τε τοὺς στενοὺς
9. πόρους ἅπαντας τὸ πνεῦμα θλιβόμενον ὑπὸ τοῦ θώρακος
10. βιαίως, ἀμφοτέρων δὲ τούτων γενομένων, ὁμαλύνεται πάντα
11. καὶ εἰς ὁμοιότητα κράσεως ἀφικνεῖται.

Cliquer un n° de page pour en afficher l’image