Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 2.5, ed. Kühn, 1824, vol. 7, p. 175-196. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.5

12. Διὰ τί δ’ ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις
13. τῶν ἀναπνευστικῶν βήττουσι, (τοῦτο γὰρ ἔφην μὴ πάνυ τι καλῶς
14. ἐξειργάσθαι τοὺς πνευματικοὺς ἰατροὺς) ἐγὼ πειράσομαι
15. διελθεῖν ἀπὸ τῆς οὐσίας τοῦ πράγματος ἀρξάμενος, ὥσπερ
16. καὶ προσήκει τοὺς μέλλοντάς τι μετ’ ἀποδείξεως ἐρεῖν. ἡ τοίνυν
17. δυσκρασία ποτὲ μὲν κατὰ ψιλὰς γίνεται τὰς ποιότητας,
18. ἤτοι θερμοτέρων ἢ ψυχροτέρων ἢ ξηροτέρων ἢ ὑγροτέρων
1. ἀποτελουμένων αὐτῶν τῶν σωμάτων, ἢ καὶ κατά τινα συζυγίαν
2. τοῦτο πασχόντων· ἐνίοτε δὲ μετὰ τοῦ παρεσπάρθαι
3. δροσοειδῶς ἐν αὐτοῖς τὸ δύσκρατον. ἡ μὲν οὖν ὁμαλὴ δυσκρασία
4. παντάπασιν ἀνώδυνος, ὡς οἵ τε πυρετοὶ δηλοῦσιν οἱ
5. ἑκτικοὶ καὶ πολλαὶ τῶν κατὰ ψύξιν διαθέσεων, ὁμαλῶς καταλαβοῦσαι
6. τὰ μόρια· γίγνεται γὰρ οἷον φύσις τις ἐπίκτητος
7. ἡ τοιαύτη κρᾶσις ἑκάστῳ τῶν οὕτω διατεθέντων. οὐδὲν δὲ
8. τῶν σωμάτων ὑπὸ τῆς ἑαυτοῦ φύσεως ἀνιᾶται, ὥσπερ ἔλεγεν
9. Ἱπποκράτης· τοῖσι τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν
10. αἱ ὀδύναι γίγνονται, οὐ διεφθαρμένοισιν ἢ
11. διηλλαγμένοισι. ἐν γὰρ τῷ μεταβάλλειν τε καὶ τῆς ἑαυτῶν
12. φύσεως ἐξίστασθαι λυπεῖται τὰ σώματα, καθάπερ ἐδείκνυτο
13. καὶ κατὰ τὸν ἔμπροσθεν λόγον. ὅταν οὖν ἐγγένηταί τινι τῶν
14. αἰσθητικῶν σωμάτων ἀνώμαλος δυσκρασία, τηλικοῦτον τῆς
15. λύπης ἐστὶ τὸ μέγεθος, ἡλίκον καὶ τὸ τῆς δυσκρασίας. ἐν
16. μὲν οὖν τοῖς ὀξυτάτοις τε καὶ ἰσχυροτάτοις τῶν πυρετῶν
17. ἀνιᾶται τὰ στερεὰ τοῦ ζώου μόρια μεταβαλλόμενά τε καὶ ἀλλοιούμενα
18. πρὸς τῆς παρὰ φύσιν θερμότητος. ἔτι δ’ ἀρχομένων 
1. τῶν νοσημάτων, πρὶν πυρέττειν αἰσθάνονται μὲν ἐνίοτε καθ’
2. ὅλον ἑαυτῶν τὸν ὄγκον ἀνωμαλίας τινὸς οἱ πολλοὶ τῶν ἀνθρώπων,
3. ἐξειπεῖν δ’ αὐτὴν ὁποία τίς ἐστιν οὐ δύνανται.
4. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἴ τις τῶν ὁμιλησάντων τοῖσδε τοῖς
5. γράμμασιν οὕτως εὐτυχής ἐστιν, ὡς μὴ καὶ αὐτὸς ἑαλωκέναι
6. ποτὲ τῷ συμπτώματι. βύθιος γάρ τις αἴσθησις γίγνεται καθ’
7. ὅλον τὸν ὄγκον, ὡς διεσπαρμένου τινὸς ἐν αὐτῷ τῆς φύσεως
8. ἡμῶν ἀλλοτρίου· καὶ τοῦτο τὸ διεσπαρμένον ἐνίοτε μὲν οἷον
9. ὑπόθερμόν τι δόξειεν ἄν τις ὑπάρχειν, ἐνίοτε δὲ δακνῶδες
10. ἄνευ τοῦ θερμαίνειν, ἔστι δ’ ὅτε ἄμφω πεπονθὸς ἢ χωρὶς
11. τούτων ἀτρέμα διατεῖνον ἁπάσας τὰς σάρκας. ἐπὶ μὲν δὴ
12. τοῖς τοιούτοις ἅπασι συμπτώμασιν ἀνωμαλίας τέ τινος αἰσθάνεσθαί
13. φασι καὶ σκορδινῶνται καὶ πάντα διατείνονται
14. τὰ μόρια κατά τινα φυσικὴν ὁρμὴν, ὁποίαν ἐλέγομεν ἀρτίως
15. ἅπασι δεδόσθαι τοῖς τοῦ ζώου μέρεσιν ὑπὸ τῆς φύσεως
16. ἐπὶ σωτηρίᾳ τε καὶ διαμονῇ. μάλιστα δὲ διατείνονται μετὰ
17. τοὺς ὕπνους, ἀτμώδους περιττώματος ἐν ταῖς σαρξὶν αἰσθανόμενοι,
18. διά τε τὴν κατεργασίαν τῆς τροφῆς ἠθροισμένου καὶ
1. διὰ τὴν ἡσυχίαν τῶν τοιούτων κινήσεων· καὶ τοῦτ’ ἀδίδακτον
2. ἔχει καὶ τὰ σμικρότατα τῶν παιδίων. ἀλλ’ εἰς τὴν τοιαύτην
3. κίνησιν ἡ φύσις ἐξορμᾷ τὰ ζῶα διαπνοὴν τοῖς ἀτμώδεσι περιττώμασι
4. μηχανωμένη. ταύτης δ’ ἕτερον εἶδος αἰσθήσεώς ἐστιν
5. ἀνιαρᾶς, τὸ κατὰ τὰς κοπώδεις διαθέσεις, εἴτ’ οὖν ἐπὶ πόνοις
6. πλείοσιν, εἴτε καὶ αὐτόματοι συνίστανται. τριττὴ μὲν
7. οὖν ἐστιν ἡ ἐν τοῖς κόποις αἴσθησις, ἤτοι τεθλάσθαι τε καὶ
8. συγκεκόφθαι δοκούντων, ἢ τείνεσθαι πάντῃ τὸν ὄγκον τοῦ
9. σώματος, ἢ οἷον ἕλκη πολλὰ διεσκεδασμένα δοκούντων ἔχειν,
10. ἐπειδὰν κινῶνται. τὸ μὲν οὖν τείνεσθαι τὸν ὄγκον, ὅταν γε
11. γυμνασίων χωρὶς οὕτω πάσχωσιν, ὄνομα μὲν ἔχει κόπον αὐτόματον
12. τονώδη· γίγνεται δ’ ἐπὶ πλήθει μάλιστα διατείνοντί
13. τε τὰ περιέχοντα καὶ μὴ στεγομένῳ πρὸς αὐτῶν· ὅταν δὲ
14. ἑλκώδης αὐτοῖς αἴσθησις διατρέχῃ, γίνεται μὲν καὶ τοῦτο κινουμένοις
15. μᾶλλον ἤπερ ἡσυχάζουσι, πλὴν εἰ μὴ πάνυ μέγας
16. ὁ κόπος ὑπάρχει. νύττεσθαι δὲ ὥσπερ ὑπὸ ἀκανθῶν πολλῶν
17. ἐμπεπηγυιῶν αὐτοῖς δοκοῦσι, δακνώδους γὰρ ὑγρότητος ἐργαζομένης
18. τὸ σύμπτωμα. ὁ δὲ τρίτος κόπος, ἐν ᾧ φασιν
1. ὀστοκόπῳ συνέχεσθαι, κινήσεως μὲν οὖν οὐδὲ βραχυτάτης
2. ἀνέχεται· θερμότητος δ’ ἐπιφανοῦς ἐστιν αἴσθησις αὐτοῖς
3. ἅμα καὶ τάσεως καὶ δήξεως, ἀναπεμπομένης εἰς ὅλον τοῦ
4. ζώου τὸν ὄγκον κακοχυμίας δαψιλοῦς. οὐδεὶς δ’ ἐπιχειρεῖ
5. τῶν οὕτως ἐχόντων σκορδινᾶσθαι, δεδιὼς ἅπασαν κίνησιν.
6. ἐν δὲ τοῖς ἑτέροις δυσὶ κόποις, ὧν τὸν μὲν ἑλκώδη καλεῖν
7. εἰώθασι, τὸν δὲ τονώδη, γίνεταί ποτε καὶ ἡ τοιαύτη κίνησις,
8. ὅταν ἤτοι σμικροὶ πάμπαν ὑπάρχωσιν, ἢ φυσώδεσί τε καὶ
9. ἀτμώδεσιν ἐπιγίγνωνται περιττώμασιν· ὁ γοῦν ἑλκώδης κόπος
10. ὅταν μείζων συστῇ, φέρουσι μὲν οὐδ’ οὗτοι κίνησιν οὐδεμίαν,
11. ἀλλ’ ὀδυνῶνται, καθάπερ ἕλκος, τὸ σῶμα καὶ φρίττουσιν.
12. ἐγγὺς δ’ ἥκουσιν, ἢν αὐξάνηται τὸ σύμπτωμα, τῆς φρικώδους
13. διαθέσεως· ἐν ἐκείνῃ γὰρ φρίττουσι καὶ πρὶν κινεῖσθαι.
14. ὥσπερ δ’ ὅταν ἑλκώδης αἴσθησις γίγνηται, κινούμενοι φρίττουσι,
15. καὶ μᾶλλον, εἰ σφοδρότερον· οὕτως ἡ φρικώδης διάθεσις,
16. ὅταν εἰς κίνησιν ἄγηται, ῥῖγος, ἐργάζεται. γίνεται
17. μὲν γὰρ ταῦτα πάντα διὰ δακνώδη περιττώματα· διαφέρει δ’
1. ἀλλήλων τῷ τε πλήθει τῶν περιττωμάτων αὐτῶν καὶ τῇ
2. κινήσει καὶ τῷ τὰ μὲν μᾶλλον εἶναι δακνώδη, τὰ δὲ ἧττον,
3. καὶ τῷ τὸ σῶμα τὸ κάμνον ἢ δυσπαθὲς ἢ εὐπαθὲς ἢ ἀσθενὲς
4. ἢ εὐαίσθητον ἢ δυσαίσθητον εἶναι φύσει. τὸ μὲν γὰρ εὐαίσθητόν
5. τε καὶ ἀσθενὲς ὑπάρχον ὑπὸ βραχυτάτης αἰτίας ἀνιᾶται·
6. τὸ δ’ ἰσχυρὸν καὶ δυσαίσθητον μεγάλης δεῖται τῆς αἰτίας
7. εἰς γένεσιν τοῦ τοιούτου συμπτώματος. ἆρ’ οὖν ἐν τούτοις
8. μόνοις, ἢ κᾀν τῷ κινεῖσθαι τὸ αἴτιον ἢ μὴ κινεῖσθαι,
9. καὶ κινούμενον ἤτοι θᾶττον ἢ βραδύτερον κινεῖσθαι, παμπόλλη
10. τίς ἐστιν ἐν τοῖς συμπτώμασι διαφορά; ἐμοὶ μὲν οὕτως
11. δοκεῖ, τῷ γε τὸν αὐτὸν ἄνθρωπον ἡσυχάζοντα μὲν ἀνωμαλίας
12. ἐνίοτε μόνης ἀντιλαμβάνεσθαι, κινηθέντα δὲ φρίττειν,
13. γυμνασάμενον δὲ ῥιγοῦν. ταῦτά τοι καὶ συμβουλεύουσιν οἱ
14. ἰατροὶ τοῖς ὧδε κάμνουσιν, ὑπὸ τῆς πείρας δεδιδαγμένοι,
15. πάσης ἀπέχεσθαι κινήσεως. ἀλλὰ καὶ τῶν ἀπεπτησάντων
16. ἐνίους ἴσμεν, ἂν μὲν ἡσυχάζωσι, μηδὲν πάσχοντας· ἂν
17. δ’ εἰς βαλανεῖον εἰσέλθωσιν ἢ ἐν ἡλίῳ στῶσι, φρίττοντας,
18. ἔτι δὲ δὴ μᾶλλον ἐὰν γυμνάσωνται· καὶ γὰρ ὁ ἥλιος καὶ
1. βαλανεῖον καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα
2. περιττώματα, καθάπερ γε καὶ τῶν ψυχικῶν παθῶν
3. ὁ θυμός. ἐξ ἑαυτῶν δὲ εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα
4. περιττώματα τῷ θερμαίνεσθαι καὶ λεπτύνεσθαι καὶ
5. πνευματοῦσθαι· καὶ οὐδὲν θαυμαστὸν ἡσυχαζόντων μὲν αὐτῶν
6. ἧττον ἀνιᾶσθαι τὰ σώματα, κινηθέντων δὲ λυπεῖσθαί
7. τε μεγάλως καὶ κλονεῖσθαι φρίττοντα καὶ ῥιγοῦντα καὶ πυρέττοντα.
8. καὶ γὰρ ὅσα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἐμπίπτει
9. σκληρὰ σώματα, μυσάντων μὲν τὰ βλέφαρα καὶ καθησυχασάντων
10. τὸ μόριον ἢ σμικρὸν πάμπαν ἢ οὐδὲν ἀνιᾷ· κινησάντων
11. δὲ δυσάνεκτον ἐπιφέρει τὴν ὀδύνην. ἀλλὰ καὶ χωρὶς
12. παραδείγματος ἐξ αὐτοῦ τοῦ πράγματος τῆς φύσεως ἔνεστιν
13. ἐξευρεῖν, ὡς τὸ κινούμενον αἴτιον ἀνιαρότερον τοῦ μένοντος,
14. ὅταν γε διὰ τῶν αἰσθητικῶν σωμάτων ἡ φορὰ γίγνηται, καθάπερ
15. ἐν ὀφθαλμοῖς ὑπόκειται νῦν. οὐ γὰρ περὶ τῶν ἐν
16. ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις διαῤῥεόντων χυμῶν ὁ λόγος ἦν,
17. ἀλλὰ περὶ τῶν κατὰ τὰς σάρκας τε καὶ ὅλην τοῦ ζώου τὴν
18. ἕξιν. ὅταν οὖν διεξέρχηταί τι διὰ τούτων βιαίως ἐπὶ τὸ δέρμα 
1. φερόμενον, ἐν τῇ διόδῳ τῇ διὰ τῆς σαρκός τε καὶ τοῦ δέρματος
2. ἀναγκαῖον αὐτὸ κεντεῖν τε καὶ νύττειν καὶ διαιρεῖν καὶ
3. τιτρώσκειν οἷς ἂν ἐντυγχάνῃ πᾶσιν. ὅτι δὲ τὸ δακνῶδες καὶ
4. κινούμενον αἴτιον ἅπαν εἰς φρίκας τε καὶ ῥίγη ἄγει τὸ ζῶον,
5. ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ, πρῶτον μὲν ἐκ τῶν τοιούτων
6. κατανοῆσαι δυνατόν· εἰ προσράναις ἐξαίφνης ὑγιαίνοντι σώματι
7. ζέον ὕδωρ, ἢ σπινθῆρας ἐνσείσαις πυρὸς, εὐθέως φρικῶδες
8. γενήσεται. ἀλλὰ καὶ κατὰ τῶν ἡλκωμένων μορίων
9. ἐνίοτε φαρμάκων ἐπιτεθέντων καυστικῶν, φρίττουσι μὲν
10. πρῶτον, ἐφεξῆς δὲ καὶ ῥιγοῦσιν, εἶτα καὶ πυρέττουσιν ἔνιοι.
11. ἀλλὰ καὶ οἱ τριταῖοι πυρετοὶ ἁπάντων δὴ μάλιστα πυρετῶν
12. χολώδεις ὄντες καὶ θερμοὶ, πάντων δὴ μάλιστα φρικώδεις εἰσὶ,
13. καὶ ὅσῳ δ’ ἂν ἀκριβέστεροι τύχωσιν ὄντες, τοσούτῳ καὶ τὸ
14. ῥῖγος αὐτοῖς γίνεται σφοδρότερον. ἀλλὰ καὶ ὑπὸ καύσου ἐχομένῳ
15. ῥίγεος ἐπιγενομένου λύσις, Ἱπποκράτης φησὶ, τῷ τὴν
16. τέως ἐν ταῖς φλεψὶν ἁλωμένην χολὴν ὑπὸ τῆς φύσεως ἀπωθεῖσθαι
17. κριτικῶς ἐπὶ τὸ δέρμα διὰ τῶν σαρκῶν. τῆς οὖν κινήσεως
18. καὶ φορᾶς αὐτῆς, ἣν διὰ τῶν αἰσθητικῶν ποιεῖται
19. σωμάτων, ἅμα τε σύμπτωμα καὶ σημεῖόν ἐστι τὸ ῥῖγος. καὶ
1. δὴ καὶ ἱδροῦσι τοὐντεῦθεν οἱ οὕτω ῥιγώσαντες καὶ ἀπαλλάττονται
2. τοῦ πυρετοῦ, κενωθείσης αὐτοῖς τῆς χολῆς. ἐνίοτε
3. δ’ οὐκ εἰς τὸ δέρμα τὴν ὁρμὴν, ἀλλ’ εἰς τοὺς ἔσω τόπους
4. ποιησαμένη, δι’ ἐμέτων τε ἅμα καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦται.
5. πολλάκις δὲ εἴσω τε καὶ ἔξω κατὰ τὴν αὐτὴν ἡμέραν
6. ἠνέχθη, ὡς ἱδρῶσαί τε ἅμα καὶ ἐμέσαι καὶ ὑπελθεῖν κάτω
7. τὴν χολήν. ὅσοι δ’ αἴτιον ὑγιεινὸν οἴονται τὸ ῥῖγος γίγνεσθαι
8. τοῦ καύσου διὰ τὴν ψύξιν, τὰ γὰρ ἐναντία τῶν ἐναντίων
9. ὑπάρχειν ἰάματα, τοῦ παντὸς ἁμαρτάνουσι. πρῶτον
10. μὲν γὰρ εἰ τοῦτ’ ἀληθὲς ὑπῆρχεν, ἐνῆν αὐτοῖς δήπου ῥῖγος
11. ἐργάσασθαι, τοῦτο μὲν ὕδωρ ψυχρὸν προσραίνοντας ἢ καταχέοντας,
12. τοῦτο δ’ εἰς ψυχρὸν ἀέρα τὸν κάμνοντα γυμνὸν
13. ἀπάγοντας, ἢ εἰς ὕδατος ψυχροῦ δεξαμενὴν ἐμβάλλοντας·
14. ἔπειτα δ’ εἴπερ ἄρα διὰ τῆς πρὸς τοὐναντίον μεταπτώσεως
15. τοῖς καυσουμένοις ἡ λύσις ἐγίγνετο ῥιγώσασιν, ἐχρῆν αὐτοὺς
16. ἐπὶ τῷ ῥίγει πεπαῦσθαι πυρέσσοντας. ἔχει δ’ οὐχ οὕτω τἀληθές·
17. οὐ γὰρ ἅμα τῷ ῥιγῶσαι παύονται πυρέσσοντες, οἵ γε
18. πολὺ μείζονι πυρετῷ μετὰ τὸ ῥῖγος ἢ πρόσθεν ἁλίσκονται,
1. ἀλλ’ ἐπειδὰν ἱδρώσωσι δαψιλῶς, ἢ ἐμέσωσι τὴν ὠχρὰν
2. χολὴν, ἢ κατ’ ἔντερον αὐτοῖς ὑπέλθῃ. ἐπὶ γὰρ τῇ σφοδροτέρᾳ
3. κινήσει τῆς χολῆς σφοδρότερον εἰκὸς ἀνάπτεσθαι τὸν πυρετόν.
4. ὅτι μὲν οὖν οὐ μόνον ἐπὶ τοῖς ψυχροῖς αἰτίοις ῥιγῶσιν,
5. ἀλλὰ κᾀπὶ τοῖς θερμοῖς, ἤδη πέφανται. διὰ τίνα δὲ
6. τὴν αἰτίαν ἐναντιωτάταις προφάσεσι ταὐτὸν ἕπεται σύμπτωμα,
7. λεκτέον ἐφεξῆς, ἀναμνησθέντας αὖθις ὧν ἀπεδείξαμεν
8. ὑπὲρ τῆς ἐκκρινούσης τὰ λυποῦντα δυνάμεως. οὐ γὰρ δήπου
9. τὰ μὲν ἐν ταῖς εὐρυχωρίαις τῶν ὀργάνων ἐκκρίνει, καθάπερ
10. ἐδείκνυτο τὰ κατὰ γαστέρα τε καὶ μήτραν καὶ τὰς κύστεις ἀμφοτέρας
11. ἔντερά τε καὶ πνεύμονα καὶ ῥῖνας, ἀμελεῖ δὲ τῶν ἐν
12. αὐτοῖς τοῖς σώμασιν ὑποτρεφομένων περιττωμάτων· ἀλλὰ
13. κᾀκ τούτων ὁσημέραι πᾶν ἀποκρίνει τὸ περιττὸν ἀλύπως τε
14. καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ὅταν γε νόμῳ φύσεως
15. διοικῆται τὸ ζῶον. ἐπειδὰν δέ τι δακνῶδες ἐν αὐτῷ
16. συστῇ, καὶ μάλισθ’ ὅταν ἔχῃ κίνησιν ἰσχυρὰν, ἀνιᾶταί γε
17. καὶ ἀποκρίνειν αὐτὸ σπεύδει, καθ’ ὃν ἂν ἐγχωρῇ μάλιστα
18. τρόπον ἐκ τοῦ σώματος αὐτοῦ τῶν μελῶν ἐκκριθῆναί τι,
1. συναγομένων δηλονότι καὶ σφιγγομένων εἰς ἑαυτὰ τῶν μορίων,
2. εἶθ’ ἑκάστου τὸ κατ’ αὐτὸ μέρος τοῦ περιττώματος
3. ὠθοῦντος. ἀλλ’ εἰ πάντα νοήσαις ἅμα τὴν κίνησιν ταύτην
4. κινούμενα, σεισμός τις ὅλον τὸ σῶμα καταλήψεται καὶ κλόνος,
5. ὁποῖος ἐν τοῖς ῥίγεσι φαίνεται καταλαμβάνων. ἀνάγκη
6. γὰρ, οἶμαι, τῶν μυῶν πάντων κλονουμένων, συγκλονεῖσθαι
7. τὰς διαρθρώσεις αὐτοῖς, ὧν κλονουμένων ἐκτάσεις τέ τινας
8. καὶ κάμψεις ἀκουσίους συμπίπτειν, ἑτέρας οὔσης τῆς τοιαύτης
9. κινήσεως παρὰ τὴν ἐν τοῖς σπασμοῖς τε καὶ παλμοῖς. ἐν
10. μὲν γὰρ τοῖς σπασμοῖς ὡσαύτως μὲν, οὐ μὴν ὑπό γε τῆς αὐτῆς
11. δυνάμεως αἱ κινήσεις ἐπιτελοῦνται· κατὰ δὲ τοὺς παλμοὺς
12. οὐχ ὡσαύτως, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ὅτι συνεξαίρεται
13. τῷ μυῒ τὸ κῶλον ὑπὸ τοῦ φυσώδους διαστελλομένῳ
14. πνεύματος· ῥιγούντων δὲ, ὡς ἀρτίως εἴρηται, πᾶν μόριον
15. κινεῖται τοῦ μυὸς ἐκκαθαίροντος ἑαυτόν· κατὰ δὲ τὴν ἐκείνων
16. κίνησιν ὅλος ὁ μῦς σειόμενός τε καὶ κλονούμενος ἅμα ἑαυτῷ
17. τὴν διάρθρωσιν, εἰς ἣν καταφύεται, συγκλονεῖ. τοιαύτη καὶ
1. τοῖς κατὰ θώρακα μυσὶν ἡ κίνησις ἐν ταῖς ἀνωμάλοις γίγνεται
2. δυσκρασίαις, καὶ διὰ τοῦτο βραχυτέρα τε καὶ κερχνωδεστέρα
3. βὴξ αὐτοῖς ἕπεται. διασείονται γὰρ οἱ μύες ἐκκρίνειν ἐφιέμενοι
4. τὰ λυποῦντα τῆς ἑαυτῶν σαρκὸς διὰ τῶν τοῦ πνεύμονος
5. ἀρτηριῶν· ἐν δὲ ταῖς ἄλλαις βηξὶν ἐδείκνυντο σφοδρῶς ἐμπίπτοντες
6. τῷ πνεύμονι, χάριν τοῦ πολλὴν καὶ ἀθρόαν ἐκφύσησιν
7. ἐργάσασθαι. ἔτι τε βιαιότερον ἐμπίπτουσιν ἐν τοῖς πταρμοῖς,
8. ἐξωθοῦντες ἀθρόον τὸ πνεῦμα, τὸ κατὰ τὰς ῥῖνας ἐκκαθᾶραι
9. βουλόμενοι. καὶ τοῦτο κατανοήσαντές τινες ἀσθενεῖς
10. μὲν τὴν δύναμιν, ἀναπτύειν δὲ τὰ κατὰ θώρακά τε καὶ
11. πνεύμονα δεόμενοι, πταρμὸν ἑαυτοῖς κινοῦσιν ἐρεθίζοντες τοὺς
12. μυκτῆρας, ἵνα τῷ βιαίῳ τῆς κινήσεως ἀναπτύσωσιν,
13. κατὰ βῆχας ἐκβαλεῖν οὐκ ἠδυνήθησαν. ἀλλὰ περὶ μὲν τῶν
14. τοιούτων βηχῶν εἴρηται καὶ πρόσθεν αὐτάρκως. αἱ δὲ κατὰ
15. δυσκρασίαν τῶν ἀναπνευστικῶν, ἐκ ταὐτοῦ μέν εἰσι τοῖς ῥίγεσί
16. τε καὶ ταῖς φρίκαις γένους, διαφέρουσι δὲ τῷ θάττονα
17. γίγνεσθαι τὴν αἴσθησιν αὐτῶν, οὐδέποτε ἡσυχαζόντων
18. τῶν ἀναπνευστικῶν ὀργάνων. ἐδείκνυτο γὰρ ἔμπροσθεν, 
1. ὡς καὶ τὰς καθ’ ὅλον τὸ σῶμα τοιαύτας διαθέσεις ἡ κίνησις
2. ἐξελέγχει μάλιστα. ἐπειδὰν μὲν οὖν ὑγρὰ τὰ λυποῦντα τὴν
3. φύσιν ὑπάρχῃ, τῷ βιαίῳ τούτῳ σεισμῷ καὶ κλόνῳ τῷ κατὰ
4. τὴν βῆχα καὶ τὸ ῥῖγος, ὑπὸ τῆς ἐκκριτικῆς δυνάμεως ὠθούμενα
5. φέρεται πάντῃ πρὸς τοὺς εἴκοντας τόπους, τὰ μὲν εἰς
6. τὴν ἄνω, τὰ δὲ εἰς τὴν κάτω γαστέρα, τὰ δὲ ἐπὶ τὸ δέρμα
7. πρὸς τοὐκτὸς, ὡς αἰσθητὴν αὐτῶν γενέσθαι τὴν κένωσιν.
8. ἐπειδὰν δὲ πνευματώδης τις οὐσία μόνη χωρὶς ὑγρότητος ἤτοι
9. θερμοτέρα τοῦ δέοντος ἢ ψυχροτέρα διεξέρχηται τὸ σῶμα,
10. φρίττουσι μὲν δήπου τότε καὶ ῥιγοῦσιν· ἐνίοτε δὲ διὰ τὴν αὐτὴν
11. αἰτίαν οὔτε δ’ ἐμοῦσιν οὔθ’ ἱδροῦσιν, οὔθ’ ὑποχωρεῖ
12. τι κάτω τοῖς τοιούτοις οὐδὲν αἰσθητὸν, ὡς ἂν αὐτῶν ἐρεθιζόντων
13. τὴν ἐκκριτικὴν δύναμιν ἀερωδῶν ὑπαρχόντων. οὕτως
14. ἐν βαλανείοις περικαέσι, καὶ μάλιστα ἢν ἐξαίφνης τε καὶ
15. ἀθρόως ἄνευ τοῦ προδιαθερμανθῆναι πλησιάσωμεν αὐτοῖς,
16. αὐτίκα φρικώδεις γιγνόμεθα. οὕτως ὅταν εἰς τὸν ψυχρὸν
17. ἀέρα μετέλθωμεν ἀθρόως, ἢ εἰ καὶ μὴ ἀθρόως, ἀλλὰ πολυχρονίως
18. γε ὁμιλεῖν ἀναγκασθῶμεν, ὡς ἐν ὁδοιπορίαις ἐνίοτε
1. συμπίπτειν εἴωθε. τοῦ τοιούτου ῥίγους ἴαμα θέρμανσίς
2. ἐστιν, οὐχ ἱδρὼς ἢ ἔμετος ἢ διαχώρημα γαστρός. ἐπεὶ δ’, ὡς
3. εἴρηται, καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐργάζεται ῥῖγος, ἐπὶ
4. μὲν τῷ θερμῷ τῷ ἀερώδει ψύξις ἱκανὴ πρὸς τὴν ἴασιν· τῷ
5. δὲ ὑγρῷ πυρετὸς μὲν ἐξ ἀνάγκης ἐπιγίγνεται, κένωσις δὲ ἡ
6. ἴασίς ἐστιν. ἐπὶ δὲ τῷ ψυχρῷ τῷ μὲν ἀερώδει θέρμανσις
7. ἴαμα· τῷ δὲ ὑγρῷ ποτὲ μὲν ἡ πέψις ἀρκεῖ μόνη, ποτὲ δὲ ἡ
8. κένωσις, ἔστι δ’ ὅτ’ ἄμφω συμπίπτει. παλαιὸς μὲν οὖν ὁ
9. λόγος οὗτός ἐστιν ὡς διὰ παντὸς ἕπεται ῥίγει πυρετὸς, οὐ
10. μήν γε ἀληθὴς ὑπάρχει τὸ πάμπαν, οὐδ’ ἂν διορίσηταί τις
11. αὐτὸν προσηκόντως, ὥσπερ οὖν καὶ χρὴ διορίζεσθαι φιλικῶς
12. μᾶλλον ἐξηγουμένους τὰ τῶν παλαιῶν, οὐ δυσμενῶς ἐξελέγχοντας,
13. ἀλλ’ ὅμως οὐδ’ οὕτως ἀληθής ἐστιν ὁ λόγος, οὐδ’ ἂν
14. διορισάμενοι φῶμεν ὅσα χωρὶς τῆς ἔξωθεν προφάσεως ἐκ τοῦ
15. σώματος ἡμῶν ὁρμᾶται ῥίγη, πυρετὸν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθήσειν.
16. ὦπται γὰρ οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πολλοῖς
17. τῶν πρὸ ἡμῶν ἰατροῖς ἤδη ῥίγη συστάντα χωρὶς πυρετῶν, οὐ
18. μὴν ἰσχυρά γε οὕτως ἐστὶν, ὡς τὰ τῶν ἀκριβῶν προηγούμενα
1. τριταίων ἢ τεταρταίων, ἢ τὰ κρίνοντα πυρετοὺς καυσώδεις
2. τε καὶ θερμούς. εἴωθε δὲ τὰ τοιαῦτα ῥίγη διαίταις ἕπεσθαι
3. μοχθηραῖς, ἐμπιπλαμένων ἀργῶς ἀνθρώπων καὶ λουομένων
4. ἐπὶ τροφαῖς πολλάκις. ὅταν δὲ καὶ αὐτῶν τῶν ἐδεσμάτων αἱ
5. ποιότητες πολλάκις ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματικωτέρας
6. ὦσι κράσεως, ἑτοιμότατον ἁλῶναι ῥίγεσιν ἀνεκθερμάντοις
7. τοὺς οὕτω διακειμένους. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ τὸ
8. μηδέποτε θεάσασθαι ῥίγη τοιαῦτα τοὺς παλαιοὺς ἰατροὺς,
9. ὡς ἂν μήτε πλημμελούντων εἰς τὴν ὑγιεινὴν δίαιταν ἴσα τοῖς
10. νῦν τῶν τότε, μήτε τῆς τῶν βαλανείων χρήσεως εἰς τοσοῦτον
11. ἐπιπολαζούσης. ἀλλ’, ὡς εἴρηται ἀρτίως, τὰ τοιαῦτα ῥίγη
12. φρικώδη μᾶλλόν ἐστιν ἢ κλονώδη. πρώτη μὲν γὰρ αἴσθησις
13. ἡμῖν ἐπὶ τοῖς μοχθηροῖς περιττώμασιν ἀνωμαλίας γίγνεται,
14. καὶ ὅταν γε δριμέα τὰ τοιαῦτα ὑπάρχῃ, δακνώδης ἐστὶν ἡ
15. αἴσθησις· δευτέρα δὲ φρίκης μικρᾶς, εἶτα μείζονος, εἶθ’
16. οὕτω μεγάλης, ὡς ἤδη καὶ ῥίγους τι μετέχειν· εἶτα τοῦ ῥίγους
17. αὐτοῦ μόνου κλονοῦντός τε καὶ διασείοντος τὰ μόρια.
18. τοῦτο τὸ ῥῖγος ἐπὶ τοῖς ψυχροῖς χυμοῖς οὐκ ἄν ποτε
19. γένοιτο· τὴν ἀρχὴν γὰρ οὐδὲ σφοδρῶς κινοῦνται οἱ τοιοῦτοι
1. διὰ τὸ πάχος· εἰ δὲ λεπτυνθεῖέν ποτε καὶ οὗτοι, ῥῖγος μὲν
2. οἴσουσιν, οὐ μὴν ἰσχυρότερον. οὐ γὰρ ἐγχωρεῖ τὴν αὐτὴν
3. ἐπιδέξασθαι λεπτότητα φλέγμα λεπτυνθὲν, ἣν ἡ λεπτυνθεῖσα
4. δέχεται ξανθὴ χολή. τὸ μὲν δὴ τοιοῦτον ῥῖγος οὐ πάνυ τι
5. γιγνώσκουσιν οἱ παλαιοὶ ἰατροί· τὸ δ’ ἐν νοσήμασι θανατώδεσι
6. γιγνώσκουσιν. λέγει οὖν ὁ Ἱπποκράτης ἐν ἀφορισμοῖς,
7. ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι,
8. θανάσιμον. ἐν γὰρ τοῖς τοιούτοις ῥίγεσιν ὥρμησε μὲν ἡ φύσις
9. ἐπὶ τὸ διώσασθαι τὰ λυποῦντα, νικηθεῖσα δὲ καταπίπτει
10. καὶ κατασβέννυται, καὶ διὰ τοῦτό ἐστιν ὀλέθριον τὸ σύμπτωμα.
11. κατὰ δὲ τοὺς τεταρταίους ἐπίμικτον τὸ ῥῖγός ἐστιν
12. ἐκ ψυχροῦ τε καὶ θερμοῦ. φύσει μὲν γάρ ἐστι ψυχρὸς χυμὸς
13. ἡ μέλαινα χολὴ, σηπεδόνα δέ τινα προσλαβοῦσα, δι’ ἣν καὶ
14. πυρετοὺς ἐξάπτει, τοσοῦτον ἐπικτᾶται θερμότητος, ὅσον καὶ
15. σηπεδόνος. ὅτι μὲν οὖν ἕπεται ῥίγη κᾀν τοῖς θερμοῖς αἰτίοις
16. ἀπεδείξαμεν· ὅτι δὲ κᾀν τοῖς τοιούτοις ἅπασι καταψύχονταί
1. τε καὶ λειφαιμοῦσι, μάλιστα μὲν ὅσα τοῦ σώματος ἄκρα μόρια,
2. σὺν αὐτοῖς δὲ καὶ τὸ δέρμα σύμπαν, ὅσα τ’ ἐπιπολῆς ἐστιν
3. ὑπ’ αὐτῷ, καὶ διὰ τίνα τὴν αἰτίαν γίγνεται, τοῦτο σκεπτέον
4. ἐφεξῆς. ἔστι δή τις ἐκ τῶν πρώτων καὶ, ὡς ἂν εἴποι τις,
5. ἡγεμονικωτάτων κινήσεων ἡ ἔσω τε καὶ ἔξω φορὰ τῆς ἐμφύτου
6. θερμασίας, ἐπὶ πολλοῖς πάθεσι γιγνομένη ψυχικοῖς,
7. ἅμα δ’ αὐτῇ δηλονότι καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα, ποτὲ μὲν
8. ἔσω τε καὶ πρὸς τὴν ἀρχὴν φέρεται καὶ συστέλλεται, ποτὲ δ’
9. ἐκτὸς ἀποτείνεται καὶ χεῖται. αὐτῆς μὲν γὰρ τῆς ψυχῆς τὴν
10. οὐσίαν ἴσως μὲν καὶ κατ’ ἄλλην τινὰ πραγματείαν ἀποφήνασθαι
11. τολμηρὸν, ἐν δὲ τῇ νῦν ἐνεστώσῃ πρὸς τῷ τολμηρῷ
12. καὶ περιττόν. ἔοικε δ’ οὖν ἥ τις ποτ’ ἂν ᾖ, δυοῖν
13. θάτερον, ἤτοι πρώτοις ὀργάνοις εἰς ἁπάσας τὰς ἐνεργείας
14. χρῆσθαι πνεύματί τε καὶ αἵματι καὶ τῇ θερμασίᾳ τῇ κατὰ
15. θάτερόν τε καὶ συναμφότερον, ἢ ἐν αὐτοῖς τούτοις ὑπάρχειν.
16. ἔνεστι δὲ ἐναργῶς θεάσασθαι τὰς κινήσεις αὐτῆς ἐν
17. ἄλλοις τε πολλοῖς καὶ μάλιστα τοῖς ψυχικοῖς πάθεσιν.
18. αὐτίκα φόβος τε καὶ θυμὸς, ὁ μὲν εἴσω τε καὶ πρὸς τὴν 
1. ἀρχὴν ὑπάγει καὶ συστέλλει τό τε πνεῦμα καὶ τὸ αἷμα σὺν
2. τῷ καταψύχειν τὰ ἐπιπολῆς, ὁ δὲ ἀποτείνει τε καὶ χεῖ καὶ
3. θερμαίνει. τὸ δ’ ἀγωνιᾷν ὀνομαζόμενον ἐξ ἀμφοῖν ὑπάρχον
4. σύνθετον, ἀνώμαλόν ἐστι ταῖς κινήσεσι. καὶ τοίνυν
5. καὶ οἱ σφυγμοὶ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας μικρότατοι
6. μὲν καὶ ἀτονώτατοι τοῖς φοβηθεῖσι, μέγιστοι δὲ καὶ
7. σφοδρότατοι τοῖς θυμωθεῖσιν, ἀνώμαλοι δ’ εἰσὶ τοῖς ἀγωνιῶσιν.
8. ἐπὶ δὲ τῆς αἰδοῦς εἴσω μὲν πρῶτον ἡ κίνησις
9. γίγνεται τῆς ψυχικῆς δυνάμεως, ἐπάνοδος δ’ αὖθις ἀθρόα
10. πρὸς τοὐκτὸς λαμβάνει· ὡς εἴγε μὴ ἐπανέρχοιτο, φόβος
11. ἐστὶν, οὐκ αἰδώς. ἡ μὲν γὰρ αἰδὼς ἐξαίφνης γίγνεται,
12. μηδὲν τῆς ψυχικῆς δυνάμεως προσδοκώσης κακὸν, ἀλλ’, ὡς
13. ἂν εἴποι τις, ὑπὸ μαλακίας τε καὶ δειλίας συμφύτου, μὴ
14. φερούσης ἀνθρώπου πολὺ κρείττονος ὁμιλίαν, ἀλλ’ ἀποδρᾶναί
15. τε καὶ εἰ οἷόν τ’ ἦν ἐκ ποδῶν γενέσθαι σπευδούσης.
16. καὶ διὰ τοῦτο μόνον ἀποχωρεῖ πρὸς τὸ βάθος, οἷον
17. ἀποδιδράσκουσα χωρὶς τοῦ καταψύχεσθαι. τοῦ λογισμοῦ
18. δ’ ἐπεγείροντος καὶ παρορμῶντος τὸ παθητικὸν τῆς ψυχῆς,
1. ὅπερ ἐστὶ τὸ φοβούμενόν τε καὶ αἰδούμενον, ἐπανέρχεταί
2. τε καὶ κινεῖται πρὸς τὰ ἐκτὸς ἐν ὁμοίῳ μάλιστα
3. τρόπῳ κινήσεως, ἐν οἵῳ περ ἂν ὅταν ἐπὶ ψυχρολουσίᾳ θερμασίας
4. ἐπανάκλησις γίγνηται. ἐν δέ γε τοῖς φόβοις, ἅτε μηδ’
5. ὅλως ἐπεγείροντός τε καὶ παρορμῶντος τοῦ λογισμοῦ τὸ παθητικὸν
6. τῆς ψυχῆς, ἀεὶ καὶ μᾶλλον κατασβέννυται τὸ θερμὸν,
7. ὥστε καὶ ῥιγοῦν ἐνίους αὐτῶν. ὅπερ δ’ ἐν φόβοις ἀθρόως,
8. τοῦτ’ ἐν λύπαις κατὰ βραχὺ πάσχουσι, μεγέθει καὶ σφοδρότητι
9. τῶν παθῶν, οὐχ ὅλῳ τῷ γένει διαφερόντων. καὶ τοίνυν
10. καὶ ἀπέθανον ἤδη τινὲς ἐπὶ φόβοις ἐξαιφνιδίοις, ὅταν
11. ἀσθενὲς φύσει ψυχάριον ἰσχυρῷ πάθει κατασχεθὲν ἀθρόως
12. κατασβεσθῇ τε καὶ καταπνιγῇ. τὸ μὲν γὰρ σβέννυσθαι δι’
13. αὐτὴν τοῦ πάθους γίγνεται φύσιν ἐν τῷ καταψύχεσθαι τὴν
14. γένεσιν ἔχοντος· τὸ δὲ καταπνίγεσθαι διὰ τὸ συννεύειν τε καὶ
15. φέρεσθαι πᾶν ἐπὶ τὴν ἀρχὴν τὸ αἷμα. θυμωθεὶς δ’ οὐδεὶς
16. ἀπέθανεν, ὡς ἂν μήτε τῆς θερμότητος καταψυχομένης μήτε
17. τοῦ τόνου λυομένου· χαρέντες μέντοι μεγάλως ἔνιοι τῶν μικροψύχων
18. ἀνθρώπων ἀπέθανον, ὥσπερ καὶ φοβηθέντες·
19. οὐ γὰρ ἅμα τόνῳ καὶ ζέσει κινεῖται πρὸς τὰ ἐκτὸς ἡ ψυχικὴ
1. δύναμις, ἀλλ’ αὐτὸ τοὐναντίον, εἴ τι καὶ πρότερον εἶχε τόνου,
2. τοῦτο νῦν ἐκλύει τε καὶ χαλᾷ· διαφορεῖται τοιγαροῦν,
3. ὅταν ἐπιπλεῖστον χαλασθεῖσα φέρηται πρὸς τὸ ἐκτός. ὁ δὲ
4. πόνος ἐναντίως κινεῖσθαι τὴν ψυχὴν ἀναγκάζων ὅμοια τῷ
5. μεγίστῳ φόβῳ φέρει τὰ συμπτώματα. καὶ γὰρ ἀχροοῦσι καὶ
6. καταψύχονται καὶ ῥιγοῦσι καὶ τρέμουσι καὶ μικροσφυκτοῦσι
7. καὶ ἀσφυκτοῦσι καὶ τέλος ἀποθνήσκουσιν ὡσαύτως τοῖς ἐκπλαγεῖσιν.
8. ὑποφεύγει γὰρ κᾀν τούτοις ἐπὶ τὴν ἀρχὴν ἡ ἔμφυτος
9. θερμασία λυομένη θ’ ἅμα καὶ κατασβεννυμένη. ὅπου
10. δὲ θάνατον ἐπιφέρει τὰ τοιαῦτα τῶν παθῶν, οὐδὲν δήπου
11. θαυμαστὸν εἰ καὶ λειποψυχίαν. οὔκουν οὐδ’ ὅτι τὰ λειποψυχίας
12. ἀκόλουθα συμπτώματα, τά τε ἄλλα καὶ ἡ ἀκούσιος ἔκκρισις
13. τῶν περιττωμάτων ἕπεται οὐδὲν ἔτι χρὴ θαυμάζειν. ἀλλὰ
14. γὰρ οὐ τοῦ παρόντος καιροῦ μηκύνειν ἔτι ὑπὲρ τῶν τοιούτων
15. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον. ὅταν οὖν ἐπὶ θερμοῖς τε ἅμα
16. καὶ δακνώδεσι χυμοῖς γίνηται ῥῖγος, οὐδὲν θαυμαστόν ἐστι
17. καταψύχεσθαι τὰ ἐκτὸς ἅπαντα, τῆς ψυχικῆς δυνάμεως εἰς τὸ
18. βάθος συννευούσης ἅμα τῷ αἵματι. γίγνεται γὰρ αἴσθησις
1. τηνικαῦτα τῆς τῶν ἐκτὸς ψύξεως, οὐ τῆς τῶν ἐν τῷ βάθει.
2. καὶ γὰρ διψῶσιν ἰσχυρῶς ἔνιοι κατ’ ἐκεῖνον τὸν καιρὸν, ὡς
3. ἂν τῆς ἔνδον θερμασίας διαφυλαττομένης αὐτοῖς. ὅτι δὲ εὐλόγως
4. τὰ τοιαῦτα τοῖς ῥιγοῦσι συμβαίνειν εἴωθεν, ἔνεστι κᾀντεῦθεν
5. συλλογίσασθαι. εἰ γὰρ καθ’ ἕν τι μέρος ἐρείδουσαι
6. σφοδρότερον ὀδύναι λειποψυχίας τε ἅμα καὶ καταψύξεις ἐπιφέρουσιν,
7. οὐδὲν ἂν εἴη θαυμαστὸν τὰς καθ’ ὅλον ἅμα τὸ
8. σῶμα συνισταμένας, εἰ καὶ μὴ τὰς λειποψυχίας τε καὶ τοὺς
9. θανάτους, ἀλλὰ τάς γε καταψύξεις ἐργάζεσθαι. εἰσὶ γὰρ
10. ὁμογενεῖς καὶ ταῖς ἄλλαις ἁπάσαις ὀδύναις αἱ κατὰ τὸ ῥῖγος,
11. ἀπολείπονται δὲ τῶν ἀναιρουσῶν μεγέθει καὶ χρόνῳ. καὶ
12. γὰρ ἐλάττους εἰσὶ πολλῷ καὶ βραχυχρόνιοι. κωλικὴ μέντοιγε
13. πολλάκις ὀδύνη δυοῖν ἐφεξῆς ἡμερῶν κατέσχε· ῥῖγος δ’ ὅσῳπερ
14. ἂν ᾖ σφοδρότερον, τοσοῦτον ὀλιγοχρονιώτερον γίγνεται.
15. προσέοικε γὰρ ἡ κατ’ αὐτὸ κίνησις τῆς ψυχῆς οὐ τῇ κατὰ τοὺς
16. φόβους, ἀλλὰ μᾶλλόν πως τῇ κατὰ τὴν αἰδῶ τε καὶ ψυχρολουσίαν.
17. ἀναμάχεται γοῦν ἡ δύναμις καὶ διαγωνίζεται πρὸς
18. τὰ λυποῦντα, μέχρι περ ἂν ἐκμοχλεύσῃ τε καὶ διώσηται
19. πάντα. διά τε οὖν τὰς σφοδρὰς ἐμπτώσεις, καὶ ὅτι
1. κατὰ τὸ βάθος ἀθροισθεῖσα μετὰ πολλῆς ἐπανέρχεται θερμασίας,
2. τὸν ἐπὶ τοῖς ῥίγεσι πυρετὸν ἐξάπτει, τὴν ὕλην
3. ἔχουσα σύμμαχον εἰς τὸ μέγεθος αὐτοῦ. εἰ δέ ποτε διαγωνιζομένη
4. φθάσειε καμεῖν αὕτη, πρὶν διώσασθαι τὰ λυποῦντα,
5. γίγνεται μὲν γὰρ καὶ τοῦτο δι’ ἀῤῥωστίαν δυνάμεως, ἢ μέγεθος
6. αἰτίου, θάνατος ἐξ ἀνάγκης ἀκολουθεῖ, καθάπερ ἔμπροσθεν
7. εἴρηται.

Cliquer un n° de page pour en afficher l’image