8. Ὁπότε οὖν ἐνταῦθα τοῦ λόγου γεγόναμεν,
9. ἐπιθῶμεν ἤδη τὴν κεφαλὴν αὐτῷ, βραχέσι κεφαλαίοις ἅπαντά
10. τε τὰ προειρημένα περιλαβόντες, ὅσα τε λείπεται προσθέντες.
11. αἱ μὲν βῆχες καὶ οἱ πταρμοὶ καὶ αἱ λύγγες καὶ τὰ ῥίγη τῆς
12. ἐκκριτικῆς δυνάμεως ἰσχυραὶ καὶ βίαιοι κινήσεις εἰσίν· οἱ δὲ
13. σκορδινισμοὶ καὶ αἱ χάσμαι τῆς αὐτῆς μὲν, ἀλλὰ μέτριαι· μετριώτεραι
14. δὲ κᾀν ταῖς φρίκαις αἱ κινήσεις εἰσί· καὶ πολὺ δὴ
15. τούτων μετριώτεραι αἱ κατὰ τὰς ἀνωμαλίας κινήσεις, ὥστε
16. σχεδὸν οὐδὲ κινήσεις εἴποι τις τὰς τοιαύτας, ἀλλ’ αἰσθήσεις
17. μόνον ὑπάρχειν, οἷαί περ καὶ αἱ κατὰ τοὺς ἑλκώδεις κόπους
18. αἰσθήσεις εἰσί. καὶ τούτων μᾶλλον ἔτι ἐν τῷ κνηστιᾷν.
1. αἴσθησις γὰρ ἐν τούτῳ τῷ συμπτώματι μόνον ἐστὶ περιττωμάτων
2. κνησμωδῶν· οὐδὲ γὰρ ὀνομάσαι δυνατὸν ἄλλως αὐτὰ,
3. πλὴν εἰ νιτρώδη καὶ ἁλμυρά τις ἢ πικρὰ προσαγορεύειν ἐθέλοι,
4. τοιαύτη γὰρ ἡ φύσις αὐτῶν. ἔνεστι δὲ μαθεῖν περὶ
5. αὐτῶν ἀπό τε τῶν ἔξωθεν, οἷον ἀκαλήφης τε καὶ σκίλλης καὶ
6. ἅλμης καὶ θαλάττης, ὅσα τ’ ἄλλα τοιαῦτα καὶ τούτων οὐδὲν
7. ἧττον ἀπ’ αὐτῶν τῶν κατὰ τὸ σῶμα. τοῖς γὰρ ἀλουτοῦσι
8. καὶ ῥυπῶσι καὶ ἀπεπτοῦσι καὶ τροφὰς κακοχύμους
9. ἐσθίουσι κνηστιᾷν συμβαίνει, καὶ πολὺ δὴ μᾶλλον ἐν ψώραις
10. τε καὶ λέπραις, ὅτι πλείων τε καὶ παχύτερος ὁ χυμὸς ἐν ταῖς
11. τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο κνῶνται μὲν ἐπὶ πλεῖόν
12. τε καὶ μᾶλλον ἁπάντων ἄνευ τῆς τοιαύτης διαθέσεως κνηστιώντων·
13. ὀνίνανται δ’ οὐδὲν οὐδ’ ἂν ἐκδείρωσιν ἑαυτοὺς
14. κνώμενοι σφοδρότατα, διὰ τὸ μένειν ἐν αὐτοῖς ἐμπεπλασμένον
15. τε καὶ, ὡς ἂν εἴποι τις, ἐσφηνωμένον ἐν τῷ δέρματι τὸν
16. λυποῦντα χυμόν. οὔτε γὰρ ὀλίγος οὗτος οὔτε λεπτός ἐστιν,
17. ὡς ἐπὶ τῶν ἀλουτησάντων μόνον ἢ ῥυπώντων, ἀλλὰ καὶ
18. πλεῖστος καὶ παχὺς, ἐνίοτε δὲ καὶ γλίσχρος. ἅπαντα γοῦν τὰ
19. τοιαῦτα συμπτώματα κακοχυμίας ἐστὶν ἔγγονα, διαφέροντα
1. δὲ ποιότητι καὶ ποσότητι τῆς αἰτίας, ἔτι τε πρὸς τούτοις
2. ἡσυχίᾳ τε καὶ κινήσει. ὀλίγη μὲν γὰρ καὶ λεπτὴ καὶ ἁλμυρὰ
3. καὶ ἀκίνητος ἐν τοῖς κνηστιῶσιν· ὀλίγη δὲ καὶ
4. λεπτὴ καὶ δακνώδης καὶ ἀκίνητος ἐπὶ τοῖς ἑλκώδεσι κόποις·
5. πολλὴ δὲ καὶ παχεῖα καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν
6. λέπραις τε καὶ ψώραις· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης
7. καὶ βραχεῖαν ἔχουσα τὴν κίνησιν ἐν ταῖς φρίκαις. εἰ δ’
8. ἤτοι κινηθείη σφοδρῶς ἢ πλείων ἢ δακνωδεστέρα γένοιτο,
9. ῥῖγος, οὐ φρίκην ἐπιφέρει, μέγιστον μὲν ἡ πλείστη τε
10. καὶ σφοδροτάτη καὶ δακνωδεστάτη καὶ σφοδρότατα κινουμένη,
11. ἐλάχιστον δὲ, εἰ καθ’ ἕν τι τούτων μετρίως αὐξηθὲν
12. ἐκ φρίκης εἰς ῥῖγος μεταπέσοι. πάμπολλαι δὲ ἄλλαι μεταξὺ
13. τοῦ τ’ ἐλαχίστου ῥίγους ἐστὶ καὶ τοῦ μεγίστου, τῷ
14. μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσαι παρά τε τὸ
15. μᾶλλον καὶ ἧττον κινεῖσθαι τὴν αἰτίαν καὶ παρὰ τὸ
16. μᾶλλόν τε καὶ ἧττον εἶναι δακνώδη, καὶ προσέτι τὴν
17. ἐν τῇ ποσότητι διαφορὰν, ἔτι τε πρὸς τούτοις ἤτοι
18. παρὰ τὸ πάσαις ταῖς εἰρημέναις διαφοραῖς, ἢ παρὰ
19. τό τισιν ἤ τινι τὴν ποιοῦσαν τὸ ῥῖγος αἰτίαν ηὐξῆσθαι.
1. ταυτὶ μὲν οὖν ἅπαντα τὰ συμπτώματα περὶ τὸ δέρμα
2. καὶ τὰς ὑπ’ αὐτὸ σάρκας ἀθροιζομένης τῆς αἰτίας εἴωθε
3. συνίστασθαι. βῆχες δὲ καὶ πταρμοὶ καὶ λύγγες, αἱ μὲν βῆχες
4. ἐν τοῖς κατὰ πνεύμονά τε καὶ φάρυγγα καὶ θώρακα
5. τῶν αἰτίων συνισταμένων· οἱ πταρμοὶ δὲ ἐν τοῖς κατὰ τὰς
6. ῥῖνας· λύγγες δὲ ἐν τοῖς κατὰ γαστέρα καὶ στόμαχον. ἐν
7. ἅπασι δὲ τοῖς εἰρημένοις κοινὸν ἡ τῶν λυπούντων ἐκκριτικὴ
8. δύναμις, ἑαυτὴν ἐπεγείρουσα πρὸς τὰς σφοδροτάτας κινήσεις
9. ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα, καθάπερ ἔμπροσθεν εἴρηται
10. τά τ’ ἄλλα περὶ τῆς γενέσεως αὐτῶν καὶ ὅτι κατὰ συμβεβηκός
11. ποτε καὶ ὁ πταρμὸς τῶν κατὰ πνεύμονα συνεστώτων
12. ὑγρῶν ἴαμα καθίσταται, μὴ γινόμενος ἐκείνων ἕνεκεν. οὕτω
13. δὲ καὶ κατὰ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἐφ’ οἷς αἱ λύγγες
14. συνίστανται, κατὰ συμβεβηκὸς ἐκκαθαίρουσιν οἱ πταρμοὶ, καὶ
15. ταύτῃ γίγνονται λυγγῶν ἰάματα. συνεπωθοῦσι γὰρ τὴν κοιλίαν
16. οἱ κατεπιγάστριοι μύες ἐκτεινόμενοί τε καὶ προστέλλοντες,
17. ὡς βιαιοτέραν γίνεσθαι τὴν ἔμπτωσιν αὐτοῖς τοῖς λυποῦσιν
18. αἰτίοις, ἃ διώσασθαι σπεύδει. εἴρηταί μοι σχεδὸν ἅπαντα
1. τὰ τῶν ψυχικῶν ἐνεργειῶν τε καὶ δυνάμεων συμπτώματα
2. σὺν ταῖς ἀπογεννώσαις αἰτίαις αὐτά· κατὰ μέντοι τὸ
3. πρῶτον ὑπόμνημα τῶν ἐν ταῖς φυσικαῖς ἐνεργείαις τε καὶ
4. δυνάμεσι γιγνομένων συμπτωμάτων οὐδενὸς ἐπεμνήσθην, ἐν
5. δὲ τῷ δευτέρῳ τῷδε κατὰ τὴν κοινωνίαν τοῦ λόγου λέλεκταί
6. τι καὶ περὶ ἐκείνων ἐπ’ ὀλίγον, ἀλλά γε τὸν τέλεόν
7. τε καὶ ἴδιον αὐτοῖς λόγον ἀποδώσομεν ἐν τῷ τρίτῳ
8. τῷ μετὰ τοῦτον.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 2.6, ed. Kühn, 1824, vol. 7, p. 196-200. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩