Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 2.7, ed. Kühn, 1824, vol. 7, p. 200-204. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:2.7

9. Νυνὶ δὲ πρὸς τὸ πάνθ’ ἡμῖν ἐν τοῖς δύο
10. συμπεπληρῶσθαι τὰ ταῖς ψυχικαῖς δυνάμεσι γενόμενα συμπτώματα,
11. καὶ περὶ τῶν κατὰ τὰς ἡγεμονικὰς ἐνεργείας
12. ἐροῦμεν. ἔστι μὲν οὖν κᾀν ταύταις τρία τὰ πρῶτα γένη
13. τῶν συμπτωμάτων· ἓν μὲν ἀπώλεια τῆς ἐνεργείας· ἕτερον
14. δὲ βλάβη· τὸ δὲ τρίτον εἰς ἑτέραν ἰδέας ἐκτροπήν.
15. ἀπώλεια μὲν ἐν ταῖς καλουμέναις μωρώσεσί τε καὶ λήθαις.
16. ὦπται γὰρ οὐκ ὀλιγάκις ὡς εἰς ἀπόστασίν τινα
17. κατασκήψαντα νοσήματα μώρωσιν ἢ λήθην ἐπήγαγεν.
18. ἐνίους γοῦν καὶ γράμματα καὶ τέχνας τελέως ἐπιλαθομένους
1. ἐθεασάμεθα καὶ μηδὲ τῶν σφετέρων ὀνομάτων μεμνημένους,
2. ὁποῖόν τι καὶ ὁ Θουκυδίδης φησὶν ἐν τῷ
3. λοιμῷ συμβῆναι· τινὰς γὰρ τῶν διασωθέντων ἀγνοῆσαι
4. σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. ὤφθησαν δὲ καὶ
5. διὰ γῆρας ἔσχατον ἔνιοι παραπλησίοις ἁλόντες συμπτώμασιν·
6. ᾧ καὶ δῆλον, ὡς ἐπὶ καταψύξει γίνεται καὶ μώρωσις
7. καὶ λήθη. καὶ γὰρ οὖν καὶ τὰ φάρμακα τὰ τῶν τοιούτων
8. συμπτωμάτων ποιητικὰ ψυχρὰ ταῖς δυνάμεσίν ἐστι.
9. τὰ μὲν δὴ τοιαῦτα συμπτώματα τὸ σῶμα αὐτὸ κατεψύχθαι
10. δηλοῖ τοῦ ἐγκεφάλου, ὥσπερ καὶ τὰ ἀποπληκτικὰ καὶ
11. τὰ ἐπιληπτικὰ διὰ φλεγματώδους χυμοῦ πλῆθος ἐν ταῖς
12. κοιλίαις αὐτοῦ τοῦ ἐγκεφάλου συναθροισθέντος ἔοικε γίγνεσθαι.
13. καὶ διὰ τοῦτο ἐξαιφνίδιος ἥ τε γένεσις αὐτῶν
14. ἐστι καὶ ἡ λύσις, οὐδαμῶς τούτου συμβῆναι δυναμένου
15. κατὰ τὰς τῶν σωμάτων δυσκρασίας. αἱ δὲ μέτριαι βλάβαι
16. καὶ οἷον νάρκαι τοῦ λογισμοῦ τε καὶ τῆς μνήμης ἐπὶ
17. βραχυτέρᾳ καταψύξει συμβαίνουσιν, ἤτοι διά τι τῶν
18. εἴσω τοῦ σώματος ληφθέντων φαρμάκων ψυχρῶν, ἢ κατὰ 
1. τῆς κεφαλῆς ἐπιτεθέντων, ἢ καὶ χυμοῦ ψυχροῦ κατὰ τὸν
2. ἐγκέφαλον ἠθροισμένου· καὶ παραφροσύναι δὲ πᾶσαι,
3. πλημμελεῖς ὑπάρχουσαι κινήσεις τῆς ἡγεμονικῆς δυνάμεως,
4. ἐπὶ μοχθηροῖς συνίστανται χυμοῖς ἢ δυσκρασίᾳ τῶν κατὰ
5. τὸν ἐγκέφαλον. ὀνομάζονται δὲ φρενίτιδες μὲν αἱ μετὰ
6. πυρετῶν, μανίαι δὲ αἱ χωρὶς τούτων, ποτὲ μὲν τοῖς
7. δακνώδεσι καὶ θερμοῖς ἑπόμεναι χυμοῖς, ὁποῖος ὁ τῆς ξανθῆς
8. χολῆς ἐστι μάλιστα, πολλάκις δὲ κατὰ τὴν δυσκρασίαν
9. τὴν ἐπὶ τὸ θερμότερον αὐτοῦ τοῦ ἐγκεφάλου συνιστάμεναι·
10. μόναι δ’ αἱ μελαγχολικαὶ παράνοιαι ψυχρότερον
11. ἔχουσι τὸν αἴτιον χυμόν. ἡ μὲν γὰρ φρενῖτις οὐδὲ ἁπλῶς
12. ἐπὶ θερμοῖς συνίσταται χυμοῖς, ἀλλὰ μετὰ τοῦ φλεγμονὴν
13. ἐργάζεσθαι κατὰ τε τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας. ἐν
14. δὲ τοῖς ἄλλοις πυρετοῖς αἱ παραφροσύναι πληθύνοντος ἐν
15. ἐγκεφάλῳ γίγνονται τοῦ τοιούτου χυμοῦ· καὶ ὅσαι γε
16. κατὰ τὰς ἀκμὰς συνίστανται τῶν ὀξυτάτων πυρετῶν, ἀτμὸν
17. δακνώδη καὶ θερμὸν ἀναθυμιώμενον ἴσχουσιν ἐπὶ τὸν
18. ἐγκέφαλον. αἱ δὲ μελαγχολικαὶ παράνοιαι πολυειδεῖς
1. μέν εἰσι ταῖς κατὰ μέρος ὑπούλοις φαντασίαις, ἓν δ’
2. αὐταῖς ἔοικεν ἁπάσαις ὑπάρχειν κοινὸν, ὃ πρὸς Ἱπποκράτους
3. εἴρηται· ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα
4. διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. δυσθυμοῦσι γὰρ
5. ἅπαντες ἀλόγως, οὐδ’, ἢν ἐρωτήσῃς, ἔχοντες εἰπεῖν ἐφ’
6. ὅτῳ λυποῦνται, δεδίασί τε ἐξ αὐτῶν οὐκ ὀλίγοι θάνατόν
7. τε καὶ ἕτερά τινα μηδενὸς ἄξια δείματος· εἰσὶ δὲ οἳ καὶ
8. σφοδρῶς ἐπιθυμοῦσι θανάτου. τό γε μὴν ἐπὶ τῇ μελαίνῃ
9. χολῇ καταλαμβανούσῃ τὴν ἀρχὴν τῆς λογικῆς ψυχῆς φόβους
10. τε γίγνεσθαι καὶ δυσθυμίας καὶ θανάτου προσδοκίας,
11. οὐδὲν θαυμαστόν. ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ σώματος
12. οὐδὲν οὕτως ἡμῖν φοβερὸν, ὡς τὸ σκότος. ὅταν
13. οὖν οἷον σκότος τι περιχυθῇ τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς,
14. ἀναγκαῖον ἀεὶ φοβεῖσθαι τὸν ἄνθρωπον, ὡς ἂν ἀεὶ
15. τὴν αἰτίαν τοῦ φόβου συμπεριφέροντα τῷ σώματι· ὅπερ
16. γὰρ ἡμῖν ἔξωθεν γίνεται κατὰ χρόνον τινὰ, βαθυτάτου
17. σκότους καταλαβόντος τὸν πέριξ ἀέρα, τοῦτο τοῖς μελαγχολῶσιν
18. ἔνδοθέν τε κᾀξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται,
1. καταλαβούσης τὸν ἐγκέφαλον ἤτοι τῆς μελαίνης χολῆς
2. αὐτῆς, ἤ τινος ἀναθυμιάσεως ἀτμοῦ μελαγχολικοῦ, καθάπερ
3. ἐν τῷ νοσήματι τῷ φυσώδει τε καὶ ὑποχονδριακῷ
4. προσαγορευομένῳ.

Cliquer un n° de page pour en afficher l’image