Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.1, ed. Kühn, 1824, vol. 7, p. 205-215. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

1. Ὅτι δὲ ὅσα κατὰ τὰς φυσικὰς ἐνεργείας
2. τε καὶ δυνάμεις ἀποτελεῖται συμπτώματα τὴν αὐτὴν μὲν
3. ἔχει μέθοδον τῆς εὑρέσεως, ἥνπερ καὶ τὰ ταῖς ψυχικαῖς
4. ἐνεργείαις ἐπιγινόμενα, κάλλιον μὲν ἴσως ἐστὶ κᾀν τοῖς τούτων
5. εἴδεσι γυμνάσασθαι κατὰ μέρος, ὥσπερ κᾀν τοῖς τῶν
6. ψυχικῶν ἐγυμνασάμεθα. τὸ μὲν δὴ κεφάλαιόν ἐστι τῆς
7. εὑρέσεως ἁπάντων τῶν αἰτίων ὅσα λυμαίνεται ταῖς δυνάμεσιν
8. ἡ γνῶσις τοῦ τρόπου καθ’ ὃν ἐνήργουν ὑγιαίνουσαι.
1. εἰ μὲν γὰρ τῷ τρίβειν ἡ γαστὴρ ἔπεττε τὰ σιτία, περὶ τὸ τρίβειν
2. ἐμποδισθεῖσα τὰ τῆς πέψεως ἀποτελέσει συμπτώματα·
3. μηδ’ ὅλως μὲν τρίψασα, τὸ μηδ’ ὅλως πέψαι· μοχθηρῶς δὲ
4. τρίψασα, τὸ μοχθηρῶς πέψαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον,
5. εἰ τῷ σήπειν ἔπεττεν, οὐ πέψει τῷ μὴ σῆψαι. εἰ δ’, ὡς
6. ἡμεῖς ἀπεδείξαμεν, αὐτὴ μὲν ἡ πέψις ἀλλοίωσίς ἐστι κατὰ
7. ποιότητα, γίγνεται δὲ ὑπὸ τῆς γαστρὸς ὁμοιούσης
8. ἑαυτῇ τὰ σιτία, παντί που δῆλον, ὡς ἡ περὶ τὴν ἀλλοίωσιν
9. ἀποτυχία σύμπτωμα γενήσεται πέψεως. εἰ μὲν δὴ μηδ’ ὅλως
10. ἀλλοιωθείη, καλεῖται μὲν ἀπεψία τὸ σύμπτωμα, καθάπερ
11. ἀκινησία τε καὶ ἀναισθησία περὶ τὰ τῆς ψυχῆς ἔργα, σημαινουσῶν
12. ἀπώλειάν τε καὶ στέρησιν τῆς ἐνεργείας τοῦ πρώτου
13. μορίου τῆς ψυχῆς. εἰ δ’ ἀλλοιωθείη, οὐχ ὡς προσῆκε δὲ,
14. ἀπεψία μὲν καὶ τοῦτο καλεῖται· σημαίνει δ’ οὐ στέρησιν ὡς
15. πρότερον, ἀλλὰ κάκωσιν μόνην. οὔσης δὲ καὶ αὐτῆς τῆς
16. κακώσεως διττῆς, ἢ τῷ βραδύνειν τε καὶ μηδέπω δέχεσθαι
17. τὴν οἰκείαν μεταβολὴν, ἢ τῷ διεφθάρθαι παντάπασιν, ὡς
18. μηδ’ ὅλως δύνασθαι τὸν ἐκ τῆς φύσεως κόσμον δέξασθαι,
1. βραδυπεψίαν μὲν ὀνομάζουσι τὴν προτέραν· ἡ δευτέρα δὲ
2. οὐδὲν ἴδιον ὄνομα κέκτηται. τοσαῦται μὲν οὖν αἱ βλάβαι
3. τῆς πέψεως. αἰτίαι δὲ αὐτῶν, κοινὴ μὲν ἡ τῆς ἀλλοιούσης
4. δυνάμεως ἀποτυχία τοῦ σκοποῦ. διῄρηται δ’ αὕτη
5. κατ’ εἴδη τε καὶ γένη. τὰ μὲν δὴ πρῶτα δύο γένη τῆς ἀποτυχίας
6. εἰσὶ τὸ μὲν ἕτερον ἡ δύναμις αὐτὴ πεπονθυῖα, τὸ δὲ
7. ἕτερον ἔξωθέν τις πλημμέλεια. διαιρεῖται δὲ ἑκάτερον, ἡ
8. μὲν τῆς δυνάμεως βλάβη κατὰ τρόπον διττὸν, ἤτοι διὰ τὴν
9. ἑαυτῆς οὐσίαν ἢ διά τι νόσημα τῶν ὀργανικῶν· ἡ δ’ ἔξωθεν
10. πλημμέλεια τριττὴ μὲν καὶ αὐτή· ἡ μὲν ἐν τοῖς κατὰ
11. τὴν γαστέρα περιττώμασιν· ἡ δὲ ἐν τοῖς σιτίοις· ἡ δὲ ἐν τῷ
12. χρόνῳ τῶν ὕπνων. ἀλλ’ αἱ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν τῆς
13. δυνάμεως βλάβαι δυσκρασίαι τινές εἰσι τῶν δραστικῶν ποιοτήτων·
14. αἱ δ’ ἀπὸ τῶν ὀργανικῶν νοσημάτων ἐρυσιπέλασι
15. καὶ οἰδήμασι καὶ φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ἀποστήμασι καὶ
16. ἄνθραξι, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἁπλᾶ, τὰ δὲ
17. σύνθετα νοσήματα περὶ τὴν γαστέρα συνίσταται. διὰ ταῦτα
18. μὲν δὴ πάντα κακῶς ἡ γαστὴρ πέττει, τῆς δυνάμεως αὐτῆς ᾗ
1. πέττει βλαπτομένης, ἐν μὲν ταῖς δυσκρασίαις κατὰ τὴν οἰκείαν
2. ἑαυτῆς οὐσίαν, ἐν δὲ τοῖς ἄλλοις νοσήμασιν, ὅσα μὲν
3. ἁπλῶς ἐστιν ὀργανικὰ, παραποδιζομένης μόνον, ὅσα δὲ ἐκ
4. δυσκρασιῶν τε καὶ ὀργανικῶν σύνθετα, κατ’ ἀμφοτέρους τοὺς
5. τρόπους. ἐπὶ ταύταις ταῖς προφάσεσιν ἡ γαστὴρ κακῶς πέττει,
6. κᾂν μηδὲν τῶν ἄλλων πλημμελῆται τῶν ἔξωθεν. τὸ ἔμπαλιν
7. δὲ τῆς γαστρὸς αὐτῆς μηδὲν πεπονθυίας, οὐ πέττει τὸ
8. ζῶον ἤτοι διὰ πλῆθος ἄμετρον ἐδεσμάτων τε καὶ πομάτων ἢ
9. διὰ ποιότητα μοχθηρὰν ἢ δι’ ἀκαιρίαν ἢ δι’ ἀταξίαν ἢ περίττωμα
10. φαῦλον ἢ ὕπνον ὀλίγον. ἀλλ’ ἐπὶ μὲν ταῖς μοχθηραῖς
11. τῶν σιτίων ποιότησι καὶ τοῖς περιττώμασιν, ὅσα κατὰ τὴν
12. γαστέρα συνίσταται, μετὰ διαφθορᾶς ἀπεπτοῦσιν, ἔστι δ’
13. ὅτε καὶ δι’ ἀταξίαν τε καὶ ἀκαιρίαν. λέγω δὲ ἀταξίαν μὲν,
14. εἰ μῆλα καὶ ῥοιὰς, εἰ οὕτως ἔτυχε, πρῶτα, τελευταῖα δὲ
15. προσφέροιντο λάχανα δι’ ἐλαίου καὶ γάρου· ἀκαιρίαν δ’, εἰ
16. ἕωθεν, πρὶν ὑπελθεῖν καλῶς τὴν προτέραν τροφὴν, ἢ πρὸ
17. ὀλίγου τῶν γυμνασίων ἀριστήσειεν. αἱ διαφθοραὶ δὲ κνισώδεις
18. μὲν ἐπὶ τοῖς θερμοτέροις τε καὶ χολωδεστέροις ἐδέσμασι
1. συμπίπτουσιν· ὀξώδεις δὲ ἐπὶ τοῖς ψυχροτέροις φύσει καὶ
2. φλεγματωδεστέροις. οὕτω δὲ κᾀπὶ τοῖς περιττώμασιν ὀξώδεις
3. μὲν ὅσα φλεγματικὰ καὶ ψυχρά· κνισώδεις δὲ ὅσα θερμά
4. τε καὶ πικρόχολα. καὶ αὐτὴ δὲ ἡ γαστὴρ ἐπὶ μὲν τοῖς ψυχροτέροις
5. νοσήμασι τὰς ὀξώδεις, ἐπὶ δὲ τοῖς θερμοτέροις τὰς
6. κνισώδεις ἐργάζεται μεταβολάς. βραδυπεψίας δὲ ἐργάζεται
7. τὰ δυσδιάφθαρτα μὲν, ὑπὲρ τὴν δύναμιν δὲ ἢ ὑπὲρ τὸν
8. ὕπνον. ὅταν δὲ χωρὶς τοῦ διαφθαρῆναι στέρησις παντελὴς
9. γένηται πέψεως, ἰστέον ἐν τῷδε νενικῆσθαι τὴν γαστέρα τελέως
10. ἤτοι διὰ πλῆθος ἄμετρον, ὡς πρὸς τὴν ἀσθένειαν τῆς
11. δυνάμεως, ἢ διὰ ψύξιν ἰσχυράν· ἀπεπτεῖ γὰρ ἐν ταῖς τοιαύταις
12. καταστάσεσιν ἡ γαστὴρ, ὡς μηδ’ ἐπιχειρεῖν ὅλως πέψαι.
13. ταῦτ’ οὖν ἔστω σοι παραδείγματα καὶ τῆς ἐν τοῖς ἀγγείοις
14. ἀπεψίας. εἰς γὰρ τοὺς αὐτοὺς αὖ τρόπους ἀνάξεις κᾀκείνας,
15. καὶ πρὸς ἐκείναις γε τὰς κατὰ τὴν τρίτην πέψιν, αἷς ἡ θρέψις
16. ἕπεται τοῦ σύμπαντος ὄγκου, τὴν αὐτὴν ἀναλογίαν ἐχούσης
17. πρὸς μὲν τὰς φλέβας τῆς ἐκ κοιλίας εἰς αὐτὰς ἀναδιδομένης
18. τροφῆς, πρὸς δὲ τὰς σάρκας τῆς ἐκ τῶν φλεβῶν εἰς ἐκείνας, 
1. ἥνπερ εἶχε τὰ ἐσθιόμενά τε καὶ πινόμενα πρὸς τὴν γαστέρα.
2. ταῦτ’ οὖν ἅπαντα ἡμῖν ἐνεδείξατο προγιγνωσκόμενος ὁ τῆς
3. πέψεως τρόπος. ὅτι γὰρ ἡ ἐκ τῶν τεσσάρων στοιχείων
4. τοιάδε τις κρᾶσις, ἡ καὶ τὴν ἰδιότητα τοῦ τῆς γαστρὸς ἐργασαμένη
5. σώματος, αἰτία τῆς ἀλλοιώσεώς ἐστι τῶν σιτίων,
6. ἐπιστάμενοι, καὶ ὅτι πλείστην εἰς τοῦτο δύναμιν εἰσφέρεται
7. τὸ θερμὸν στοιχεῖον, ἐποδηγήθημεν εἰς τὴν εὕρεσιν τῶν ἐν
8. ταῖς ἀπεψίαις αἰτίων. ἔστι δὲ οὐ μόνον ἐν ταῖς ἀπεψίαις,
9. ἀλλὰ καὶ κατὰ τὰ σύμπαντα τῶν συμπτωμάτων γένη, τὸ μὲν
10. οἷον ἀπώλεια τῆς ἐνεργείας ἢ στέρησις ἢ ὡς ἄν τις ἑτέρως
11. ὀνομάζειν ἐθέλοι· τὸ δὲ οἷον ἀτελὴς καὶ ἐλλιπὴς ἐνέργεια·
12. τὸ δὲ μοχθηρά τε καὶ πλημμελής. ἐν μὲν οὖν τῇ γαστρὶ,
13. καθάπερ ἀρτίως εἴρηται, στέρησις μὲν τῆς ἐνεργείας ἐστὶν,
14. ὅταν μηδ’ ἐπὶ βραχύτατον ἀλλοιωθῇ τὰ σιτία· πέψις δὲ ἐλλιπὴς
15. ἐν ταῖς βραδυπεψίαις, ὥσπερ γε καὶ ἡ μοχθηρὰ καὶ ἡ
16. πλημμελὴς ἐν ταῖς διαφθοραῖς. κατὰ δὲ τὰς φλέβας ἡ μὲν
17. τῆς ἐνεργείας στέρησις ἐν τοῖς παντάπασιν ὠμοῖς χυμοῖς·
18. ἡ δὲ ἐλλιπὴς ἐνέργεια κατὰ τοὺς ἡμιπέπτους· ἡ δ’ αὖ
1. πλημμελὴς ἐν ταῖς κακοχυμίαις. οὕτω δὲ καὶ καθ’ ὅλην τοῦ
2. ζώου τὴν ἕξιν ἡ μὲν οἷον στέρησις ἐν τοῖς ὠμοῖς κατ’ ἐκεῖνα
3. χυμοῖς· ἡ δ’ οἷον ἐλλιπὴς ἐν τοῖς ἡμιπέπτοις· ἡ δὲ μοχθηρὰ
4. κατὰ τὰς ἐν αὐτοῖς κακοχυμίας. ἐκ τούτων τῶν κακοχυμιῶν
5. ἐρυσιπέλατά τε καὶ καρκῖνοι καὶ γάγγραιναι γίγνονται,
6. φαγέδαιναί τε καὶ ἄνθρακες, καὶ ἕρπητες, ὅσα τ’ ἄλλα τοιαῦτα.
7. κατὰ δὲ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφία μὲν ἡ
8. στέρησις τῆς ἐνεργείας· ἐλλιπὴς δὲ θρέψις ἡ ἰσχνότης· μοχθηρὰ
9. δὲ ἡ ἐν ταῖς λεύκαις τε καὶ κατὰ τὸν ἐλέφαντα προσαγορευόμενον.
10. αἱ δὲ αἰτίαι τῶν λελεγμένων ἁπάντων συμπτωμάτων
11. αἱ αὐταὶ κατὰ τὸ γένος εἰσὶ ταῖς ἔμπροσθεν ἐπὶ
12. τῆς γαστὸς εἰρημέναις, ἔνιαι μὲν αὐτῶν εἰς ἀῤῥωστίαν δυνάμεως,
13. ἔνιαι δὲ εἰς τὴν τῆς τροφῆς πλημμέλειαν, αἱ τρίται δ’
14. εἰς ἐπιτηδεύματά τε καὶ τὰ προσπίπτοντα τοῖς ζώοις ἔξωθεν
15. ἀναγόμεναι. καὶ κατὰ γε τὸν αὐτὸν ἐκείναις τρόπον αἱ ἀῤῥωστίαι
16. τῆς δυνάμεως, αἱ μὲν οἰκεῖαι ταῖς τῶν ὁμοιομερῶν
17. δυσκρασίαις, αἱ δ’ οὐκ οἰκεῖαι τοῖς ὀργανικοῖς ἕπονται νοσήμασιν.
18. αἱ δὲ πλημμέλειαι τῆς τροφῆς εἰς πλῆθός τε καὶ
1. ποιότητα χυμῶν διαιροῦνται, καθάπερ, οἶμαι, καὶ αἱ τῶν
2. ἐπιτηδευμάτων τε καὶ τῶν ἔξωθεν ὁμιλούντων εἰς ἀταξίαν τε
3. καὶ ἀκαιρίαν τινά. ἐπιτηδεύματα δὲ καλῶ νῦν ἱππασίας,
4. ἁλιείας, ἀφροδίσια, λουτρὰ, περιπάτους, πλοῦς, κυνηγέσια,
5. καὶ ἅπανθ’ ἁπλῶς ἐν οἷς ἐνεργοῦμέν τι τῷ σώματι. χρὴ δ’
6. οὐκ αὐτῶν δήπου μόνον τῶν συμπτωμάτων διαγνωστικόν τε
7. ἅμα καὶ τῆς γενέσεως εὑρετικὸν εἶναι τὸν ἰατρὸν, ἀλλὰ καὶ
8. τοῦ τρόπου τῆς γενέσεως αὐτῶν ὡς ἐν τῇ διαφορᾷ τέτακται
9. τῶν ποιητικῶν αἰτίων. οὐ γὰρ εἰ μηδ’ ὅλως ἔπεψε
10. μόνον ἡ γαστὴρ ἐπίστασθαι προσῆκεν, ἀλλὰ καὶ διότι, πότερον
11. δι’ ὑπερβάλλουσαν ἀσθένειαν τῆς πεπτικῆς δυνάμεως, ἢ
12. διά τι πλῆθος ἄμετρον, ἢ μοχθηροτάτην τινὰ σιτίων ποιότητα.
13. τὸ μὲν γὰρ ἐπὶ τοῖς σιτίοις σύμπτωμα ῥᾳδίως ἐπανορθοῦται·
14. τὸ δ’ ἐπὶ ταῖς ἐσχάταις καταπτώσεσι τῆς δυνάμεως
15. εἰς λειεντερίαν ἢ τὸν καλούμενον τυμπανίαν ὕδερον
16. ἀφικνεῖται· καὶ κατὰ φλέβας δὲ ὡσαύτως οὐ μόνον ἀποτυχίαν
17. αἱματώσεως ἐπισκοπεῖν χρὴ, ἀλλὰ καὶ διότι γίγνεται·
1. πότερον δι’ ἀῤῥωστίαν τῆς αἱματοποιοῦ δυνάμεως, οὐδὲν γὰρ
2. χεῖρον οὕτως αὐτὴν ὀνομάζειν, ἢ διὰ πλῆθός τι χυμῶν ἀπέπτων
3. τε καὶ ψυχρῶν ἐκ τῆς γαστρὸς ἀναδιδομένων·
4. εὐίατον μὲν γὰρ τοῦτο, θάτερον δ’ εἰς ὕδρωπα τελευτᾷ.
5. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῇ σαρκί. διὰ μὲν γὰρ τοὺς
6. ὠμοὺς χυμοὺς οἱ ἐκ νοσημάτων ἀνέδην ἐμφορούμενοι φυσώδεις
7. τε καὶ ὑδαλέοι τὴν ὅλην ἕξιν ἀποτελοῦνται· διὰ δὲ τὴν
8. ἀῤῥωστίαν τῆς δυνάμεως οἱ ἀνὰ σάρκα προσαγορευόμενοι
9. τῶν ὑδέρων. ἅπασαι μὲν οὖν αἱ μεγάλαι δυσκρασίαι καταβάλλουσι
10. τὴν δύναμιν· ἀλλ’ αἱ μὲν ἐπὶ τῷ ψυχρῷ κρατοῦντι
11. τὰ ψυχρὰ τῶν παθῶν ἐργάζεσθαι πεφύκασιν· αἱ δὲ ἐπὶ τῷ
12. θερμῷ τἀναντία. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῆς ὑπολοίπου
13. γιγνώσκειν ἀντιθέσεως καὶ συζυγίας. ἐν ἁπάσαις δ’, ὡς εἴρηται,
14. κοινὸν ἡ μεγίστη τοῦ κατὰ φύσιν ἐκτροπή. τὸ γὰρ
15. μηδ’ ὅλως ἐνεργῆσαι περὶ τὰ σύμμετρά τε καὶ συνήθη σιτία
16. μεγίστην ἐνδείκνυται τῆς γαστρὸς τὴν δυσκρασίαν· ἀλλ’ εἰ μὲν
17. δι’ ὑπερβάλλουσαν θερμότητα συμβαίνει τὸ τοιοῦτον, εὐθὺς
18. καὶ διαφθείρεται τὰ σιτία, κοινὴν μέν τινα διαφθορὰν ἐπὶ τὸ
1. κνισῶδες΄ ἰδίαν δὲ ἕκαστον, ὡς ἂν φύσεως ἔχῃ. τὰ μὲν
2. γὰρ οἷον βρώμου τινὸς ἢ βορβόρου διαφθειρόμενα· τὰ δὲ
3. ἰχθύων τινῶν ὠμῶν ἤ ἀῤῥήτου τε καὶ ἀλλοκότου σηπεδόνος
4. ἐξόζει. διαμεῖναι γὰρ ἀσήπτῳ θερμαινομένῳ σφοδρῶς οὐδενὶ
5. τῶν ἐδεσμάτων δυνατόν· εὐθὺς δὲ δήπου καὶ διψῶσιν ἀμέτρως
6. οἱ οὕτω διακείμενοι καὶ πυρέττουσιν ἐνίοτε λεπτοὺς καὶ
7. μικροὺς ἑκτικοὺς πυρετούς· εἰ δὲ διὰ ψύξιν ἄμετρον ἀπόλοιτο
8. παντάπασιν ἡ πέψις τῶν σιτίων, ἄδιψοί τέ εἰσι καὶ ἀπύρετοι,
9. καὶ αὐτῶν τῶν σιτίων ἀκριβεῖς ἀποσώζουσι τὰς ποιότητας,
10. εἴτ’ ἐρυγγάνειν ἐθελήσειαν, εἴτε καὶ ἐμεῖν. εἰ δὲ καὶ βραχεῖά
11. τις ἐνέργεια παρὰ τὴν πέψιν αὐτῶν γένοιτο, καὶ ἡ τῶν σιτίων
12. φύσις ἤτοι τῆς μέσης εἴη κράσεως ἤ τῆς ψυχροτέρας,
13. ὀξυρεγμιώδεις ἀποτελοῦνται. θερμοτέρων δὲ κατὰ κρᾶσιν
14. ὄντων ἢ καὶ φύσει φυσωδεστέρων, ἐμπίπλαται πνεύματος ἀτμώδους
15. ἡ γαστήρ. εἰς μὲν δὴ τὰς τοιαύτας δυσκρασίας ἐγχωρεῖ
16. διὰ ταχέων αὐτὴν ἀφικέσθαι· καθ’ ὑγρότητα δὲ καὶ ξηρότητα
17. δύσκρατος εἰς τοσοῦτον, ὡς ἀπολέσαι τὴν ἐνέργειαν,
18. οὐκ ἄν ποτε γένοιτο γαστὴρ, ἄνευ χρόνου παμπόλλου· καὶ 
1. χρὴ προηγήσασθαι τῆς μὲν ὑγρότητος ὕδερον· τῆς δὲ ξηρότητος
2. ἤτοι γῆρας ἢ μαρασμόν. ἀλλὰ τὰς μὲν τοιαύτας
3. διελέσθαι διαφορὰς πραγματείας ἑτέρας ἐστίν.

Cliquer un n° de page pour en afficher l’image