14. Κοινὸν δὲ τοῦτον ὑπάρχοντα λόγον
15. ἁπάντων τῶν μορίων ἐφύλαξα τελευταῖον ἐπὶ πᾶσι διελθεῖν
16. ἅμα. καὶ γὰρ ἄπορον δοκεῖ εἶναι, βλαβέντος τινὸς σώματος,
17. οὐκ ἐξ ἴσου συμβλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ πάσας, ἀλλὰ
1. τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον, ἐνίας δ’ οὐδ’ ὅλως. ὅτι μὲν
2. οὖν ἄνευ τοῦ βλαβῆναί τι τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, οὐχ
3. οἷόν τε τὴν ἐνέργειαν αὐτοῦ παραποδισθῆναι, πρόδηλον
4. παντί· πολλάκις δὲ ἐνεργοῦντος ἑκάστου τῶν μορίων, ἄλλοτε
5. ἄλλη βλάπτεται τῶν ἐνεργειῶν, οὐ γὰρ ὁμοίας δεῖται κατασκευῆς
6. εἰς τὰς ἀλλοιωτικάς τε καὶ πρακτικὰς ἐνεργείας. ἡ μὲν
7. γὰρ ἀλλοίωσις γίγνεται τῶν πλησιαζόντων ἁπάντων ἀλλήλοις
8. οὐδὲν δεομένων οὔτε τόπον ἐκ τόπου μεταχωρεῖν, οὔτ’ ἀντιλαμβάνεσθαί
9. τινος, οὔτε κατέχειν, οὔτε ἀντιστηρίζεσθαι·
10. τῶν δ’ ἤτοι τι μελλόντων ἕλξειν ἢ καθέξειν ἢ ἀπώσασθαι,
11. σὺν τῇ κατὰ τόπον κινήσει τὴν ἐνέργειαν ἀνάγκη γίγνεσθαι.
12. κᾀν τούτῳ τὸ μὲν οὕτω μαλακὸν, ὡς ὑγρόν τε εἶναι καὶ
13. ῥυτὸν καὶ ἀστήρικτον, οὔτε ἕλκειν ὁμοίως οὔτε κατέχειν οὔτε
14. ἀποκρίνειν ἐστὶ δυνατόν· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἔργοις
15. ἀποστήριξιν καὶ τάσιν ὑπάρχειν χρὴ τοῖς ἐνεργοῦσιν· ἀλλοιοῦν
16. δὲ, κᾂν ὑγρότατον ᾖ, τὰ πλησιάζοντα δύναται, καὶ μάλισθ’
17. ὅταν ἅμα καὶ θερμότατον ὑπάρχῃ· φαίνεται γὰρ οὐδεμία τῶν
18. δραστικῶν ποιοτήτων οὕτω ταχέως ἀλλοιοῦσα τὸ πλησιάζον,
1. ὡς ἡ θερμότης· ἐξ ὧν δῆλον, ὡς τὸ μὲν θερμότατον καὶ
2. ὑγρότατον σῶμα τάχιστα ἀλλοιώσει, τοῦτ’ ἔστι πέψει τε ἅμα
3. τὴν οἰκείαν τροφὴν ἑαυτῷ κᾀξομοιώσει· τὸ δὲ σκληρὸν εἰς τοσοῦτον,
4. εἰς ὅσον μὴ δυσκαμπὲς μὲν ὑπάρχειν, στηρίζεσθαι δ’
5. ἀσφαλῶς, ἕλκειν τε δυνήσεται σφοδρῶς, ὅ τι ἂν ἐθελήσῃ, καὶ
6. ὠθεῖν βιαίως καὶ κατέχειν εὐρώστως. οὔτε γὰρ ὀκλάζει κατὰ
7. τὴν τάσιν, ὡς τὰ λίαν μαλακὰ, καὶ κίνδυνος οὐδεὶς αὐτῷ
8. ῥαγῆναι σφοδρότερον ἐνταθέντι, καὶ ὧν ἂν ἅπαξ ἀντιλάβηται,
9. κατέχει ταῦτα περιπτυσσόμενον, οὔτε τῶν διὰ σκληρότητα
10. δυσκάμπτων οὕτως ἐνεργεῖν δυναμένων, οὔτε τῶν δι’
11. ὑγρότητα μαλακῶν· τὰ μὲν γὰρ οὐκ ἀσφαλῶς περιστέλλεται,
12. τὰ δὲ ἀῤῥώστως χρώμενα ταῖς λαβαῖς ἀποῤῥεῖ ῥᾳδίως ὧς ἀντιλαμβάνεται.
13. κάλλιστα μὲν οὖν τρέφεται τὰ ὑγρὰ καὶ θερμὰ
14. σώματα· καὶ γὰρ ἀλλοιοῖ τάχιστα καὶ παραδέχεται τὴν τροφὴν
15. εἰς ἑαυτὰ καὶ προσφύει καὶ ἐξομοιοῖ· κάκιστα δὲ τὰ ψυχρὰ
16. καὶ ξηρὰ, μήτε ἀλλοιοῦν δυνάμενα, μήτε εἰς ἑαυτὰ καταδέχεσθαι,
17. μήτε προσφύειν, μήθ’ ὁμοιοῦν. ὅτι μὲν οὖν ἀλλοιοῖ
1. τάχιστα τὸ θερμότατον, εἴρηται καὶ πρόσθεν· ἐν τούτῳ
2. γὰρ ἦν τὸ πέττειν· ὅτι δὲ τὸ ὑγρότατόν τε καὶ μαλακώτατον
3. ἑτοίμως εἰς ἑαυτὸ παραδέχεται τὸ ἀλλοιωθὲν, ἀναμνήσεως
4. δεῖ μᾶλλον ἢ πίστεως· ὥσπέρ γε τὸ ξηρόν τε καὶ σκληρὸν
5. οὐδὲν εἰς ἑαυτὸ παρίησιν εἰσιέναι, πρὶν διαστῆναί τε
6. κατά τι καὶ οἷον ἑλκωθῆναι. καὶ γὰρ δὴ ὅτι προσφύεταί τε
7. καὶ συμφύεται τὰ μὲν ὑγρότερα ῥᾷόν τε καὶ θᾶττον, ὅσα δὲ
8. σκληρότερα, τὰ μὲν οὐδὲ ὅλως, τὰ δὲ μόγις, οὐδεὶς ἀγνοεῖ.
9. ἵνα γοῦν παρῇ τις χαλκὸν καὶ σίδηρον καὶ χρυσὸν καὶ λίθον,
10. ἐπὶ μόλιβδόν τε τὸν λόγον ἀγάγῃ, φαίνεται μηδ’ ὅλως ἑτέρῳ
11. μολίβδῳ συμφυόμενος ἄνευ τοῦ θερμανθεὶς χυθῆναι.
12. τοῖς μὲν οὖν παιδίοις, ὅσα τε ἄλλα σώματα θερμότερά τε καὶ
13. ὑγρότερα ταῖς κράσεσιν ὑπάρχει, τά τε τῶν πέψεων ἄριστά
14. ἐστι καὶ τὰ τῶν προσθέσεων, καὶ προσφύσεων, καὶ θρέψεων.
15. ἡ μὲν γὰρ πέψις τε καὶ θρέψις ἀλλοιώσεις εἰσίν· ἡ δὲ πρόσθεσις
16. εἰς ἑαυτὸ καταδεχομένου τὴν τροφὴν δροσοειδῶς τοῦ
17. τρεφομένου γίγνεται· ἡ πρόσφυσις δὲ κόλλησίς τίς ἐστι καὶ
18. ἕνωσις· ἐφ’ οἷς ἅπασιν οὐ σμικρὸν ἀγαθὸν εἰς ἐξομοίωσιν ἡ
1. ὑγρότης τοῦ τρεφομένου σώματος, ὁμοία τῷ τρέφοντι τὴν
2. σύστασιν ὑπάρχουσα. τὰ δὲ τῆς ἀναδόσεως ὄργανα τοῖς
3. παισὶν εἰ καὶ μὴ σφόδρα ἰσχυρὰ ταῖς ἐνεργείαις ἐστὶν, ἀλλ’
4. ἱκανά γε καὶ οὐδαμῶς ἐνδεῆ. σύμμετρον γὰρ ἤδη σκληρότητα
5. καὶ τόνον αἱ φλέβες ἔχουσιν. αἱ καθεκτικαὶ δὲ δυνάμεις
6. ἀσθενέστεραι τούτοις εἰσὶ, καὶ διὰ τοῦτο ταχέως ἀποκρίνουσιν,
7. ἤν τε βαρύνωνταί ποτε πρός τινος, ἤν τε ἄλλως ἀνιῶνται.
8. ταύταις δ’ ὁμοίως αἱ ἀποκριτικαὶ μέτριαι κατὰ τὴν
9. ἀῤῥωστίαν εἰσί. καίτοι φαίνονται οὐ παισὶ μόνοις, ἀλλὰ καὶ
10. τοῖς ἄλλοις ἅπασιν αἱ καθεκτικαὶ δυνάμεις τῶν ἀποκριτικῶν
11. ἀσθενέστεραι, κᾂν ὁμοίως ἔχωσι, διὰ τὸ πολυχρόνιον τῆς
12. ἐνεργείας. ἐπὶ πλεῖστον μὲν γὰρ αἱ καθεκτικαὶ δυνάμεις ἐνεργοῦσιν,
13. ὡς ἂν κατέχειν ἔργον πεποιημέναι· βραχυχρόνιον δὲ
14. ἔχουσι τὴν ἐνέργειαν αἱ ἐκκριτικαὶ, διώσασθαί τε καὶ ἀποῤῥῖψαι
15. τὸ λυποῦν ἐν πτώσει μιᾷ δυνάμεναι. ὡς οὖν. ἐπὶ
16. τῶν ἐκτὸς ὁ αὐτὸς ἄνθρωπος ἀποῤῥῖψαι τὸ φορτίον ἱκανώτατος
17. ὑπάρχων ἀδυνατεῖ βαστάζειν αὐτὸ δι’ ὅλης
18. ἡμέρας, οὕτω κᾀν τοῖς ἔνδον ὀργάνοις ἀπώσασθαι τὸ λυποῦν
1. ἑτοιμότερόν ἐστι τοῦ κατέχειν ἐπιπλέον. οἱ γοῦν
2. παῖδες, ὑπὲρ ὧν ὁ λόγος, ἀλλοιωτικήν μὲν ἔχουσι δύναμιν
3. ἰσχυροτέραν τῶν ἀκμαζόντων, ἑλκτικὴν δὲ τῆς μὲν τῶν
4. ἀκμαζόντων ἀσθενεστέραν, οὐ μὴν ἐλλιπῆ γε πρὸς τὴν ἑαυτῆς
5. χρείαν, τὰς λοιπὰς δὲ δύο τῶν ἀκμαζόντων ἀσθενεστέρας.
6. ἀλλ’ οὐκ ἐξελέγχεται τῆς ἀποκριτικῆς ἡ ἀσθένεια διὰ
7. τὸ βραχυχρόνιον τῆς ὑπηρεσίας. ἐμοῦσι γὰρ καὶ διαχωροῦσι
8. συνεχέστερον τῶν ἀκμαζόντων, οὐ ῥώμῃ τῆς ἀποκριτικῆς,
9. ἀλλ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς. ἐν δὲ ταῖς κατὰ τὴν γαστέρα
10. πέψεσιν, ὅσα μὲν ὑγρὰ καὶ μαλακὰ, παραπλησίως τοῖς
11. ἀκμάζουσιν· ὅσα δὲ σκληρὰ, χεῖρον πέπτουσι. παισὶ μὲν
12. γὰρ ἀτμοειδέστερον τὸ θερμὸν, ἀκμάζουσι δὲ ξηρότερον.
13. καὶ μὲν δὴ καὶ ὅσοις μὲν ὑγρότερόν ἐστι τὸ σῶμα, τῶν
14. θρεψόντων ὑγροτέρων δέονται· οἷς δὲ ξηρότερον, ξηροτέρων.
15. εἴπερ οὖν ἡ πέψις ἀλλοίωσίς ἐστιν εἰς τὴν οἰκείαν
16. τοῖς τρεφομένοις ποιότητα, τοῖς μὲν παισὶν οἰκειότερα τὰ
17. μαλακώτερα καὶ ὑγρότερα τῶν ἐδεσμάτων ἐστί· τοῖς δ’
1. ἀκμάζουσιν οἰκειότερα τὰ σκληρότερα· γέρουσι δὲ πρὸς
2. ἁπάσας σχεδόν τι τὰς ἐνεργείας κακῶς διάκειται τὸ σῶμα·
3. ξηρότερόν τε γάρ ἐστι πολὺ πλέον ἢ τοῖς ἀκμάζουσι καὶ
4. μόνοις ψυχρόν. οὔτ’ οὖν πέττουσι καλῶς ἐνδείᾳ θερμότητος
5. οὔτε τρέφονται διὰ ξηρότητά τε ἅμα καὶ τῆς ἀλλοιωτικῆς
6. δυνάμεως ἀῤῥωστίαν· ἥ τ’ ἀνάδοσις αὐτοῖς οἷον ὑπὸ
7. ναρκώντων ἤδη διὰ ψυχρότητα τῶν ὀργάνων ἀποτελεῖται
8. βραδεῖά τε ἅμα καὶ ἀσθενής· αἵ τ’ ἀποκρίσεις, ὅσαι μὲν
9. ὀλιγοχρόνιοι, τὴν ἀῤῥωστίαν οὐκ ἐξελέγχουσι τῆς δυνάμεως·
10. ὅσαι δὲ πολυχρονιώτεραι, κακῶς ἐπιτελοῦνται.
11. πρὸς δὲ τὰς πρακτικὰς ἐνεργείας τὸ μὲν ξηρὸν καὶ θερμὸν
12. ὄργανον ἐπιτηδειότερόν ἐστι· τὸ δὲ ὑγρὸν καὶ ψυχρὸν
13. ἀσθενέστερον· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν αἱ λοιπαὶ
14. δύο συζυγίαι καθεστήκασι. κατὰ μὲν οὖν τὰς ἡλικίας
15. οὐκ ἂν εὕροις ὑγρὸν καὶ ψυχρὸν σῶμα· τὸ γὰρ τῶν
16. γερόντων ἐδείχθη ψυχρὸν καὶ ξηρόν. ἐν δὲ ταῖς μοχθηραῖς
17. κράσεσιν, ὅσαι τε κατὰ φύσιν ἑκάστῳ τὴν ἰδέαν εἰσὶ καὶ ὅσαι
18. κατ’ ἐπικτήτους γίγνονται διαθέσεις· οἷον αὐτίκα φρενῖτις
1. μὲν ξηρὸν καὶ θερμόν ἐστι νόσημα. καὶ διὰ τοῦτο ταῖς
2. πρακτικαῖς ἐνεργείαις εὐρωστότατον· ὁ δὲ λήθαργος ἄῤῥωστον,
3. ὑγρότητι δαψιλεῖ τε καὶ ψυχρᾷ διαβρέχων τὰ μόρια.
4. τοιοῦτον δέ τι καὶ τὸ τῶν ὑδέρων ἐστὶ γένος, καὶ
5. μάλιστα τῶν λευκοφλεγματιῶν τε καὶ ἀνὰ σάρκα. καὶ
6. πανταχοῦ δὲ τὸ ψυχρὸν ἀσθενέστερόν τε καὶ ναρκῶδές ἐστιν,
7. ἄν τε μετὰ ξηρότητος, ἄν τε μεθ’ ὑγρότητος ᾖ. κατὰ δὲ τὸν
8. αὐτὸν τρόπον αἱ καθεκτικαὶ τῶν φυσικῶν δυνάμεων εὐρωστότεραι
9. μὲν ἐπὶ ξηροτέροις τε καὶ θερμοτέροις ὀργάνοις,
10. ἀῤῥωστότεραι δὲ ἐφ’ ὑγροτέροις καὶ ψυχροτέροις,
11. εἴτ’ ἐκ γενετῆς εἰσιν, εἴτ’ ἄλλως ἐπιγένοιντο. προσέχειν
12. δὲ τὸν νοῦν χρὴ ἐφ’ ἑκάστου μορίου τῷ ποσῷ τῆς ἀμετρίας,
13. οἷον αὐτίκα νεῦρα μὲν καὶ τένοντας καὶ μῦς
14. καὶ συνδέσμους εἰς ὅσον ξηροτέρους, εἰς τοσοῦτον καὶ
15. ῥωμαλεωτέρους ὑπάρχειν ἀναγκαῖον, ἄχρι τῆς ἀμετρίας ἐκείνης,
16. ἐν ᾗ δυσκαμπεῖς τε γίγνονται διὰ σκληρότητα καὶ
17. οἷον κραῦροι διὰ ξηρότητα. σπάσμασι γὰρ οὕτως ἁλίσκονται.
18. τὰ δ’ αὖ φυσικὰ τῶν ὀργάνων εἰς ὅσον μὲν
1. ὑγρότερα, τρέφεσθαι βελτίω, κᾂν ἐσχάτως ὑγρὰ ταῖς κράσεσιν
2. ὑπάρχῃ· πρὸς δὲ τὰς πέψεις οὔτε βελτίω σφῶν
3. αὐτῶν οὔτε τῶν ξηροτέρων, εἰ καὶ ὁμοίως εἴη θερμὰ,
4. πλὴν εἴ γε τροφὴν ξηρὰν δοίης ὀργάνῳ ξηρῷ καὶ αὐχμώδει,
5. μὴ μίξας ὑγρότητος αὐτῇ δαψιλοῦς. εἰς δὲ τὰς ἀναδόσεις
6. τε καὶ τὰς ἀποκρίσεις τὰ λίαν σκληρὰ σώματα
7. μοχθηρά· καὶ γὰρ καὶ διαστέλλεται καὶ συστέλλεται χαλεπώτερον,
8. ὧν τὸ μὲν ὁλκὴν ἐργάζεται, τὸ δὲ ἔκκρισιν.
9. ἴνα δὲ καὶ εἰς ὀλίγους ἀποβλέπῃ τις σκοποὺς, ἐν κεφαλαίοις
10. διαιρήσω τὸ πᾶν. αἱ μὲν τῆς θερμασίας αὐξήσεις
11. ἀλλοιοῦσιν ἱκανώτερον ἄχρι περ ἂν εἰς τοσοῦτον ἥκωσιν
12. ἰσχύος, ὡς μηδέπω συντήκειν· τότε γὰρ πρῶτον εἰς
13. ἅπαν ἄχρηστοι· αἱ δὲ ψυχρότητες εἰς οὐδεμίαν ἐνέργειαν
14. χρησταί· ξηρότητες δὲ εἰς ῥώμην καὶ τόνον, ἄχρι τοῦ
15. μηδέπω δυσκίνητα μηδὲ εὔρηκτα ποιεῖν· ὑγρότητες δὲ εἰς
16. μὲν τὰς θρέψεις ἐπιτηδειόταται, πρὸς δὲ τὰς ἄλλας ἐνεργείας
17. ἐναντιώταται, πλὴν αὐξήσεως, εἰς ταύτην δὲ πλέον
18. ἢ κατὰ τὴν θρέψιν ὑπάρχουσι χρησταὶ, διατείνεσθαί τε
1. καὶ διαφυσᾶσθαι πάντῃ δεομένων ἑτοιμότατα τῶν μελλόντων
2. αὐξηθήσεσθαι καλῶς.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 3.10, ed. Kühn, 1824, vol. 7, p. 253-262. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩