Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.11, ed. Kühn, 1824, vol. 7, p. 262-267. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.11

3. Ἤρκει μὲν ἴσως ἐνταῦθά που καταπαύειν
4. ἤδη τὴν πραγματείαν· ὡς γὰρ κᾀν τοῖς ἔμπροσθεν εἶπον,
5. οὐχ ὑπὲρ τοῦ πάντα τὰ κατὰ μέρος ἐπελθεῖν, ἀλλ’ ἕνεκα
6. τοῦ γυμνάσαι τοὺς φιλομαθεῖς ἐπὶ πλειόνων παραδειγμάτων,
7. εἰς πολλὰ συμπτωμάτων εἴδη τε καὶ γένη τὸν λόγον
8. ἤγαγον· χωροῦντος δ’ ἔτι τοῦ κατὰ τὸ γράμμα μεγέθους,
9. εἰρήσεταί τι καὶ περὶ τῶν παραλελειμμένων. εἴτε
10. γὰρ ἐκ ῥινῶν, εἴτ’ ἐξ ὤτων, εἴτ’ ἐξ ὑπερώας, εἴτ’ ἐξ
11. ὀφθαλμῶν, εἴτ’ ἐκ φάρυγγος, εἴτ’ ἐκ μήτρας, εἴτ’ ἐξ
12. ὅτου δὴ τῶν ἄλλων ἁπάντων ἐκκρίνοιτό τι, τό τε ποσὸν
13. ἐν αὐτοῖς σκοπεῖσθαι προσήκει καὶ τὸ ποιὸν, ἔτι τε τὸν
14. τρόπον τῆς ἐκκρίσεως εἰς τὰς εἰρημένας αἰτίας ἀναγαγόντα.
15. πάντα γὰρ εὑρεθήσεται τὰ συμπτώματα διά τε
16. τὰς δυσκρασίας γιγνόμενα τῶν ὁμοιομερῶν καὶ τὰ νοσήματα
17. τῶν ὀργανικῶν, ἔτι τε τῆς ὕλης αὐτῆς τὸ
18. ποιόν τε καὶ ποσόν. οἷον αὐτίκα καὶ κατάῤῥου καὶ κορύζης
1. αἴτιος ὁ ἐγκέφαλος, ἐν μὲν ταῖς ψύξεσιν ὡς ὁμοιομερὴς
2. εἰς δυσκρασίαν ἀγόμενος, ὁμοίως δὲ κᾀν ταῖς ἐκκαύσεσιν·
3. ὡς ὀργανικὸς δὲ, πληρούμενος. ὁποῖον οὖν ἡ
4. διάῤῥοια πάθος ἐν τῇ γαστρὶ κατὰ δυσπεψίαν γίγνεται,
5. τοιοῦτον ἑκάτερον τῶν εἰρημένων ἐν ἐγκεφάλῳ· κατάῤῥουν
6. μὲν ὀνομαζόντων ἡμῶν, ἐπειδὰν εἰς τὸ στόμα καταῤῥέῃ
7. τὸ περίττωμα· κόρυζαν δὲ, ἐπειδὰν εἰς τὰς ῥῖνας· ὁ δὲ
8. βράγχος ἐπὶ κατάῤῥοις γίγνεται, διαβραχείσης τῆς φάρυγγος.
9. εἰ δὲ εἰς τὸν γαργαρεῶνα κατασκήψειε τὸ ῥεῦμα,
10. ἤτοι τὴν καλουμένην ἐν αὐτῷ σταφυλὴν ἐγέννησεν, ἢ ἄλλως
11. εἰς ὄγκον ἔγειρεν αὐτόν· εἰ δὲ εἰς τοὺς ἑκατέρωθεν
12. ἀντικειμένους ἀλλήλοις ἀδένας ἐν τῷ πέρατι τοῦ στόματος,
13. ἀντιάδας· εἰ δὲ εἰς τὰ τούτων ἐχόμενα, παρίσθμια.
14. καταφέρεται δὲ καὶ εἰς τὴν γαστέρα τὸ ἀπὸ τῆς κεφαλῆς
15. ῥεῦμα καὶ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἑκατέροις μεγάλως
16. λυμαινόμενον. ἀλλὰ τὰς μὲν ἐκ τῶν τοιούτων ῥευμάτων
17. βλάβας ἄλλοι τε πρὸ ἡμῶν ἐπιμελέστερον ἐξήγηνται καὶ
18. ἡμεῖς ἐροῦμεν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς θεραπευτικοῖς·
19. ὑπὲρ δὲ τῶν πνεύμονός τε καὶ θώρακος ἀναπτυομένων
1. ἤδη φθάνομεν ἐν τοῖς περὶ κρίσεων εἰρηκότες. οὐ
2. μὴν οὐδὲ τὰ περὶ τὴν τῶν καταμηνίων ἐπίσχεσιν, ἢ μοχθηρὰν
3. ἀπόκρισιν ἁπάντων τῶν ἐκ τῆς μήτρας, ἔτι χαλεπὸν
4. ἐξευρεῖν, εἰς τοὺς ὁμοίους ἀναφέροντα σκοπούς.
5. καί τοι γὰρ αὐτῆς τῆς μήτρας τὸ σῶμα πυκνὸν καὶ σκληρὸν
6. ὑπάρχον, αἴτιον ἐπισχέσεως ἔσται, φύσει μὲν τοιοῦτον
7. γεγονὸς, ὡς μηδ’ ὅλως μηδέποτε καθαρθῆναι, πλὴν
8. εἰ φαρμάκοις τε καὶ χρόνῳ πολλῷ τις αὐτὸ μετακοσμήσειεν
9. ἐπὶ τὸ βέλτιον· ἐν χρόνῳ δέ τινι, κατ’ ἐκείνην
10. τὴν διάθεσιν, ἥ τις ἂν ἑκάστοτε τύχῃ τὰς ὑστέρας καταλαβοῦσα.
11. καὶ ἡ τῶν φλεβῶν δὲ στενότης εὐθέως ἐξ
12. ἀρχῆς συγγεννᾶται, μοχθηρῶς διαπλασθέντος ταύτῃ τοῦ
13. θήλεος· ἀνάλογον δ’ αὐτῇ καὶ ἡ ἐκ τῶν περικειμένων
14. ἐν τοῖς ἀγγείοις θλίψις ἐστὶν, ὅταν ἀμέτρως παχυνθῇ
15. τὸ σῶμα. ἡ δὲ δυσκρασία τῆς ὑστέρας καὶ φύσει καὶ
16. κατὰ διαθέσεις τινὰς γίγνεται, καθάπερ ἡ πυκνότης.
17. ἔσται δέ ποτε καὶ διὰ τὴν ὕλην αὐτὴν ἐπίσχεσις τῶν καταμηνίων,
18. ὅταν ἤτοι παχὺ τὸ κενούμενον, ἢ γλίσχρον 
1. γένηται. καὶ μέν γε καὶ εἰ αὐτὸ μὲν εἴη χρηστὸν, ἔμφραξις
2. δέ τις ἐν τοῖς καθήκουσιν εἰς τὰς μήτρας ἀγγείοις
3. ἐκ τῶν τοιούτων χυμῶν φθάνει γεγενημένη, καὶ οὕτως
4. ἐπισχεθήσεται τὸ καταμήνιον. ἀλλὰ διὰ τὸ σύμπαν σῶμα
5. ποτὲ μὲν οὐδ’ ὅλως καθαρθήσεται τὸ θῆλυ, ποτὲ δ’
6. ἔλαττον, ἢ πλέον, ἢ μοχθηρόν· οὐδ’ ὅλως μὲν, ἐπί τε
7. γυμνασίοις πλείοσι καὶ διαίτῃ λεπτῇ, καὶ τῇ πρὸς ἄλλα
8. μόρια ῥοπῇ τῶν χυμῶν· διὰ τὰ αὐτὰ δὲ ταῦτα μετριώτερα
9. γενόμενα τοῦ κατὰ φύσιν, ἔλαττον· ἐπιπλέον δὲ,
10. διά τε μακρὰν ἡσυχίαν καὶ δίαιταν ἁδράν. ἀλλὰ καὶ
11. τὰ μοχθηρὰ διὰ τῶν ὑστερῶν ῥεύματα, καλεῖται δὲ τὸ
12. σύμπτωμα ῥοῦς γυναικεῖος, ἐκκαθαιρομένου κατὰ τοῦτο
13. τὸ μόριον ἅπαντος τοῦ σώματος γίγνεται. τοιοῦτον δ’
14. ἐστὶ τὴν ἰδέαν ἑκάστοτε τὸ κενούμενον, οἷον καὶ τὸ
15. πλεονάζον ἐν τῷ ζώῳ· τὸ μὲν ἐρυθρὸν, ἰχὼρ αἵματος·
16. ἕτερον δὲ λευκὸν, ἀπὸ φλέγματος· ὠχρὸν δὲ ἄλλο, τὸ
17. πικρόχολον, ἄλλο δὲ ὑδατῶδες, καὶ ὀῤῥῶδες ἄλλο. ἔξωθεν
18. δὲ τούτων ἐστὶ κένωσις τῶν ἐκ μήτρας μοχθηρὰ,
1. διά τι πάθος ἐν αὐτῇ γεγονός· ἔξωθεν δὲ καὶ ἡ τοιαύτη
2. τῶν καταμηνίων ἐπίσχεσις, ὅταν μήτε δι’ ἔνδειαν αἵματος,
3. ὡς ἐπί τε γυμνασίοις πλείοσιν εἴρηται καὶ λεπτῇ
4. διαίτῃ, μήτε διὰ πάθος ἐν τῇ μήτρᾳ γεγονὸς, ἀλλ’ ἐνίοτε
5. διὰ τὴν ῥώμην, εἰς ἕτερα μόρια κατασκήψαντος τοῦ
6. αἵματος, αἱ κατὰ τὰς μήτρας ἴσχωνται καθάρσεις. ἀλλ’
7. ὡς ἀρτίως εἶπον, οὐδὲν οἶμαι χαλεπὸν, ἐπὶ πολλῶν ἤδη
8. γεγυμνασμένον ἕκαστον τῶν ὁμιλούντων τοῖσδε τοῖς ὑπομνήμασι
9. καὶ αὐτὸν ἐξευρίσκειν τὰ τοιαῦτα. καὶ γὰρ ὅτι
10. διὰ τὰ τῆς μήτρας ἴδια νοσήματα, τά τε κατὰ τὰ κέρατα
11. συνιστάμενα καὶ τὰ κατὰ τὸν τράχηλον, ἔτι τε
12. καὶ καθ’ ὅλον τὸ κύτος, ἐνίοτε μὲν ἤτοι πλείονα τῶν
13. πρόσθεν, ἢ ἐλάττονα φέρεται τὰ καταμήνια, ποτὲ δὲ
14. οὐδ’ ὅλως, ἢ μοχθηρὰ, παντί που δῆλον, κατὰ τοῦτό
15. που γένος ἐν τῇ τοῦ λόγου διαιρέσει καὶ τῶν ἀτρήτων
16. εὑρισκομένων. οὕτω δὲ καὶ ὁ καλούμενος πριαπισμὸς
17. οἴδησίς τε καὶ διαφύσησις ἀκούσιός ἐστι τοῦ τῶν ἀῤῥένων
18. αἰδοίου, φυσώδους πνεύματος ἔκγονον σύμπτωμα.
1. καὶ μὴν καὶ αἱ γονόῤῥοιαι, χωρὶς μὲν τοῦ συνεντείνεσθαι
2. τὸ αἰδοῖον, ἀῥῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως τῆς ἐν
3. τοῖς σπερματικοῖς ἀγγείοις· ἐντεινομένου δέ πως, οἷον
4. σπασμῷ τινι παραπλήσιον πασχόντων ἐπιτελοῦνται.

Cliquer un n° de page pour en afficher l’image