Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.12, ed. Kühn, 1824, vol. 7, p. 267-272. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.12

 

5. Οὐκ οὖν ἔτι χρὴ περὶ τῶν τοιούτων
6. διέρχεσθαι, μεταβάντας δ’ ἐπὶ τὸ λοιπὸν γένος τῶν συμπτωμάτων,
7. οὐ πολλοῦ δεόμενον οὐδ’ αὐτὸ λόγου διὰ τὰ
8. προειρημένα περὶ τῶν ἑπομένων ἀλλήλοις συμπτωμάτων,
9. καταπαύειν ἤδη τὴν πραγματείαν ἐνταῦθα. χρώματα μὲν
10. οὖν ὑπαλλαχθήσεται, συνελόντι μὲν εἰπεῖν, διὰ τοὺς χυμοὺς
11. ἐξισταμένους τῆς κατὰ φύσιν ἰδέας, ἢ ὑπονοστοῦντας εἰς τὸ
12. βάθος, ἢ οἷον ἐπικλύζοντας τὸ δέρμα· κατὰ μέρος δὲ, διὰ
13. τὰς τοὺς χυμοὺς ἀναγκαζούσας αἰτίας εἰς τὰς τοιαύτας ἀφικνεῖσθαι
14. κινήσεις τε καὶ διαθέσεις. ἔστι δὲ δήπου τὰ πάθη
15. τὰ ψυχικὰ καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ εἰς θερμότητά
16. τε καὶ ψυχρότητα μεταβολαί. καὶ αὐτοῦ τοῦ σώματος γὰρ
17. αἱ διαθέσεις, ἢ θερμότερον ἴσχοντος, ἢ ψυχρότερον, ἢ ἔλαττον,
18. ἢ πλέον, ἢ ὠθούμενον ἐκτὸς, ἢ ἀντισπώμενον ἔσω τὸ
1. αἷμα. τούτου δ’ ἐστὶ τοῦ γένους καὶ ἡ κακοχυμία πᾶσα,
2. κατὰ τὴν ἑαυτῆς ἰδέαν ἀλλοιοῦσα καὶ τὴν ἅπαντος τοῦ σώματος
3. χροιὰν, ἐν ἰκτέροις τε καὶ ὑδέροις καὶ ἐλέφασι καὶ σπληνὸς
4. καὶ ἥπατος ἀτονίαις. ἀνάλογον δὲ καὶ αἱ καθ’ ὁτιοῦν
5. μόριον ἄχροιαι συστήσονται. τὰ δὲ κατὰ φύσιν ὑπαλλαχθήσεται
6. σχήματα, πληρουμένων ἀμετρότερον, ἢ κενουμένων τῶν
7. μορίων, ἢ τῆς οἰκείας χώρας μεθισταμένων, ἢ παρασπωμένων.
8. αἰτίαι δὲ δήπου καθ’ ἕκαστον αὐτῶν πλείους εἰσὶν, ἃς
9. οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν, ὅτῳ μὴ παρέργως ἀνεγνώσθη
10. τὰ πρόσθεν. οὕτω δὲ καὶ τὰς τῶν δυσωδιῶν αἰτίας, ἢ μαλακοτήτων,
11. ἢ σκληροτήτων, ἢ τῶν ἄλλων ὅσα τούτοις ἀνάλογόν
12. ἐστιν, οὐ χαλεπὸν ἐξευρίσκειν, ἀπὸ τῶν προειρημένων
13. ὁρμώμενον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ τελευταῖον ἤδη μοι
14. μέρος εἴρηται τοῦ συγγράμματος, ὃ περὶ τῆς τῶν συμπτωμάτων
15. διαφορᾶς ἐπιγέγραπται. οὔκουν ἔτι χρὴ μηκύνειν
16. ὑπὲρ τῶν αὐτῶν, ἀλλ’ ἐν τῷδε τῶν ἐν τοῖς συμπτώμασιν
17. αἰτίων ἡ πραγματεία τέλος ἐχέτω, τοῦτο ἔτι μόνον προσθέντων
18. ἡμῶν, ὅπερ ἀνεβαλλόμην ἐν τῷ περὶ τῆς τῶν συμπτωμάτων 
1. διαφορᾶς ἐπιδείξειν ἐνταῦθα, τὸ τινὰ μὲν ἐξ ἀνάγκης
2. ἀλλήλοις ἕπεσθαι συμπτώματα, τινὰ δὲ οὐκ ἐξ ἀνάγκης,
3. ὅπερ οὐδ’ αὐτό μοι δοκεῖ δεήσεσθαι λόγου μακροῦ·
4. ἀρκέσει δ’ ὡς ὑφ’ ἑνὸς παραδείγματος ἐπιδείξαντα τὴν μέθοδον
5. αὐτοῦ, παραιτήσασθαι τὸ πλῆθος τῶν κατὰ μέρος.
6. κελεύω δή σε σκοπεῖσθαι, πότερον ὑπὸ μιᾶς αἰτίας ἐπιτελεῖται
7. τὸ γιγνόμενον, ἢ πλειόνων. εἰ μὲν γὰρ ὑπὸ μιᾶς, ἐξ
8. ἀνάγκης ἀκολουθήσει τῷ ποιοῦντι, πλειόνων δ’ εἰς γένεσιν
9. δεόμενον, οὐκ ἐξ ἀνάγκης. αὕτη μὲν οὖν ἐπὶ πάντων
10. πραγμάτων ἡ μέθοδος κοινή. κατὰ δὲ τὸν αὐτὸν τρόπον
11. χρή σε κᾀπὶ τῶν συμπτωμάτων σκοπεῖσθαι. εἰ μὲν ἓν ἐφ’
12. ἑνὶ γίγνοιτο, τὴν ἀκολουθίαν ἀναγκαίαν ἕξει· προσιόντων
13. δὲ καὶ ἄλλων τινῶν αἰτίων εἰς τὴν γένεσιν τοῦ δευτέρου συμπτώματος,
14. οὐκ ἔτι ἐξ ἀνάγκης ἀκολουθήσει τῷ προτέρῳ.
15. οὐ γὰρ εἰ ἠπέπτησεν, ἐμπνευμάτωσιν ἀναγκαῖον ἀκολουθεῖν·
16. ὥσπερ οὐδὲ δῆξιν, οὐδὲ ὑγρὰν διαχώρησιν ἢ πολλὴν, οὐδὲ
17. ναυτίαν, ἢ ὄρεξιν ἐπιτεταμένην, ἢ ὄκνον εἰς τὰς πράξεις, ἢ
18. νωθρότητα διανοίας, ἢ καρηβαρίαν, ἢ ἀγρυπνίαν, ἢ καρδιαλγίαν,
1. ἔτι δὲ μᾶλλον οὐδ’ ἐπιληψίαν, ἢ παράνοιαν, ἢ
2. ἔκστασιν, ἢ κῶμα, καθάπερ οὐδὲ δυσθυμίαν, οὔτ’ ἄλλην
3. ἀνίαν, οὔτε πολὺ μᾶλλον τὴν μελαγχολικὴν, οὐδὲ δὴ κώλου
4. πάντως, ἢ νεφρῶν, ἢ σπληνὸς, ἢ ἥπατος, ἢ θώρακος, ἢ
5. ἄρθρων ἄλγημα· καθάπερ οὐδὲ ἀνωμαλίαν, ἢ φρίκην, ἢ
6. ῥῖγος, ἢ πυρετόν. καί τοι καὶ τούτων ἕκαστον καὶ τῶν
7. ἄλλων σχεδὸν ἁπάντων συμπτωμάτων οὐκ ἔστιν εὑρεῖν ὃ
8. μὴ κατά τινα καιρὸν ἐπιφαίνεται τοῖς ἀπεπτήσασιν, ἄλλα τε
9. παρά τε τὸ μέγεθος τῆς ἀπεψίας καὶ τὴν διαφορὰν, καὶ τὴν
10. τῆς τοῦ ἀνθρώπου φύσεως εὐαισθησίαν τε καὶ δυσαισθησίαν,
11. ἑκάστου τε τῶν κατὰ τὸ σῶμα μορίων ἰσχὺν ἢ ἀσθένειαν,
12. ἄλλοτε ἄλλο γενήσεται σύμπτωμα. μεγάλη μὲν γὰρ ἀπεψία
13. μείζονά τε καὶ πλείονα φέρει τὰ συμπτώματα· μικρὰ δὲ
14. ἔμπαλιν ἐλάττονά τε καὶ μικρότερα. καὶ τοίνυν καὶ αὐτῶν
15. τῶν ἀπεπτηθέντων αἱ διαφοραὶ πρὸς μὲν τὸ ψυχρόν τε καὶ
16. φλεγματῶδες ἐκτρεπόμεναι συμπτωμάτων ἑτέρων εἰσὶ γεννητικαί·
17. πρὸς δὲ τὸ κνισῶδές τε καὶ θερμὸν, ἑτέρων· οὕτω
18. δὲ καὶ δάκνουσαί τε καὶ μὴ δάνουσαι, καὶ εἰς ἀτμῶδες
19. πνεῦμα λυόμεναί τε καὶ μὴ λυόμεναι. καὶ ἡ φύσις δὲ, ὡς
1. εἴρηται, τοῦ ἀνθρώπου συντελεῖ τε καὶ ἀντιπράττει τῇ γενέσει
2. τῶν συμπτωμάτων. οἷον αὐτίκα οἷς δυσαίσθητος ἡ
3. γαστὴρ, οὔτε δάκνονται σφοδρῶς, οὔτ’ ἀλγοῦσιν, οὔτ’ ἐκκρίνουσι
4. πολλά· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε καρδιαλγοῦσιν
5. οὔτε κεφαλὴν ἀδικοῦνται ῥᾳδίως· ὅσοις δὲ εὐαίσθητος,
6. ἑτοίμως ἅπαντα τούτοις ἕπεται, τῆς ἄνωθεν ἀρχῆς τὰ
7. συμπτώματα ἐπιπεμπούσης. τί δεῖ λέγειν ὡς ἑκάστῳ τῶν
8. ἀπεπτησάντων ἐκεῖνο μάλιστα τὸ μέρος αἰσθάνεται τῆς βλάβης,
9. ὅπερ ἂν ἀσθενέστατον ᾖ; καὶ διὰ τοῦτο οὐκ ἔνεστιν
10. εἰπεῖν ἐξ ἀνάγκης ἑπόμενον ἀπεψίᾳ σύμπτωμα οὐδέν. ἡ μέν
11. τοι τῆς ἀναδιδομένης εἰς τὸ σῶμα τροφῆς εἴτ’ οὖν στέρησις
12. εἴτ’ ἀῤῥωστία τῆς ἐνεργείας ἀτροφίαν ἐξ ἀνάγκης ἐπιφέρει,
13. ὥσπερ γε καὶ ἡ τῆς καθ’ ἕκαστον μέρος ἀλλοιωτικῆς δυνάμεως
14. βλάβη, καὶ ἡ περὶ τὴν διάκρισιν δὲ τῶν περιττωμάτων τοῦ
15. αἵματος ἀποτυχία, σύμπτωμα οὖσα καὶ αὐτὴ διακριτικῆς
16. ἐνεργείας, ἐξ ἀνάγκης ἐπιφέρει τὰ τῆς ἀχροίας συμπτώματα·
17. παὶ καλεῖται τὸ μὲν ἕτερον αὐτῶν ἴκτερος· ἀνώνυμον δέ
18. ἐστι τὸ ἐπὶ τῷ μελαγχολικῷ περιττώματι. κατὰ δὲ τὸν αὐτὸν
1. τρόπον ἐπὶ παντὸς γένους συμπτώματος ἐξευρήσεις ὅσα τε
2. διὰ παντὸς ἀλλήλοις ἕπεται καὶ ὅσα μὴ διὰ παντός. ἐγὼ
3. δὲ μήκους φειδόμενος ἐνταυθοῖ καταπαύσω τὸν λόγον.

Cliquer un n° de page pour en afficher l’image