Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.2, ed. Kühn, 1824, vol. 7, p. 215-221. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.2

4. Ἐπὶ δὲ τὴν καθεκτικὴν δύναμιν ἰτέον ἤδη.
5. γίγνεται γὰρ κατὰ ταύτην ἡ μὲν πρώτη διαφορὰ τῶν συμπτωμάτων
6. τριττὴ, ἤτοι μηδ’ ὅλως περιστελλομένη, ἢ ἐλλιπῶς,
7. ἢ πλημμελῶς. τῷ μὲν οὖν μηδ’ ὅλως ἢ ἀῤῥώστως περιστέλλεσθαι
8. πνευματώσεις τε καὶ κλύδωνες ἀκολουθοῦσι· πνευματώσεις
9. μὲν, ἐπειδὰν τὰ σιτία φυσώδη καὶ ἡ γαστὴρ ὑπάρχῃ
10. μὴ πάνυ τι ψυχρά· κλύδωνες δὲ, ὅταν ἤτοι μηδὲν ἐν αὐτῇ
11. περιέχηται πνευματοῦσθαι δυνάμενον, ἢ καταψυχθῇ σφοδρῶς,
12. οὐδένα γὰρ ἀτμὸν ἡ τοιαύτη γεννᾷ διάθεσις, πρόδηλον
13. δὲ, ὡς οὐκ ἄνευ πόματος ὁ κλύδων γίγνεται τῇ γαστρί.
14. τοῦ δ’ ἄτονον εἶναι ἐσχάτως αὐτὴν αἰτία νόσος ἐστὶν, ἡ μὲν
15. ὡς ὁμοιομεροῦς μορίου τῆς γαστρὸς, ἡ δὲ ὡς ὀργανικοῦ.
16. περὶ δὲ τῶν πλημμελῶν κατ’ αὐτὴν κινήσεων ὅτι μὲν
17. ἤτοι τρομώδεις τινές εἰσιν ἢ παλμώδεις ἢ οἷον κλονώδεις
18. ἢ σπασμώδεις, εἴρηται πρότερον ἐν τῷ περὶ τῆς τῶν
1. συμπτωμάτων διαφορᾶς· ὁποία δέ τις ἑκάστη τῶν εἰρημένων
2. ἐστὶ κινήσεων, ἥ τις τε ἡ καθ’ ἑκάστην αὐτῶν αἰτία, διὰ τοῦ
3. προτέρου δεδήλωται λόγου. νυνὶ δὲ τοσοῦτον ἔτι προσθετέον,
4. ὡς ἐπιμίγνυται τά τε νοσήματα καὶ τὰ συμπτώματα τῆς
5. καθεκτικῆς καὶ ἐκκριτικῆς δυνάμεως. αὐτίκα ἡ οἷον σπασμώδης
6. κίνησις τῆς γαστρὸς, ἥπερ ἐν τῷ λύζειν συμπίπτει, σπασμὸς
7. μὲν ἀκριβῶς οὐκ ἔστιν, ὅς γε μόνοις γίγνεται τοῖς μυσὶν,
8. (ἡ δέ γε γαστὴρ οὔτ’ αὐτὴ μῦς ἐστιν οὔτε στόμαχος αὐτῆς)
9. οἷον σπασμὸς δέ τις, ἀμφοτέρων κοινόν τι σύμπτωμα τῶν
10. δυνάμεων· τῆς μὲν καθεκτικῆς, ὅτι μοχθηρῶς τε καὶ οὐ κατὰ
11. φύσιν ἡ γαστὴρ λύζουσα περιστέλλεται τοῖς σιτίοις· τῆς δὲ ἐκκριτικῆς,
12. διότι πρώτως ἐκείνης αὐτῆς ἐστιν ἡ κίνησις ἡ πλημμελὴς,
13. ἀποτρίψασθαί τι τῶν λυπούντων ἐφιεμένης. ἔστι δὲ
14. οὐχ ἡ αὐτὴ κίνησις, ὅτι μηδὲ ἡ αὐτὴ διάθεσις, ἐμοῦσί τε καὶ
15. λύζουσιν. ἐν μὲν γὰρ τοῖς ἐμέτοις τὰ κατὰ τὴν εὐρυχωρίαν
16. ἐκκρίνουσιν· ἐν δὲ τῷ λύζειν τὰ κατ’ αὐτὸ τῆς γαστρὸς
17. τὸ σῶμα, παραπλησίας τῆς τε διαθέσεως καὶ τῆς κινήσεως
1. γιγνομένης, οἵαν καὶ τοῖς βήττουσι κατὰ δυσκρασίαν ἐδείκνυμεν
2. γίγνεσθαι, πάντων τῶν μορίων τῆς κοιλίας ἐκθλιβόντων
3. τὸ λυποῦν αὐτά. διὰ τοῦτο τοῖς τε ῥιγώσασι τὴν γαστέρα
4. τὸ τοιοῦτον σύμπτωμα γίγνεται καὶ τοῖς πεπέρεως ἀθροώτερον
5. λαβοῦσιν ἤ τι θερμὸν οὕτω φάρμακον, εἶτ’ ἐπιπίνουσι
6. θερμὸν ποτὸν, καὶ μᾶλλόν γε γίγνεται λύζειν αὐτοῖς, ὅταν
7. ἀκριβῶς ᾖ λεπτὸν τὸ πέπερι, μᾶλλον γὰρ ἐγκαταδύεται τὸ
8. τοιοῦτον αὐτῷ τῷ σώματι τῆς κοιλίας. οὕτω δὲ καὶ τοῖς
9. ἄλλοις ἅπασιν, ὅσα ψύχοντά τε καὶ θερμαίνοντα τῷ σώματι
10. τῆς γαστρὸς ἐγκαταβαίνει, τὸ λύζειν ἕπεται, πρώτως μὲν τῆς
11. ἐκκριτικῆς δυνάμεως κίνησίς τις οὖσα πλημμελὴς, δευτέρως
12. δὲ καὶ τῆς καθεκτικῆς τε καὶ περισταλτικῆς ὀνομαζομένης.
13. οὕτως δὲ καὶ αἱ ναυτίαι καὶ οἱ ἔμετοι τῆς ἐκκριτικῆς δυνάμεως
14. κινήσεις εἰσὶ πλημμελεῖς, ἐπὶ τῷ τὰ λυποῦντα τὸ σῶμα τῆς
15. γαστρὸς ὅτι τάχιστα κενῶσαι διὰ τοῦ στομάχου. παραπλήσιον
16. δὲ τούτῳ σύμπτωμά ἐστι καὶ τὸ κατὰ τὰς λειεντερίας,
17. ὅταν ὑπό τινος ἡ γαστὴρ ἤτοι δάκνοντος ἢ βαρύνοντος λυπῆται,
18. τοῦτ’ ἀποκρίνειν εὐθέως ἐφιεμένη. ὄντων δὲ αὐτῇ δυοῖν
1. στομάτων, ἄνω μὲν τοῦ κατὰ τὸν στόμαχον, ἐν δὲ τοῖς
2. κάτω τοῦ κατὰ τὸν πυλωρὸν, ἐφ’ ὁπότερον ἂν αὐτῶν ῥέπῃ
3. τὸ λυποῦν, ἐκείνῳ συγχρῆται πρὸς τὴν ἔκκρισιν. εἰ δ’ ὅλῃ
4. ποτὲ αὐτῇ συμβαίη τοιαύτη διάθεσις, ἀμφοτέροις ἅμα χρῆται
5. τοῖς στόμασιν, ὡς ἐν ταῖς χολέραις. ἡ δὲ λοιπή τε καὶ τετάρτη
6. δύναμις αὐτῆς ἡ ἑλκτικὴ συμπτώμασιν ἁλίσκεται τριττοῖς
7. μὲν καὶ αὐτὴ κατὰ γένος· ἤτοι μηδ’ ὅλως ἕλκειν δυναμένη
8. τὰ σιτία, καὶ καλεῖται τὸ τοιοῦτον σύμπτωμα στομάχου
9. παράλυσις· ἢ μόγις ἕλκουσα, καθ’ ὃν χρόνον ἄρχεται μὲν
10. παραλύεσθαι, παρεῖται δ’ οὐδέπω· καὶ τρίτον ἐπὶ τούτοις,
11. ἐπειδάν τι πλημμελῶς. αἱ πλημμελεῖς δὲ κινήσεις εἴρηνται
12. πολλάκις, ὥσπερ οὖν καὶ αἱ διαθέσεις ἐφ’ αἷς γίγνονται.
13. συμβαίη δ’ ἐνίοτε καὶ βλάστημά τι σαρκῶδες κατὰ τὸν στόμαχον,
14. οἷα κᾀκτὸς ὁρᾶται πολλάκις γενόμενα, ὡς ἤτοι παντάπασιν
15. ἀποφράξαι τὴν ὁδὸν τῶν σιτίων, ἢ παραβλάψαι κατά
16. τι. καλεῖται δ’ ὀργανικὰ τὰ τοιαῦτα νοσήματα, καὶ διήρηται
17. περὶ αὐτῶν ἐν τῇ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς.
18. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἔχειν ἡ γαστὴρ ἕλκει μὲν
1. ἄνωθεν εἰς ἑαυτὴν διὰ τοῦ στομάχου, κάτω δὲ ἐκκρίνει·
2. παρὰ φύσιν δὲ διατεθεῖσα κᾀκ τῶν κάτωθέν τι μεταλαμβάνει.
3. καὶ γὰρ καὶ κλυστὴρ ἐπανῆλθέ τισιν ὡς ἐμεθῆναι,
4. καὶ κόπρος ἐν τοῖς ὀλεθρίοις εἰλεοῖς. ἄμεινον γὰρ οὐχ ἕλκειν
5. αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπολαμβάνειν, ἀλλὰ δέχεσθαι
6. μόνον ὅσον ἂν ὑπὸ τῶν ἐντέρων ἀναθλιβόντων βιαίως
7. ἄνω φέρηται. κατὰ φύσιν μὲν γάρ ἐστιν ἐν τοῖς ἐντέροις,
8. ἤδη γὰρ καὶ περὶ τούτων λέγειν καιρὸς, ἡ περιστολὴ, καθάπερ
9. ἐν ἑτέροις ἐπιδέδεικται, καὶ ταύτῃ χρώμενα προωθεῖ τὴν
10. τροφὴν ἄχρι τοῦ κάτω πέρατος. ἐν διαθέσεσι δέ τισιν, ὅταν
11. ἡ περισταλτικὴ κίνησις ἄρξηται κάτωθεν, ἡ φορὰ τῶν περιεχομένων
12. ἐν αὐτοῖς ἄνω γίγνεται. οὕτω καὶ χυμός τις δριμὺς
13. ἐνίοτε κατενεχθεὶς ἐπὶ τὴν ἕδραν, ἤτοι κατ’ ἀγορὰν διατριβόντων
14. ἢ κατ’ ἄλλό τι χωρίον ἢ πρᾶξιν, ἧς οὐχ οἷόν τε ἦν
15. ἀπαλλαγῆναι, βιαίως ἐπισχεθεὶς, ἀνηνέχθη πάλιν ἄνω, καὶ
16. τήν τε γαστέρα δάκνει καὶ τὴν κεφαλὴν ἀναθυμιώμενος πληροῖ,
17. τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἀπὸ τοῦ σφιγκτῆρος λαβὼν
18. ὀργάνου ψυχικοῦ, τοὐντεῦθεν δ’ ἑκάστου τῶν ἐντέρων 
1. ὠθοῦντός τε αὐτὸ πάλιν ἀφ’ ἑαυτοῦ πρὸς τὸ ὑπερκείμενον,
2. ἐν οἵῳ τρόπῳ πρότερον εἰς τὸ κάταντες ὠθοῖτο. κατὰ δὲ
3. τὸν αὐτὸν ἐνίοτε τρόπον καὶ ἡ φῦσα κατασχεθεῖσα παλινδρομεῖ.
4. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ κλύσματός τι καὶ κόπρου
5. ταῖς οὕτω βιαίοις περιστολαῖς τῶν ἐντέρων ἐπαναφέρεταί
6. ποτε εἰς γαστέρα παρὰ φύσιν, εἶθ’ οὕτως ὁρμᾶται πρὸς
7. ἔκκρισιν. αἱ δὲ ἕτεραι κινήσεις αὐτῶν ἐκ μὲν τοῦ γένους εἰσὶ
8. τῶν κατὰ φύσιν, ἤτοι δ’ ἐλλιπεῖς εἰσιν ἢ πλημμελεῖς, καὶ διὰ
9. τοῦτο καὶ συμπτώματα. ληπτέον δὲ αὐτὰς ἀνάλογον ταῖς
10. ἐπὶ τῆς γαστρὸς εἰρημέναις. οὕτω δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν
11. στέρησις, οὐ σμικρότατον οὖσα σύμπτωμα· καὶ γένοιτ’
12. ἄν ποτε καὶ διὰ τοιαύτην αἰτίαν εἰλεὸς, ὥσπερ γε καὶ οἱ
13. παρὰ φύσιν ὄγκοι ποτὲ μὲν οὐδ’ ὅλως ἐπιτρέψουσι φέρεσθαι
14. κάτω τοῖς περιττώμασιν, ἔστι δ’ ὅτε ἐλλιπῶς· ἀλλὰ καὶ
15. σκληρὰ κόπρος ἔν τινι τῶν ἐντέρων ἕλικι σφηνωθεῖσα κωλύσειεν
16. ἄν ποτε διεξέρχεσθαι κάτω τὴν ὑπερκειμένην κόπρον.
17. καὶ φυλάττεται κᾀνταῦθα τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἡ
1. ἀναλογία πάντων τῶν συμπτωμάτων τῶν τοῖς ἐντέροις ἤτοι
2. διὰ δυσκρασίαν τινὰ συμβαινόντων, ἢ δι’ ὄγκους οὐ κατὰ
3. φύσιν, ἢ δι’ αὐτὰ τὰ περιεχόμενα περιττώματα. οὔκουν
4. οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν ὑπὲρ αὐτῶν λόγον ἄμεινον, ἀλλ’
5. ἐφ’ ἕτερόν τι αὐτῶν γένος ἰέναι συμπτωμάτων καιρός.

Cliquer un n° de page pour en afficher l’image