Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.3, ed. Kühn, 1824, vol. 7, p. 221-224. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.3

6. Ἔστιν οὖν τι φυσικὸν ἔργον ἀνάδοσις τροφῆς,
7. ἐκ κοιλίας μὲν εἰς ἧπαρ, ἐξ ἥπατος δὲ εἰς ὅλον τὸ σῶμα.
8. καὶ δέδεικται καὶ περὶ ταύτης, ὡς ἕλκοντος ἑκάστου μορίου
9. τὴν οἰκείαν ἑαυτῷ τροφὴν ἐπιτελεῖται. συμπτώματα δὴ
10. τριττὰ καὶ περὶ τὴν τοιαύτην ἐνέργειαν ἔσται, ποτὲ μὲν ἐλλιπῶς,
11. ἢ μοχθηρῶς, ποτὲ δὲ οὐδ’ ὅλως ἐπιτελουμένην. αἱ
12. δὲ αἰτίαι τριτταὶ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἤτοι δυσκρασίαι
13. τῶν ἑλκόντων, ἢ νοσήματα ὀργανικὰ τῶν αὐτῶν τούτων,
14. ἢ τῆς ἀναδιδομένης τροφῆς μοχθηρία. αἱ μὲν οὖν
15. δυσκρασίαι τὴν δύναμιν ἄῤῥωστον ἀποτελοῦσιν, τὰ δὲ
16. ὀργανικὰ νοσήματα τὰς ὁδοὺς στενοχωρεῖ. τῆς τροφῆς δ’ ἡ
17. μοχθηρία πάχος τέ ἐστι καὶ γλισχρότης· περὶ δὲ τῆς διαγνώσεως
18. αὐτῶν οὐ νῦν λέγειν καιρὸς, ἀλλ’ ἐπὶ τὰς διακρίσεις τῶν
1. περιττωμάτων ἰτέον. εἰσὶ δὲ κᾀν ταύταις αἰτίαι τριτταί·
2. μία μὲν ἡ τῶν ἐκκαθαιρόντων αὐτὰ μορίων ἀτονία· δευτέρα
3. δὲ ἡ στενοχωρία τῶν ὁδῶν· ἡ δ’ ὑπόλοιπος τοῦ περιττώματός
4. ἐστιν αὐτοῦ μοχθηρία. τῆς μὲν οὖν ἀτονίας αἰτία δυσκρασία
5. τετύχηκεν οὖσα· τῆς δὲ στενοχωρίας ἔμφραξις ἢ
6. ὄγκος τις τῶν ὀργάνων. ἀλλὰ τῶν μὲν ὄγκων αἴτιον ὑπάρχει
7. ῥεῦμα χυμῶν εἰς αὐτὸ κατασκῆπτον τὸ σῶμα τῶν ὀργάνων
8. τῆς δὲ ἐμφράξεως ἤτοι πάχος ἢ γλισχρότης τῶν χυμῶν ἢ
9. βλαστήματα· τῶν περιττωμάτων δ’ αὐτῶν ἡ μοχθηρία πλῆθός
10. ἐστι καὶ πάχος καὶ γλισχρότης. ὄντων δὲ τριῶν περιττωμάτων
11. τῆς ἐν ταῖς φλεψὶ πέψεως, ἑνὸς μὲν τοῦ πικροχόλου,
12. δευτέρου δὲ τοῦ μελαγχολικοῦ, καὶ τρίτου τοῦ ὀῤῥώδους,
13. τὸ μὲν πικρόχολον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐκκαθαίρει·
14. τὸ δὲ μελαγχολικὸν ὁ σπλήν· τὸ δὲ ὀῤῥῶδες οἱ νεφροί.
15. καὶ τοίνυν καὶ καθαρθήσεται φαύλως ἕκαστον ἢ διά τι τῶν
16. οἰκείων ὀργάνων ἀῤῥωστῆσαν, ἢ τῶν ὁδῶν στεγνωθεισῶν
17. ὁπωσοῦν, ἅτε δὴ διττῶν ὑπαρχουσῶν τῶν ὁδῶν, ἑτέρων
18. μὲν δι’ ὧν ἕλκεται τὸ περιττὸν, ἑτέρων δὲ δι’ ὧν ἐκκρίνεται,
1. κατ’ ἀμφοτέρας ἡ στενοχωρία βλάψει τὴν διάκρισιν· ἔστι δ’
2. ὅτε τούτων μὲν οὐδὲν ἐβλάβη· τὸ δὲ πλῆθος τοῦ περιττώματος,
3. ὅταν ἄμετρον ᾖ, πᾶν ἐκκαθαρθῆναι μὴ δυνάμενον, ἅμα
4. τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος. τῆς δὲ ἀμετρίας
5. αὐτοῦ διττὸν αἴτιον, ἥ τ’ ἀλλοιωτικὴ δύναμις οὐ καλῶς διακειμένη
6. καὶ τῶν ἐδεσμάτων ἡ μοχθηρία· τοῦ μὲν δὴ βεβλάφθαι
7. τὴν δύναμιν ἡ δυσκρασία τῶν μορίων αἰτία, καθάπερ
8. εἴρηται πολλάκις· ἡ δὲ τῶν ἐδεσμάτων μοχθηρία καθ’ ἕκαστον
9. τῶν περιττωμάτων ἐστὶν ἰδία· τὰ μὲν γὰρ μελαγχολικώτερα
10. φύσει, τὰ δὲ ὑδατωδέστερα, τὰ δὲ πικρόχολα ταῖς οὐσίαις
11. ἐστὶν, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις διῄρηται. καὶ μέν γε
12. καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἡ δυσκρασία πρὸς μὲν τὸ θερμότερον
13. ἐκτρεπομένη ποτὲ μὲν τὸ πικρόχολον, ἔστιν ὅτε δὲ
14. τὸ μελαγχολικὸν ἀποτελεῖ περίττωμα· δέδεικται δ’ ἐν ἑτέροις
15. ὁποῖόν ἐστιν ἑκάτερον· ἐπὶ δὲ τὸ ψυχρότερον, ἤτοι φλεγματικώτερον
16. ἢ ὑδατωδέστερον. ἀκολουθήσει δ’ ἑκάστῳ τῶν περιττωμάτων
17. οἰκεία τοῦ συμπτώματος ἰδέα, τῇ μὲν ὠχρᾷ
18. πλεοναζούσῃ καθ’ ὅλον μὲν τὸν ὄγκον ἴκτεροι, καθ’ ἓν δέ τι
1. μέρος ἐρυσιπέλατά τε καὶ ἕρπητες· τῇ μελαίνῃ δὲ καθ’
2. ὅλον μὲν τὸν ὄγκον ἐλέφας, καθ’ ἓν δέ τι μέρος ὁ καρκῖνος·
3. τῷ φλεγματώδει δὲ καθ’ ὅλον μὲν τὸν ὄγκον ὁ λευκοφλεγματίας
4. ὀνομαζόμενος ὕδερος, ἐν ἑνὶ δέ τῳ μορίῳ τὸ καλούμενον
5. οἴδημα, λέγουσι δὲ οὕτω τὸν ἀνώδυνόν τε καὶ χαῦνον
6. ὄγκον, ὀῤῥώδεσι δὲ περιττώμασι πλεονάζουσιν, ὅ τ’ ἀσκίτης
7. ὀνομαζόμενος ὕδερος ἕπεται, ἔτι τε φλυκταινῶν γενέσεις
8. ἐν ἐκείνοις τοῖς τοῦ ζώου μέρεσιν, εἰς ἅπερ ἀνηνέχθη τὰ
9. οὕτω μὲν ἐπειδὰν εἰλικρινὲς ἕκαστον αὐτῶν πλεονάζῃ,
10. μιγνυμένων δ’ ἀλλήλοις τε καὶ τῷ αἵματι πάμπολλαι
11. συμπτωμάτων τε καὶ νοσημάτων ἰδέαι συνίστανται, περὶ ὧν
12. οὐκ ἀναγκαῖον ἐν τῷδε μηκύνειν, ἀλλ’ ἐπὶ τὸ προκείμενον
13. ἐπανέρχεσθαι.

Cliquer un n° de page pour en afficher l’image