14. Τῶν φυσικῶν ἐνεργειῶν ἡ πρώτη τε καὶ
15. ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις ἐστὶν, εἶδός τι τῆς
16. ἀλλοιωτικῆς ἐνεργείας ὑπάρχουσα. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ
17. τὴν γαστέρα πέψις ἀλλοίωσις· ἔστι δὲ καὶ ἡ ἐν ταῖς φλεψίν·
18. ἔστι δὲ καὶ ἡ καθ’ ἕκαστον μόριον, ἐφ’ ᾗ τετάρτη τις ἀλλοίωσις,
1. ἣν ἐξομοίωσιν ὀνομάζουσιν, οὐ ταὐτὸν μὲν ὄνομα τῇ θρέψει,
2. τὸ δὲ ἔργον οὐχ ἕτερον. ἀποτυγχάνεται δὲ καὶ ἡ θρέψις,
3. ἤτοι μηδ’ ὅλως, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς γιγνομένη, διά τε
4. τὴν θρεπτικὴν δύναμιν, ἧς τὸ γένος ἐστὶν ἡ ἀλλοιωτικὴ, ἢ
5. διὰ τὴν τῆς ὕλης ἔνδειαν, ἢ μοχθηρίαν· ἔνδειαν μὲν ἐν ταῖς
6. ἀτροφίαις, ὅσαι τε ἐλλιπῶς καὶ ὅσαι στερητικῶς ὀνομάζονται·
7. μοχθηρίαν δὲ, ὡς ἐν ἐλέφασί τε καὶ λεύκαις, ὅσα τ’ ἄλλα
8. τοιαῦτα. συμβαίνει γὰρ ἐν τῷ προσφύεσθαι τὴν τροφὴν ταῖς
9. σαρξὶν, ἐπειδὰν φλεγματικώτερον ὑπάρχῃ τὸ αἷμα, καὶ τὴν
10. σάρκα γίνεσθαι φλεγματικωτέραν. οὐ γὰρ ταὐτόν ἐστιν αὐτῇ
11. σαρκί τε εἶναι καὶ φλεγματικῇ σαρκί· ὥσπερ οὐδὲ ταὐτόν
12. ἐστι σαρκί τε εἶναι καὶ μελαγχολικῇ σαρκί· καὶ νὴ Δία γε πικροχόλῳ
13. τε καὶ εὐκράτῳ τε καὶ δυσκράτῳ, καὶ κατὰ τὰς
14. πρώτας ὀνομαζομένας ποιότητας, ὑγροτέρᾳ τε καὶ ξηροτέρᾳ
15. καὶ θερμοτέρᾳ καὶ ψυχροτέρᾳ. πιστεύσεις δὲ τῷ λόγῳ βεβαιότερον,
16. ἐννοήσας τῶν ζώων τὰς σάρκας ἐναίμων τε καὶ
17. ἀναίμων, καὶ πρὸς τούτοις τῶν ἑρπετῶν, ὅσα κατὰ τὸ ἔαρ
18. ὁρᾶται γεννώμενα, καὶ μάλιστ’ αὐτῶν ὅσα βοτάναις χλωραῖς
1. ἔοικεν. ἀλλὰ τούτων μὲν ἡ σὰρξ ὁμοιοτάτη ταῖς πόαις
2. ἐστίν· ἑτέρων δὲ λευκὴ καὶ ἄναιμος, ὥσπερ τῶν καράβων τε
3. καὶ πολυπόδων, ἄλλων τε ἄλλη τις· οὐδὲ γὰρ ὀνομάσαι τὰς
4. διαφορὰς αὐτῶν ἔνεστιν, οὕτως ἄπειροι τὸ πλῆθος ὑπάρχουσιν.
5. ὅταν οὖν, ὡς ἐλέγομεν, ὑπὸ φλεγματικοῦ τε ἅμα καὶ γλίσχρου
6. τοῦ αἵματος ἡ σὰρξ τρέφηται χρόνῳ πολλῷ, σὰρξ μὲν
7. ἔτι μένει, μεταλλάττεται δ’ αὐτῆς ἡ διαφορὰ καὶ πρὸς ἑτέραν
8. ἰδέαν ἐκτρέπεται, καὶ γίνεται μεταξὺ τῶν ἐναίμων σαρκῶν
9. καὶ ἀναίμων. ἐπειδὰν δὲ τοιαύτη καταστῇ, συμβαίνει λοιπὸν
10. αὐτῇ μηδ’ ἐπιχειρεῖν ἔτι τὴν ἐπιφερομένην ἑαυτῇ τροφὴν
11. εἰς ἐρυθρὰν σαρκὸς ἰδέαν μεταβάλλειν, οὐ μᾶλλον ἢ πολύποσί
12. τε καὶ καράβοις· ἐν τούτῳ δὴ καὶ τάχιστα λευκή τε γίγνεται
13. πᾶσα καὶ φλεγματώδης, ὅταν αὐτή τε μηκέτι δύνηται
14. τὴν τροφὴν εἰς ἐρυθρότητα μεταβάλλειν, ἐπιῤῥέει τε τὸ φλεγματῶδες
15. ἐκεῖνο. οἵαν οὖν ἐξ ἀρχῆς ὁ κάραβος ἔχει τὴν σάρκα
16. καὶ σχεδὸν ἅπαντα τὰ ὄστρεα, τοιαύτην ἐκ μεταπτώσεως
17. ἴσχουσιν οἱ ταῖς λεύκαις ἁλισκόμενοι· καὶ γὰρ ὀνομάζουσιν
18. οὕτω τὸ πάθημα τῆς σαρκὸς ἀπὸ τῆς χροιᾶς τὴν ὀνομασίαν
1. θέμενοι· τῆς δέ γε μελαίνης σαρκὸς ἅμα καὶ ὀχθώδους ἀπὸ
2. τοῦ ζώου τοῦ ἐλέφαντος ἐποίησαν τοὔνομα. γίγνεται δὲ κᾀκείνη
3. κατὰ τὸν αὐτὸν τρόπον τῇ λεύκῃ, χρόνῳ παμπόλλῳ μελαγχολικῆς
4. ἐπιῤῥεούσης τροφῆς τῇ σαρκί. τῶν δὲ ἀλφῶν ἡ
5. γένεσις ὁμοειδὴς μέν ἐστι τοῖς εἰρημένοις πάθεσιν, οὐ μὴν αὐτῆς
6. γε δι’ ὅλου πεπονθυίας τῆς σαρκὸς, ἀλλ’ ἐπιπολῆς τοῦ
7. δέρματος οἷον λεπίδες τινὲς ἐπιπεπήγασιν οἱ ἀλφοὶ, λευκοὶ
8. μὲν ἐκ φλεγματικοῦ, μέλανες δὲ ἐκ μελαγχολικοῦ γινόμενοι χυμοῦ.
9. πηλίκα δὲ δύναται τροφὴ, καὶ ὡς μέγιστα πρὸς ἀλλοίωσιν
10. σαρκὸς, εἴρηται καὶ Ἀριστοτέλει μεμνημένῳ χωρίων,
11. ἐν οἷς ἀλλοιοῦται τὰ βοσκήματα μεθιστάμενα χρόαν τε καὶ
12. ἄλλας αἰσθητὰς διαφοράς. ὅσοι δ’ οὐ συγχωροῦσιν ὑπὸ
13. τροφῆς ἀλλοιοῦσθαι τὰ τρεφόμενα, κρατουμένου γὰρ οὐ κρατοῦντος
14. ὄνομα ὑπάρχειν τὴν τροφὴν, οὔτε περὶ τῆς κατὰ τὰ
15. ζῶα μεταβολῆς οὔτε πολὺ μᾶλλον ἔτι περὶ τῆς κατὰ τὰ φυτὰ
16. δύνανται λέγειν ὑγιὲς μηδὲν, ἀλλ’ ἀποροῦνται παντάπασιν ὑπὸ
17. τῶν πραγμάτων ἐναργῶς ἅπασι φαινομένων. τὰ μὲν γὰρ τοῦ
18. Περσικοῦ φυτοῦ τοῦ μετακομισθέντος ἐκ Περσῶν εἰς Αἴγυπτόν
1. οὐδεὶς ἀγνοεῖ· θανάσιμον μὲν ἦν κατὰ τὴν Περσίδα, μετακομισθὲν
2. δὲ εἰς Αἴγυπτον μετέβαλε τὸ κινδυνῶδες, καθάπερ,
3. οἶμαι, καὶ τὸ τῶν παρ’ ἡμῖν ἀμπέλων, ὡς ὑπαλλάττουσαι τὰ
4. χωρία διάφορον ἐκφέρουσι τὸν οἶνον· τὰ δὲ τῶν ἄλλων φυτῶν
5. οἱ τὰ γεωργικὰ ἀναγράψαντες ἐδήλωσαν, ὥσπέρ γε καὶ
6. τὰ τῶν βοτανῶν οἱ τὰ βοτανικά· μετακομιζόμεναι γὰρ ἐξ
7. ἑτέρων χωρίων εἰς ἕτερα πολλάκις οὐδὲ δυοῖν σταδίοιν διάστημα
8. κατὰ πολλὰς ἀλλοιοῦνται διαφοράς. ἐχρῆν οὖν ὅσοι
9. φάσκουσι κρατουμένου καὶ ἀλλοιουμένου καὶ μεταβαλλομένου
10. τὴν τροφὴν ὑπάρχειν ὄνομα, μὴ τοῦτο μόνον ἐπίστασθαί τε
11. καὶ λέγειν, ἀλλὰ καὶ περὶ λεύκης γενέσεως ἐπιχειρῆσαι διελθεῖν.
12. ἤτοι γὰρ τρεφομένη σὰρξ αἰτία τοῦ παθήματος, ἢ τὸ
13. τῆς τροφῆς μοχθηρόν. ἀλλ’ εἴπερ οὐχ ἡ τροφὴ, βούλονται
14. γὰρ οὕτως, ἀνάγκη φάναι τὴν σάρκα. τί ποτ’ οὖν αὐτὴ
15. παθοῦσα τὴν τροφὴν οὐκ ἔτι ἑαυτῇ κατὰ πᾶν ὁμοιοῖ; γενήσεται
16. γὰρ οὕτω γε τοῦ πάθους ἡ φύσις αἰτία, πολὺ δ’ ἦν
17. ἄμεινον, οἶμαι, τὴν τροφὴν αἰτιᾶσθαι. οὐ μὴν οὐδ’ ὅτι τὸ
18. μὲν ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν ἔργον ἐστὶ τοῦ τρεφομένου,
1. τὸ δ’ ὁμοιοῦσθαί τε καὶ μεταβάλλεσθαι πάθος τῆς τροφῆς,
2. διὰ τοῦτο οὐκ ἀδύνατόν ἐστι τῷ πάσχοντι περὶ τὸ ποιοῦν ἀντιδρᾶσαί
3. τι, κᾂν ᾖ σμικρότατον. αὐτὸ γὰρ δήπου ἐναντιώτατον
4. ἐν τοῖς περὶ τούτων λογισμοῖς ἐπεδείξαμεν οὐχ ἡμεῖς
5. μόνον, ἀλλὰ καὶ τῶν φιλοσόφων ὅσοι δεινότατοι τῶν ὅλων
6. τῆς φύσεως ἐνεργειῶν τε καὶ παθῶν ἐξηγηταὶ γεγόνασι. φαίνεται
7. γοῦν ἅπαντα κᾂν ἰσχυρότερα πολὺ τῶν ὁμιλούντων
8. τυγχάνῃ, πάσχοντά τι πρὸς αὐτῶν αἰσθητὸν καὶ σαφὲς, εἰ
9. καὶ μὴ κατὰ τὴν πρώτην τούτων ὁμιλίαν, ἀλλ’ ἐν τῷ χρόνῳ
10. γε προϊόντι. καί που καὶ σίδηρος ὁ τμητικώτατος ἠμβλύνθη
11. τέμνων σάρκα μαλακωτάτην, ὅ τε σκληρότατος λίθος ἔσχε τι
12. κοῖλον ἐν ἑαυτῷ χρόνῳ πολλῷ πληττόμενος ὑπὸ τοῦ σταλαγμοῦ.
13. τί δεῖ λέγειν ἔτι περὶ τῶν κεραννυμένων, ἅπαντες
14. γιγνώσκουσιν. κᾄν τε γὰρ εἰς ἀμφορέα ζέοντος ὕδατος ἐμβάλῃς
15. κοτύλην ψυχροῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν οὐ μόνον ἐνδείκνυται
16. τὴν ἧτταν τῆς κοτύλης, ἀλλὰ καὶ τοῦ νικήσαντος τὸ
17. πάθος· ἐάν τις ἔμπαλιν εἰς ἀμφορέα ψυχροῦ κοτύλην θερμοῦ
18. ἐμβάλῃ, νικηθήσεται μὲν ἡ κοτύλη, πείσεται δέ τι βραχὺ
1. καὶ ὁ ἀμφορεύς. ἀλλὰ γὰρ ὅπερ εἴρηταί μοι καὶ πρόσθεν,
2. οὐκ ἀντιλέγειν ἐν τῇδε τῇ πραγματείᾳ προὐθέμην οὔτε μηκύνειν,
3. ἀλλ’ ὅσον οἷόν τε ταχίστην ποιήσασθαι τὴν διδασκαλίαν.
4. ἡ μὲν οὖν λεύκη μέγιστόν τι σφάλμα τῆς ἀλλοιωτικῆς
5. ἐστι δυνάμεως· ἕτερα δὲ πάμπολλα σμικρὰ, καθ’ ὑγρότητα
6. καὶ ξηρότητα καὶ ψυχρότητα καὶ θερμότητα τῆς σαρκὸς ὑπαλλαττομένης.
7. ἀτροφήσει δὲ τὸ μέρος οὐ μόνον δι’ ἀῤῥωστίαν
8. τῆς ἀλλοιωτικῆς δυνάμεως, ἀλλὰ καὶ διὰ τὴν ἑλκτικὴν ἀτονήσασαν,
9. ἢ διὰ τὴν ἐκκριτικὴν ἀμετρότερον κινηθεῖσαν. εἰς
10. ἀμετρίαν δὲ κινήσεως ἡ ἀποκριτικὴ δύναμις ἔρχεται, καθάπερ
11. εἴρηται καὶ πρόσθεν, ὅταν ἤτοι διὰ πλῆθος ἢ δριμύτητα περιττωμάτων,
12. ἢ οἰκείαν ἀσθένειαν ἡ καθεκτικὴ βαρύνηται
13. δύναμις. ἐν τούτῳ γὰρ ἀνάγκη συνεκκρίνεσθαι τῷ περιττῷ
14. τὸ χρηστὸν, ὡς ἐν λειεντερίαις τε καὶ δυσεντερίαις καὶ
15. χολέραις· ἀτονίᾳ δὲ τῆς ἀποκριτικῆς δυνάμεως ὑγροτέραν τε
16. καὶ περιττωματικωτέραν ἀνάγκη γίγνεσθαι τὴν σάρκα. τῶν
17. περιττωμάτων δ’ αὐτῶν ἡ πλείων γένεσις ἀῤῥωστίᾳ τῆς ἀλλοιωτικῆς
18. ἀποτελεῖται. ὅταν οὖν ἅμα συνέλθῃ τὴν μὲν
1. ἑλκτικὴν πολὺν ἐπισπᾶσθαι χυμὸν, ἀδυνατεῖν δὲ τὴν ἀλλοιωτικὴν
2. δύναμιν ἅπαντα τὸν ἑλχθέντα κατεργάζεσθαι, καὶ διὰ
3. τοῦτο πολλὰ γίγνεσθαι τὰ περιττώματα, τὴν ἀποκριτικὴν δὲ
4. ἐν τούτῳ τῷ καιρῷ χεῖρόν τε καὶ ἀτονώτερον ἑαυτῆς κινεῖσθαι,
5. πλῆθος οὕτως ἀνάγκη περιττωμάτων ἐν ταῖς σαρξὶ
6. συνίστασθαι, κᾀν τούτῳ κατά τε τὴν ἰδέαν καὶ τὸ ποσὸν τοῦ
7. περιττώματος ἄλλοτε ἀλλοίαν γίνεσθαι τὴν σάρκα,
8. ποτὲ μὲν οἰδηματώδη, ποτὲ δὲ φυσώδη, ποτὲ δὲ ὑδερώδη.
9. καὶ γὰρ δὴ καὶ ὁ ἀνὰ σάρκα καλούμενος ὕδερος, ἐκ τούτου
10. τοῦ γένους ἐστίν. ἀλλ’ οὐδὲν οἶμαι δεῖν ἔτι μηκύνειν ὑπὲρ
11. τῶν τοιούτων· οὐ γὰρ ἅπαντα διελθεῖν ἐν τῷδε τῷ λόγῳ τὰ
12. κατὰ μέρος συμπτώματα προὐθέμην, ἀλλ’ ἐν τοῖς πλείστοις
13. γυμνάσαι τοὺς φιλομαθεῖς.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 3.4, ed. Kühn, 1824, vol. 7, p. 224-231. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩