Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.5, ed. Kühn, 1824, vol. 7, p. 231-239. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.5

14. Ὥστε μοι καιρὸς ἤδη μεταβαίνειν ἐφ’ ἕτερόν
15. τι γένος συμπτωμάτων ἐγγὺς τῷ κατὰ τὰς βεβλαμμένας ἐνεργείας.
16. αὐτὸ μὲν οὖν γένος ἐν τῷ ποσῷ καὶ ποιῷ τῶν ἐκκρινομένων
17. ἐστίν· ἤτοι δὲ διὰ βλάβην τινὰ γίγνεται δυνάμεως,
18. ἢ ἐρεθισμὸν ἄκαιρον, ἢ πλημμελῆ κίνησιν ἐπεγείροντα
1. τὴν δύναμιν, ἢ δι’ ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου
2. τινὸς, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ αἵματος ἔκκρισις· οὐδὲν γὰρ
3. χεῖρον ἀπὸ ταύτης ἄρξασθαι, διότι τῷ γένει δοκεῖ παρὰ φύσιν
4. ὑπάρχειν ὡς πολλά· πλὴν γὰρ ὅσα διὰ μήτρας αἱμοῤῥαγοῦσι
5. γυναῖκες, αἱ μὲν ἄλλαι πᾶσαι κενώσεις τοῦ αἵματος ὅλῳ τῷ
6. γένει παρὰ φύσιν εἰσίν· ἐκεῖναι δὲ τῷ ποσῷ μόνον. αἱ μὲν
7. δὴ ῥήξεις αἱ τῶν ἀγγείων ἤτοι διά τινα τῶν ἔξωθεν γίγνονται
8. πληγῶν, ἢ λακτίσαντός τινος ἢ πατάξαντος ἢ ὁπωσοῦν ἄλλως
9. ἰσχυρῶς πληγέντος τοῦ ἀνθρώπου· γίγνονται μὲν καὶ
10. πηδήσασι μέγα, καὶ κατενεχθεῖσιν ἐπὶ τὴν γῆν ἀφ’ ὑψηλοῦ,
11. καὶ διὰ κραυγὴν ὀξεῖάν τε καὶ μεγάλην, ἐπειδὴ καὶ κατὰ ταύτην
12. ἐπὶ πλεῖστον τείνεται τὰ φωνητικὰ τῶν ὀργάνων μόρια.
13. τῷ λόγῳ δὲ τῆς τάσεως ἀναῤῥήγνυται καὶ ὅσα πηδώντων
14. ἐβλάβη· τὰ δὲ ἐξ ὑψηλοῦ κατενεχθέντων ἐν τῷ τῶν πληγῶν
15. ἐστι γένει. διαφέρει γὰρ οὐδὲν ἢ ὑπὸ λίθου τινὸς ἐμπεσόντος
16. ἔξωθεν θλασθῆναί τι μέρος, ἢ αὐτοῦ τοῦ κατενεχθέντος ἰσχυρῶς
17. ἐμπεσόντος τῷ δαπέδῳ. ταῦτα μὲν οὖν ἀγγείου ῥήξεως
1. αἴτια πρόδηλα καὶ οὐδεὶς ἀγνοεῖ· τὰ δ’ ἐκ τῶν τοῦ σώματος
2. ὁρμώμενα διαθέσεων, ἐπειδὰν ἀπὸ ταὐτομάτου τις αἱμοῤῥαγήσῃ
3. διὰ ῥινῶν, ἢ ἐμέσας, ἢ ἀναβήξας, ἢ χρεμψάμενος,
4. ἢ κάτω διαχωρήσας, ἢ οὐρήσας αἷμα τύχῃ· ταυτὶ μὲν οὖν
5. ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστί. ταῖς γυναιξὶ δὲ, ὡς εἴρηται,
6. διὰ τῆς μήτρας αἱμοῤῥαγούσαις οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν
7. ἡ κένωσις, ἀλλ’ ἐν τῷ ποσῷ μόνον. ἅπαντα δὲ τὰ τοιαῦτα
8. ἐμπίπτει διὰ τρεῖς αἰτίας, ἤτοι τῆς δυνάμεως ἀναστομωσάσης
9. ἀγγεῖον, ὡς ἐν ταῖς ἐκ ῥινῶν αἱμοῤῥαγίαις, ἢ δι’
10. αὐτὸ τὸ αἷμα μοχθηρῶς διακείμενον, ἢ τῶν ἀγγείων τι. τὸ
11. μὲν οὖν αἷμα μοχθηρῶς διακεῖσθαι λέγω τό τε κακόχυμον εἰς
12. τοσοῦτον γιγνόμενον, ὡς διαβιβρώσκειν τὰ περιέχοντα, τό θ’
13. οὕτω πλέον, ὡς μὴ στέγεσθαι· καὶ γὰρ καὶ τοῦτο ῥήσσειν ἢ
14. ἀναστομοῦν ἀγγεῖον ἱκανόν ἐστιν. αὐτῶν δὲ τῶν ἀγγείων ἡ
15. κάκωσις ἐν ἀμέτροις ἐστὶ μαλακότησι καὶ σκληρότησι καὶ
16. λεπτότησι. γίγνεται δὲ ταῦτα καὶ φύσει μέν τισιν εὐθέως ἐν
17. τῇ μήτρᾳ διαπλασθεῖσι μοχθηρῶς· οὐδὲν δὲ ἧττον αἱ μὲν μαλακότητες
18. ἐπὶ περιτταῖς ὑγρότησιν· αἱ δὲ σκληρότητες ἐπὶ
1. ξηρότησιν· αἱ δὲ λεπτότητες· ἐπὶ ἀτροφίαις. τὸ μὲν οὖν μαλακὸν
2. ἀμέτρως ἑτοιμότερον ῥαγῆναι δι’ ἀσθένειαν· τὸ δὲ σκληρὸν πάνυ
3. τῷ μὴ ῥᾳδίως ἐπὶ πλέον ἐκτείνεσθαι· τὸ δὲ ἰσχνὸν δι’ ἀμφοτέρας
4. τὰς τοιαύτας τῶν φλεβῶν διαθέσεις οὐ μόνον ὑπὸ τῶν ἔνδον
5. αἰτίων, ἀλλὰ καὶ ὑπὸ τῶν ἐκτὸς ἑτοίμως ῥήσσεσθαι συμβέβηκε.
6. διαβιβρώσκεται δὲ οὐχ ὁμοίως ἅπαντα· τὸ μὲν γὰρ σκληρὸν καὶ
7. παχὺ δυσπαθὲς ὑπὸ διαβρώσεως. οὕτω δὲ καὶ ἀναστομοῦσθαι
8. τῷ μὲν ἀτόνῳ τε καὶ μαλακῷ καὶ ἰσχνῷ πρόχειρον· οὐ
9. πρόχειρον δὲ τῷ εὐτόνῳ τε καὶ παχεῖ καὶ σκληρῷ. γίγνεται
10. δὲ ἡ ἀναστόμωσις ὑπό τε τῶν ἐρεθιζόντων τὰ στόματα τῶν
11. ἀγγείων καὶ διὰ πλῆθος βιασάμενον, ἐνίοτε δὲ καὶ δι’ αὐτὴν
12. τὴν φύσιν ἐκκρίνουσαν τὰ λυποῦντα. καλοῦσι δέ τινα καὶ
13. διαπήδησιν αἵματος, ὡς τέταρτον γένος ἐπὶ τοῖς εἰρημένοις.
14. ἔστι δὲ τέταρτον μὲν οὐδαμῶς, ἤτοι δὲ ἀναστόμωσις ἀγγείων
15. μικρῶν, ἢ οὐχ αἵματος ἐκκρίσεως, ἀλλ’ ὀῤῥοῦ εἶδος, καθ’
16. οἷον μάλιστα τρόπον ἐπ’ ἀτονίας ἥπατος καὶ νεφρῶν οὐρεῖται
17. καὶ κάτω δὲ διαχωρεῖται πολλάκις αἱματώδης ὀῤῥός. εἰρήσεται
18. δὲ ὑπὲρ αὐτῶν ὀλίγον ὕστερον, ἐπειδὰν ἐπέλθωμεν πρότερον 
1. ὑπὲρ τῶν ἐμουμένων. ἐκκρίνεται γὰρ οὖν καὶ ταῦτα, ποτὲ
2. μὲν ὡς πλείω τε καὶ βαρύνοντα τὴν κοιλίαν, ὥσπερ ἐνίοτε τὸ
3. πλῆθος τῆς τροφῆς, ἔστιν ὅτε δὲ ὡς ἀνιῶντά τε καὶ δάκνοντα,
4. καθάπερ ὅταν ὀξώδης ἢ κνισώδης ἢ πικρὰ καὶ δριμεῖα κατὰ
5. τὴν ἀπεψίαν ἡ προσενεχθεῖσα γένηται τροφή. τούτου τοῦ
6. γένους ἐστὶ καὶ τὰ χολώδη τε καὶ φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα,
7. τά τ’ αὐτόθι γεννώμενα καὶ ὅσα συῤῥεῖν πέφυκεν
8. εἰς αὐτὴν ἐξ ὅλου τοῦ ζώου τῆς ἕξεως. ἔστι δὲ καὶ τρίτον
9. τι γένος ἐπὶ τούτοις αἰτίων εἰς ἔμετον ἐξορμώντων τὴν γαστέρα,
10. κᾂν μήτε βαρύνῃ μήτε δάκνῃ, μόνον δὲ αὐτοῖς ὑπάρξῃ
11. τὸ παρὰ φύσιν. ὅρος δ’ ἐστὶ κοινὸς ἁπάντων τῶν παρὰ φύσιν,
12. εἰ μὴ δύναιτο τρέφειν πεφθέντα. κατὰ τοῦτον, οἶμαι,
13. τὸν λόγον οὐ μόνον ὀξὺ φλέγμα καὶ ἁλυκὸν, ἀλλὰ καὶ
14. γλυκὺ πολλάκις ἐν τῇ γαστρὶ συστὰν εἰς ἔμετον αὐτὴν ἐξορμᾷν
15. εἴωθε· καὶ αὐτό γε τὸ αἷμα τὸ εἰς τὴν κοιλίαν ἐκχυθὲν
16. οὕτως ἐμεῖν αὐτὴν ἀναγκάζει. καὶ μὴν καὶ κάτω διαπέμπει
17. ποτὲ μὲν πρωϊαίτερον, ἔστιν ὅτε δὲ βραδύτερον,
18. ἢ ἔλαττον, ἢ πλέον, ἢ ὀλιγάκις, ἢ πλεονάκις, ἤτοι χρηστὴν
1. τροφὴν, ἢ διεφθαρμένην, ἢ τὸ συῤῥέον εἰς αὐτὴν ἄνωθεν,
2. ἢ τὸ κατ’ αὐτὴν ἀπογεννώμενον. ἀλλ’ ἡ μὲν φθάνουσα τὸν
3. συνήθη καιρὸν ἔκκρισις ἤτοι καὶ βαρυνομένης τῆς κοιλίας,
4. ὡς ὑπὸ πολλοῦ τοῦ ληφθέντος, ἢ ὀδαξουμένης τε καὶ κεντουμένης,
5. ὡς ὑπὸ δάκνοντος, ἢ ὡς ἀλλότριον καὶ οὐκ οἰκεῖον
6. ἀπωθουμένης γίγνεται, μεμνημένων ἡμῶν, ἐπειδὰν πολύ τι
7. λέγωμεν, ὡς τριττὴν ἔχει τοῦτο τὴν γένεσιν, ἤτοι τῷ τὴν
8. δύναμιν ἀτονωτέραν ὑπάρχειν ἑαυτῆς, ἢ τῷ τὸ ληφθὲν ὑπερβάλλειν
9. τὸ σύμμετρον, ἢ διὰ τὸ συναμφότερον. ἔξωθεν
10. δὲ τῶν εἰρημένων ἡ τῶν ὑγροτέρων τε καὶ γλισχροτέρων
11. ἐδεσμάτων προσφορὰ ταχεῖαν ἐργάζεται διαχώρησιν, ὀλισθαινόντων
12. αὐτῶν ἑτοιμότερον, εἰ καὶ περιπατήσαντες μάλιστα
13. τύχοιεν ἐπ’ αὐτοῖς ἀτρέμα, ὥστε κατασεῖσαι μὲν αὐτὰ, μὴ
14. μέντοι γε ἀνάδοσιν ἐργάσασθαι πρὸ τοῦ καιροῦ· συμβαίνει
15. γάρ τι τοιοῦτον ἐν ταῖς κατασείσεσιν, ἐπειδὴ πάμπολλαι τῶν
16. ἐντέρων ἕλικές εἰσιν. ἀνάγκη δήπου καθ’ ἑκάστην αὐτῶν
17. ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα φέρεσθαι τὰ σιτία,
18. τοὐντεῦθεν δὲ τῷ βάρει μὲν οὐκ ἔθ’ οἷόν τε μένειν,
1. τῇ δὲ τῶν ἐντέρων αὐτῶν ἐνεργείᾳ προωθεῖται τὰ σφηνούμενα
2. κατὰ τὰς ἕλικας αὐτῶν ἐχόντων δύναμιν ἔμφυτον ἀποκριτικὴν
3. τῶν ἀνιώντων αὐτά. τὰ δ’ ὑγρὰ καὶ γλίσχρα σιτία
4. διεξέρχεται ῥᾷον, εἴτε τῷ βάρει καὶ τῷ σεισμῷ τοῦ σώματος,
5. εἴτε τῇ τῶν ἐντέρων ἐνεργείᾳ προωθοῖτο. ταχείας μὲν οὖν
6. διεξόδου λέλεκται τὰ αἴτια. ὀψιαίτερον δὲ τοῦ συνήθους
7. ἀποκρίνει ἡ κάτω γαστὴρ, ἤτοι δι’ ἀτονίαν, ἢ διὰ δυσαισθησίαν
8. τῶν ἐντέρων, ἢ δι’ ὀλιγότητα τῶν ἐδεσμάτων, ἢ διὰ
9. ποιότητα. τά τε γὰρ ἄτονα προωθεῖν οὐ σθένει· τὰ
10. δὲ δυσαίσθητα τῶν λυπούντων ἀμυδρῶς αἰσθάνεται, τῆς λύπης
11. δ’ ἦν αὐτοῖς ἴασις ἡ ἔκκρισις. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν
12. σιτίων τὰ μὲν ἐλάττω τοῦ δέοντος ὀλίγον ἴσχει τὸ περιττὸν,
13. ὥστ’ οὐχ ὁμοίως βαρύνει· τὰ δὲ παχέα καὶ στρυφνὰ βραδύπορα
14. πάντ’ ἐστὶν ἐναντίως τοῖς γλίσχροις τε καὶ ὑγροῖς. οὐ
15. μόνον δὲ ἀτονίᾳ τῶν ἐντέρων, ἀλλὰ καὶ τῶν κατ’ ἐπιγάστριον
16. μυῶν ἡ διαχώρησις βραδύνει, καὶ μάλιστ’ ἐπειδὰν
17. σκληρότερα τύχῃ γενόμενα τὰ περιττώματα. τηνικαῦτα γὰρ
1. οὐ μόνον τῶν κατ’ ἐπιγάστριον, ἀλλὰ καὶ τῶν κατὰ τὸν
2. θώρακα μυῶν ἰσχυρῶς ἐνεργούντων δεῖται. ἔλαττον δὲ γίγνεται
3. περίττωμα τῆς πρὸς τὸ πλῆθος ἀναλογίας τῶν ἐδηδεσμένων,
4. ἐπειδὰν εἰς ἀνάδοσιν ἐξ αὐτῶν πλέον ἀφίκηται·
5. ἔμπαλιν δὲ πλέον τῆς ἀναλογίας τῶν ληφθέντων διαχωρεῖται,
6. ποτὲ μὲν ἐνδείᾳ τῆς ἀναδόσεως, ἔστιν ὅτε δὲ συῤῥεόντων τινῶν
7. ἄνωθεν εἰς τὰ κατὰ τὴν γαστέρα χωρία. συνεχεῖς δὲ ἐκκρίσεις
8. γίγνονται δι’ ἀτονίαν ἢ δῆξιν. ἡ μὲν οὖν ἀτονία τῶν
9. κατὰ τὴν κοιλίαν ὀργάνων, ὡς ἤδη πολλάκις εἴρηται, διὰ
10. δυσκρασίαν· ἡ δὲ δῆξις ὑπὸ τῶν περιεχομένων ἐν αὐτοῖς γίγνεται.
11. τέτταρες δὲ αἰτίαι τῆς γενέσεώς εἰσι τῶν οὕτω δακνόντων,
12. ἤτοι φαρμακώδης τις δύναμις ἅμα τοῖς σιτίοις ἢ
13. καθ’ ἑαυτὴν ληφθεῖσα, ἢ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ διαφθοραί·
14. καὶ πρὸς τούτοις ὅσα ἐκ τοῦ σώματος εἰς τὰ κατὰ
15. γαστέρα συῤῥεῖ δακνώδη περιττώματα· καὶ ὅσα κατ’ αὐτὴν
16. γεννᾶται τοιαῦτα, καθάπερ ἐν δυσεντερίαις ταῖς ἐφ’ ἑλκώσει
17. κακοήθει. δύναιτο δ’ ἄν τις ἅμα ταῖσδε καὶ πέμπτην αἰτίαν
18. προστιθέναι τῶν τοιούτων συμπτωμάτων, αἴσθησιν περιττὴν
1. τῶν σωμάτων, εἴτ’ ἐκ φύσεως ὑπάρχουσαν, εἴτε δι’ ἕλκωσιν.
2. ἕτερος δὲ τρόπος ἐκκρίσεως συνεχοῦς ἐστι τῷ γένει τῆς αἰτίας
3. ἀποκεχωρισμένος ἁπάντων τῶν προειρημένων αἰτίων, ὁ ἐπὶ
4. τῇ παραλύσει τῶν ἐπικειμένων μυῶν τῷ πέρατι τῆς ἐκροῆς
5. τῶν περιττωμάτων· ἀπροαίρετος γὰρ ἐπὶ τούτων ἡ ἔκκρισις,
6. καὶ διὰ τοῦτο ἄκαιρός τε καὶ ἄτακτος καὶ συνεχής. ἀλλὰ περὶ
7. μὲν διαχωρημάτων ἱκανὰ καὶ ταῦτα.

Cliquer un n° de page pour en afficher l’image