8. Περὶ δὲ τῶν ἀτμωδῶν πνευμάτων,
9. ἃ δὴ καὶ φύσας ὀνομάζουσιν, ἐφεξῆς ῥητέον. ἔστι δὲ καὶ
10. τούτων ἡ μὲν γένεσις ἐν αὐτοῖς τοῖς κατὰ τὴν γαστέρα χωρίοις,
11. χυμῶν τινων αὐτόθι φλεγματωδῶν ἢ σιτίων εἰς ἀτμοὺς
12. λυομένων ὑπὸ θερμότητος ἐνδεοῦς. ἡ μὲν γὰρ τελεία
13. ψύξις οὐδ’ ὅλως ἀτμὸν ἐργάζεται, διότι μηδὲ ὅλως λεπτύνει,
14. μηδὲ κατεργάζεται, μηδὲ διαλύει τὴν τροφήν· ἡ δ’ ἰσχυρὰ
15. θερμασία, πολλῷ τῷ περιέχοντι κρατοῦσα, πλέον ἤδη ἢ
16. κατὰ γένεσιν ἀτμοῦ λεπτύνει τὴν τροφὴν, ἢν μὴ φυσώδης
17. ὑπάρχῃ φύσει· τηνικαῦτα δὲ γεννᾶται μέν τι πνεῦμα θολερόν
18. τε καὶ, ὡς ἂν εἴποι τις, ὁμιχλῶδες, ὀλίγον δὲ τοῦτο καὶ κατὰ
1. χρόνον ἐλάχιστον, ὡς ἀπὸ μιᾶς ἢ δευτέρας ἐρυγῆς ἐκκενοῦσθαι.
2. ἡ δὲ ἐνεργοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης ἐνδεέστερον
3. μέν πως διαλύει αὐτὰ, κατεργάζεται δὲ οὐκ ἀκριβῶς,
4. κᾀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματος γένεσις. ἑνὶ δὲ λόγῳ,
5. καθάπερ ἐκτὸς αἵ τε ψυχρόταται καταστάσεις αἱ αἴθριοι, μάλιστα
6. δ’ ἐν τοῖς βορείοις γίγνεσθαι πεφύκασιν· αἵ τε θερμόταται
7. θέρους ὥρᾳ συνιστάμεναι καθαρὸν ἀπεργάζονται τὸ
8. περιέχον· αἱ μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ τὴν ὁμίχλην γεννῶσαι·
9. κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ζώοις οὔτε ταῖς ἐσχάταις
10. ἀτονίαις τῆς θερμασίας, οὔθ’ ὅταν ἰσχυρῶς εὐρωστῇ, κατὰ
11. δὲ τὰς μεταξὺ τούτων ἀπογεννᾶται τὸ φυσῶδες περίττωμα.
12. καὶ τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον ἐρυγὴν ἐργάζεται,
13. διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφοῦσαν ἢ ἄψοφον
14. φύσαν· ἐπειδὰν δὲ μηδ’ ἑτέροις ἐκφέρηται, τὴν ἐμπνευμάτωσιν
15. ὀνομαζομένην ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης
16. ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα. κατὰ
17. τὰ μόρια δὲ ἄλλοτε ἄλλα τῶν ἐντέρων, ἐπειδὰν συνίσταταί
18. τε καὶ κινεῖται τὸ τοιοῦτον πνεῦμα, πολυειδεῖς ἀποτελεῖ τοὺς
1. ψόφους, ὀνόματα μὲν οὐκ ἔχοντας ἅπαντας, ἐνδείξασθαι δὲ
2. τῷ συνετῷ δυναμένους, ὁποῖόν τε καὶ ὁπόσον ἐστὶ τὸ περίττωμα,
3. καὶ καθ’ ὅν τινα μάλιστα τόπον ἑλισσόμενον. εἰ μὲν
4. γὰρ ὀξὺ καὶ λεπτὸν ἠχοίη, τὸ μὲν τοιοῦτον πνεῦμα διὰ κενοῦ
5. τε φέρεται τοῦ ἐντέρου καὶ πάντως στενοῦ, καθαρώτερόν τε
6. καὶ ἀερωδέστερον ὑπάρχον αὐτό· φυσωδέστερον δὲ γενόμενον,
7. ὁμοίως μὲν ἐργάζεται τὸν ψόφον μικρὸν, ἐν τοῖς λεπτοῖς ἐντέροις
8. ἐνελιττόμενον, ἀλλ’ οὔτ’ ἀκριβῶς ὀξὺν, οὔτε λεπτόν.
9. οἱ μὲν δὴ τοιοῦτοι ψόφοι πάντες ἐν τοῖς κατὰ τὴν νῆστιν
10. μάλιστα συνίστανται χωρίοις· εἰς ὅσον δ’ ἂν ὑποκαταβαίνουσιν
11. ἄχρι τῶν ἄλλων ἐντέρων τῶν λεπτῶν, ἧττον ἠχώδεις ἀποτελοῦνται.
12. βομβώδεις δ’ εἰσὶν ἕτεροι, τοῖς ἐξ εὐρυτάτων
13. αὐλῶν ἐοικότες, ὁποίους ἔχουσιν οἱ τυμβαῦλαι καλούμενοι,
14. διὰ μὲν τὴν ὕλην ἐξ ἧς γεγόνασιν οὐ δυναμένους ἠχεῖν καθαρὸν,
15. διὰ δὲ τὴν εὐρύτητα τῆς τοῦ πνεύματος ὁδοῦ βαρύτατα
16. φθεγγομένους. οἱ τοιοῦτοι πάντες ἐν τοῖς παχέσιν ἐντέροις
17. συνίστανται κενοῖς γενομένοις περιττωμάτων· εἰ δ’ ὑγρότης
18. τις ἐν αὐτοῖς περιέχοιτο, προσέρχεταί τις ἰδέα τῷ βόμβῳ καὶ
1. παρὰ τῆσδε, καὶ καλοῦσι τὸν τοιοῦτον ψόφον οἱ ἄνθρωποι
2. βορβορυγμὸν, ἔκκρισιν ἐπαγγελλόμενον ὑγροῦ περιττώματος.
3. ἡ γὰρ ἰδέα ψόφου ταῦτ’ ἄμφω προμηνύει, διότι μὲν ἐπὶ κινουμένῃ
4. γίγνεται τῇ φύσει, τὴν ἔκκρισιν ἐπαγγελλομένη· ὅτι
5. δὲ καὶ μετὰ βορβορυγμοῦ, τὴν ὑγράν· καὶ αὐτῶν δὲ τῶν ἔξω
6. φερομένων φυσῶν ὁ ψόφος, ὁ μὲν οἷον βορβορυγμῷ τινι
7. προσέοικεν, ἔκκρισιν ὅσον οὔπω γενήσεσθαι προδηλῶν· ὁ δὲ
8. καθαρός τε καὶ, ὡς ἂν εἴποι τις, εὔηχός ἐστι καὶ ἀερώδης,
9. ἤτοι κενὸν ἐνδεικνύμενος εἶναι τὸ ἔντερον, ἢ καὶ πάνυ τι
10. σκληρὸν ἔχειν ἀνωτέρω που περίττωμα· καὶ μὲν δὴ καὶ μέσος
11. τις τούτων ἐστὶν ἄλλος οἷον βομβώδης, ἐπὶ μέσῃ τινὶ καὶ
12. μεταξὺ τῶν εἰρημένων διαθέσει γενόμενος. ὁ δ’ οἷον τρυσμὸς
13. ἢ τρισμὸς, ἑκατέρως γὰρ αὐτὸν ὀνομάζουσιν, οἱ μὲν ἀπὸ
14. τοῦ υ τὴν ἀρχὴν, οἱ δ’ ἀπὸ τοῦ ι ποιούμενοι τῆς πρώτης
15. συλλαβῆς, ἐπὶ στενοχωρίᾳ τε ἅμα τῶν ὀργάνων καὶ φυσώδει
16. πνεύματι μετ’ ὀλίγης ὑγρότητος γίγνεται.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 3.6, ed. Kühn, 1824, vol. 7, p. 239-242. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩