Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.7, ed. Kühn, 1824, vol. 7, p. 242-247. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.7

17. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται
18. πρός γε τὰ παρόντα, περὶ τῶν ἄνωθεν εἰς τὴν γαστέρα
1. συῤῥεόντων ἐπανέλθωμεν· ἐῤῥήθη γὰρ δὴ καὶ ταῦτα διαχωρημάτων
2. ὑγρότητός τε καὶ πλήθους αἴτια καθίστασθαι.
3. φέρεται τοίνυν ἄνωθεν εἰς τὴν γαστέρα πολλάκις μὲν εὐρωστίᾳ
4. τῆς φύσεως ἐκκρινούσης τὸ περιττὸν, ἔστι δ’ ὅτε ὑπ’
5. ἀῤῥωστίας οὐδὲ τὸ χρηστὸν βαστάζειν δυναμένης. ἐκκρίνεται
6. μὲν οὖν τὸ περιττὸν ἔν τε ταῖς κρίσεσι καὶ κατὰ τὸν τῆς ὑγείας
7. ἐνίοτε χρόνον, ὥσπερ ἀμέλει καὶ ταῖς γυναιξὶν ἐφ’ ἑκάστῳ
8. μηνί. τοιαύτας δὲ καὶ τὰς αἱματηρὰς δυσεντερίας ὁ Ἱπποκράτης
9. ἔφασκε συμπίπτειν, ἐφ’ ὧν ἀπεκόπη τι κῶλον. εἴδομεν
10. δὲ καὶ ἡμεῖς οὐ τούτοις μόνοις, ἀλλὰ καὶ ἄλλοις τισὶ συμπιπτούσας
11. ἐκ περιόδου τινὸς ὡρισμένης. ἅπαντες δ’, οὓς
12. ἐθεασάμεθα κενουμένους οὕτως, ἐκ γυμναστικοῦ τοῦ
13. πρόσθεν βίου μεθεστήκεσαν εἰς ἀργίαν παντελῆ. τὸ μὲν δὴ
14. τοιοῦτον περίττωμα τῷ ποσῷ μόνον ἀλλότριόν ἐστιν· ἕτερον
15. δὲ τῷ ποιῷ, τὰ πολλὰ μὲν ἐν τοῖς ὀξέσι νοσήμασι κριτικῶς
16. ἐκκρινόμενον, ἔστιν ὅτε δὲ λόγῳ συντήξεως. ἐν τῷ μεταξὺ
17. δὲ τούτου τε τοῦ παντάπασιν ἀχρήστου καὶ μοχθηροῦ
18. περιττώματος κᾀκείνου τε τοῦ προειρημένου χρηστοῦ, τρίτον
1. ἄλλο γένος ἐστὶ περιττώματος, οἷόν περ ἐν γαστρὶ τὸ ἡμίπεπτον
2. σιτίον. ἐκκρίνεται δὲ τοῦτο κατὰ τὰς ἡπατικὰς μάλιστα
3. διαθέσεις. ὀνομάζουσι δὲ οὕτως ἐφ’ ὧν ἀτονία τοῦ
4. ἥπατος ἡ νόσος ὑπάρχει, κᾂν μηδεμία συνῇ φλεγμονή. τηνικαῦτα
5. γὰρ ὅμοιόν τι τὸ πάθημα συμβαίνει τῷ σπλάγχνῳ
6. τοῖς κατὰ τὴν ἄτονον γαστέρα συμπίπτουσιν, ἐπειδὰν ὀρέγηται
7. μὲν ἡ γαστὴρ, ἃ δ’ ἂν προσάρηται σιτία μὴ πέψασα,
8. βαρύνηταί τε καὶ ἡμίπεπτα τοῖς ἐντέροις ἐκπέμπῃ· αὕτη μὲν
9. γὰρ καὶ εἰς ἔμετον ὁρμᾷ· τὸ δ’ ἧπαρ ἀνάλογόν τι τῷ ἐμέτῳ
10. πάσχον, ἣν ἐπεσπάσατο τροφὴν, ὡς διὰ στομάχων τῶν κατὰ
11. τὸ μεσάραιον ἀγγείων, αὖθις ἀποπέμπει δι’ αὐτῶν ἡμίπεπτον.
12. ἔστι δὲ τῆς τοιαύτης ἐκκρίσεως ἡ ἰδέα, καθάπερ οὖν καὶ εἰκάζουσιν
13. αὐτὴν οἱ πρὸ ἡμῶν, ἐοικυῖα μάλιστα πλύματι κρεῶν·
14. ἄμεινον δ’ ἴσως οὐχ ἁπλῶς οὕτω λέγειν, ἀλλ’ εἰς ἀκρίβειαν
15. τῆς εἰκόνος, ἐναίμων τε καὶ νεοσφαγῶν τῷ λόγῳ προστιθέναι.
16. καὶ μὲν δὴ καὶ εἴ τις ὑδατῶδες αἷμα τὸ οὕτως ἐκκρινόμενον
17. εἴποι, καὶ οὗτος ἐμοὶ δοκεῖ σαφῶς ἑρμηνεύειν αὐτό. 
1. τουτὶ μὲν δὴ τὸ σύμπτωμα τοῖς τῶν ἡμιπέπτων σιτίων ἐμέτοις
2. ἀνάλογον ἔχει. τὸ δὲ ἕτερον, ὃ μέλλω λέγειν, ἔοικεν
3. ὑγροῖς διαχωρήμασι γαστρὸς εἰς ἀκριβεστάτην μὲν ἀφιγμένοις
4. πέψιν, ἀτυχήσασι δὲ τῆς ἀναδόσεως. ὡς γὰρ καὶ ταῦτα
5. πάντως δήπου βαρυνομένη πρὸς αὐτῶν ἡ γαστὴρ ἐκκρίνειν
6. ἐφίεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ ἧπαρ, ἐπειδὰν ἱκανῶς
7. ἀπολαύσῃ τῆς ἀναδοθείσης τροφῆς εἰς ἑαυτὸ, οὐκ ἔτι
8. ἀνέχεται παρακειμένης ἐπιπλέον, ὅταν οὖν αὕτη μὴ δύνηται
9. φέρεσθαι πρόσω δι’ ἡντιναοῦν αἰτίαν, ἀναγκαῖον αὐτῇ παλινδρομεῖν
10. εἰς τὴν γαστέρα, καὶ φαίνεται τηνικαῦτα τὸ ἐκκρινόμενον
11. αἷμα μελάντερόν τε τοῦ κατὰ φύσιν καὶ στίλβον, ὡς
12. ἐξ αἵματός τε καὶ μελαίνης χολῆς κεκραμένον. αἷμα μὲν γὰρ
13. αὐτὸ καθ’ ἑαυτὸ μελαινόμενον ἐν τῷ ψύχεσθαι, πρὸς τῷ
14. μηδεμίαν ἐπικτᾶσθαι στιλπνότητα, καὶ ἣν ἐξ ἀρχῆς εἶχεν
15. ἀπόλλυσιν· ἡ μέλαινα δὲ χολὴ στιλπνοτέρα καὶ αὐτοῦ τοῦ
16. αἵματός ἐστιν, ὥσπερ καὶ ἡ ἐκ τῆς νεκρᾶς θαλάττης ἄσφαλτος,
17. ἣν Ἰουδαϊκὴν ὀνομάζουσιν. οὐ γὰρ ἀποψυχόμενον τὸ
18. αἷμα γεννᾷ τὴν μέλαιναν χολὴν, ὥσπερ ἐπὶ τοῦ θρόμβου, ἀλλ’
1. ὑπεροπτώμενον, διὸ καὶ τὴν στιλπνότητα διασωζομένην ἔχει.
2. οὐ γὰρ ὡς ὁ θρόμβος, ἀποψυχθέντος τοῦ αἵματος, οὕτω καὶ
3. ἡ μέλαινα χολὴ τὴν γένεσιν ἔχει· τοὐναντίον γὰρ ἅπαν ἐξ
4. ὑπεροπτήσεώς τε καὶ ζέσεως, οἷον τέφρα τις ἡ μέλαινα χολὴ
5. συνίσταται, ψυχρὰ μὲν, ὅτι γεώδης, θερμότητος δὲ μετέχουσα,
6. καθάπερ ἡ τέφρα τε καὶ τὸ ὄξος. ἔρχεται δὲ εἰς τὴν
7. εἰρημένην διάθεσιν ὁ ἐκ τῆς κοιλίας ἀναδοθεὶς χυμὸς ἐπὶ
8. πλέον ἐν ἥπατι μένων, τῷ μὴ τυγχάνειν τῆς ἐντεῦθεν ἀναδόσεως.
9. ὀνομάζεται δὲ ἡ τοιαύτη τῶν ἐκκρίσεων ἰδέα πρὸς
10. ἐνίων δυσεντερία· καὶ γὰρ οὖν καὶ δάκνονται πολλάκις ὁμοίως
11. τοῖς δυσεντερικοῖς, ἅτε γὰρ, οἶμαι, τῆς ξανθῆς χολῆς δριμείας
12. αὐτοῖς γινομένης ἐν τῷ κατοπτᾶσθαι τὸ αἷμα· καλείτω
13. μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ. διαφοραὶ δὲ τῶν ἐκκρινομένων
14. αἱματωδῶν αἱ πᾶσαι τέσσαρες ὑπάρχουσιν ἐπὶ τέτταρσι
15. διαθέσεσι· μία μὲν αὐτοῦ τοῦ αἵματος, ἐπὶ τῶν ἀποκοπέντων
16. κώλων, ἢ γυμνάσια καταλυσάντων ἐκ περιόδου τινὸς
17. ἀποτελουμένη· δευτέρα δὲ, δι’ ἀτονίαν ἥπατος ὑδατώδους αἵματος
18. ὑπιόντος, ὃ κρεῶν εἰκάζουσι πλύματι· τρίτη δὲ ἡ νῦν
1. εἰρημένη τοῦ μελαγχολικοῦ καὶ στίλβοντος. αὗται μὲν οὖν αἱ
2. τρεῖς ἀθρόαν τε ἅμα καὶ πολλὴν ἐργάζονται τὴν ἔκκρισιν· ἡ
3. τετάρτη δὲ κατὰ βραχύ τε καὶ δι’ ὀλίγου τοῦ χρόνου τὴν ἀπόκρισιν
4. ἔχει γινομένην, ἐνίοτε μὲν ἀκριβοῦς αἵματος, ἔστι δ’ ὅτε
5. θρομβώδους. ἐν ταύτῃ καὶ πύου τι συνεκκρίνεται πολλάκις
6. ὀλίγον, καὶ τῶν καλουμένων ἐφελκίδων, ὑμενώδη τέ τινα σώματα,
7. μόρια τῶν ἐντέρων αὐτῶν· ἀλλὰ καὶ συνεστηκυῖα πολλάκις
8. ἐπὶ τούτων ἡ κόπρος ἐκκρίνεται σταγόνας αἵματος ἐφ’
9. ἑαυτῇ ἔχουσα. αἱ διαθέσεις δὲ τῶν μὲν πρώτων τριῶν ὀλίγον
10. ἔμπροσθεν εἴρηνται· τῆς τετάρτης δὲ τῆς νῦν εἰρημένης
11. ἕλκωσις ἐντέρων ἐστὶν ἡ διάθεσις. ταύτην καὶ μόνην ἀξιοῦσί
12. τινες ὀνομάζεσθαι δυσεντερίαν. ἀλλ’, ὅπερ εἴρηταί μοι πολλάκις,
13. ὑπὲρ τοῦ μηδὲν παραλειφθῆναι πρᾶγμα μεγάλην δεῖ
14. πεποιῆσθαι τὴν φροντίδα, τῶν δὲ ὀνομάτων καταφρονητέον.
15. ἔστι δὲ ἐκ ταὐτοῦ τοῦ γένους τῇ προειρημένῃ δυσεντερίᾳ καὶ ὁ
16. καλούμενος τεινεσμὸς, ἕλκος ἐν ἀπευθυσμένῳ γινόμενον, τὰ
17. μὲν ἄλλα συμπτώματα παραπλήσια φέρων, ἐντάσεις δὲ πολὺ
18. σφοδροτέρας τῶν δυσεντερικῶν.

Cliquer un n° de page pour en afficher l’image