1. Αἱ δὲ τῶν οὔρων ἐπισχέσεις τε καὶ
2. μοχθηραὶ κενώσεις ἀνάλογον ἔχουσι ταῖς κατὰ τὴν γαστέρα
3. τῶν περιττωμάτων ἐπισχέσεσί τε καὶ παρὰ φύσιν ἐκκρίσεσιν.
4. ἴσχονται μὲν γὰρ ἢ ἀδυνατούσης ἐκκρίνειν τῆς κύστεως, ἢ στεγνωθέντος
5. αὐτῆς τοῦ στομάχου. ταυτὶ μὲν οὖν ἄμφω τὰ
6. νοσήματα τῆς κύστεως ἓν κοινὸν ἔχει σύμπτωμα, τὴν ἰσχουρίαν·
7. ἴσχεται γὰρ ἐν αὐτῇ τὰ οὖρα. καλοῦσι δὲ οὐδὲν ἧττον
8. οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχουρίαν κᾀκεῖνο τὸ σύμπτωμα, καίτοιγε
9. οὐκ ἦν ἰσχουρία, ἐπειδὴ μηδόλως εἰς τὴν κύστιν ἀφικνεῖται
10. τὸ οὖρον, ἀπολλυμένης τῶν νεφρῶν τῆς ἐνεργείας.
11. καὶ συγχωρητέον γε αὐτοῖς ὀνομάζειν οὕτως ἀποροῦσι προσηγορίας
12. οἰκείας· οὐ μὴν ἀγνοεῖσθαι προσήκει γε τὴν διαφορὰν
13. τῶν διαθέσεων. ἑτέρα μὲν γὰρ ἐστι διάθεσις, ὅταν μηδὲν ἐκκρίνηται,
14. πεπληρωμένης τῆς κύστεως· ἑτέρα δὲ, ὅταν ὑπάρχῃ
15. κενὴ, μηδὲν ὅλως ἐν αὐτῇ περιέχουσα. κατὰ γοῦν τὴν τοιαύτην
16. διάθεσιν ἐν ᾗ πλήρης ἡ κύστις ἐστὶν, ἤτοι γε ἐστέγνωται
17. τὸ στόμα αὐτῆς, ἢ τούτου κατὰ φύσιν ἔχοντος ἀῤῥωστεῖ
18. περιστέλλεσθαί τε καὶ ἐξωθεῖν ἔξω τὸ οὖρον. αἱ μὲν οὖν
1. στεγνώσεις τοῦ στομάχου δι’ ἔμφραξίν τε καὶ μύσιν ἀποτελοῦνται.
2. καὶ γίνεται ἡ μὲν ἔμφραξις ὑπὸ θρόμβου τε καὶ
3. πύου παχέος καὶ λίθου καὶ πώρου καὶ διὰ βλάστημά τι κατ’
4. αὐτὸν ἐπιτραφὲν τὸν πόρον, ὁποῖα κᾀν τοῖς ἄλλοις ἅπασιν
5. ἐκτὸς ὁρᾶται γινόμενα κατά τε τὰ ὦτα καὶ ῥῖνας αἰδοῖά τε
6. καὶ ἕδραν. ἡ δὲ μύσις ἤτοι δι’ ὄγκον τινὰ παρὰ φύσιν ἢ διὰ
7. ξηρότητα γίνεται πολλήν. ὁ μὲν οὖν ὄγκος ἐπὶ φλεγμοναῖς
8. ἀποτελεῖται καὶ σκίῤῥοις καὶ τοῖς ἄλλοις οἰδήμασιν, ὅσα τε
9. τὸν τράχηλον ἐξαίροντα τῆς κύστεως εἰς τὸν ἐντὸς πόρον ἀποχεῖ
10. τὸν ὄγκον· ἡ δὲ ξηρότης ἐν τοῖς καυσωδεστάτοις τε καὶ
11. αὐχμωδεστάτοις πυρετοῖς, ἐν οἷς πολλάκις ὁρῶμεν οὐδὲ φθέγξασθαι
12. δυναμένους τοὺς κάμνοντας, ἄνευ τοῦ διαβρέξαι τὸ
13. στόμα. τῆς δὲ κατὰ τὴν κύστιν ἀτονίας οὐδὲν ἔτι δέομαι λέγειν
14. τὰς αἰτίας· εἴρηνται γὰρ ἤδη μοι πολλάκις ἐπὶ πολλῶν
15. μορίων, εἴθ’ ὡς ὁμοιομερέσιν αὐτοῖς, εἴθ’ ὡς ὀργανικοῖς συμπίπτουσιν.
16. περιττότερον δέ τι κατὰ τὴν κύστιν ἔοικε συμπίπτειν
17. ὑπερπληρωθεῖσαν, ὅπερ οὐχ ἡμεῖς μόνοι τεθεάμεθα
18. γινόμενον, ἀλλὰ καὶ παρ’ ἄλλων ἐπυθόμεθα. πληρωθείσης
1. γὰρ αὐτῆς αἰδεσθέντων τινῶν ἐξαναστῆναι τοῦ δείπνου καὶ
2. οὐρῆσαι, τὴν ἐνέργειαν ἀπολέσθαι συνέβη, καὶ οὐκ ἔτ’ ἠδυνήθησαν
3. ἐκκρῖναι τὸ οὖρον, κᾂν ἱκανῶς βιαζόμενοι τύχοιεν.
4. ἔοικε δέ τι καὶ κατὰ τὴν γαστέρα συμπίπτειν τοιοῦτον καὶ τὰ
5. ἔντερα, ἀλλὰ τοὺς πολλοὺς λανθάνειν, ἐπὶ μὲν τῶν κατ’ αὐτὴν
6. τὴν κοιλίαν τοῦτο παθόντων, ἀποπνίγεσθαι φθανόντων·
7. ἐπὶ δὲ τῶν ἐν τοῖς ἐντέροις ἅπασιν ἠθροικότων τὸ περίττωμα,
8. διὰ τὰ παρεπόμενα συμπτώματα περιελκομένων ἐπ’ ἄλλα τῶν
9. ἰατρῶν· ἐν μόναις γὰρ καθάρσεσι συνδοθείσαις μὲν εἰς ἔντερα,
10. μεινάσαις δὲ εἰς αὐτὰ, εἴωθε τὸ τοιοῦτον συμπίπτειν.
11. αὗται μὲν οὖν αἱ διαθέσεις τὴν οἷον στέρησιν τῆς ἀποκρίσεως
12. τῶν οὔρων ἐπιφέρουσιν· αἱ δ’ ὁμογενεῖς μὲν αὐταῖς,
13. ἀπολειπόμεναι δὲ μεγέθει, τὰς οἷον ἀμυδράς τε καὶ ναρκώδεις
14. ἐνεργείας ἀποτελοῦσιν. ἐπ’ ἄλλαις δὲ διαθέσεσι τὸ τρίτον γένος
15. τῶν συμπτωμάτων ἐπιγίγνεσθαι πέφυκεν, ἐν ταῖς πλημμελέσι
16. κενώσεσι συνιστάμενον. ἰδέαι δὲ πλείους αὐτῶν·
17. πρώτη μὲν ἡ στραγγουρία καλουμένη, δι’ ἀτονίαν τῆς κύστεως
18. ἢ δριμύτητα τῶν οὔρων ἀποτελουμένη· δευτέρα δὲ
1. τοῖς κατὰ τὴν γαστέρα ῥεύμασιν ἐοικυῖα, περὶ ἧς ἄμεινον ἐπὶ
2. πλέον εἰσάπαξ εἰπεῖν ἐν τῷδε. γίγνεται δή τις οἷον ἀναστοιχείωσις,
3. ἢ σύντηξις, ἢ ἀνάλυσις, ἢ ὡς ἄν τις ὀνομάζειν ἐθέλοι,
4. ποτὲ μὲν ἅπαντος τοῦ σώματος, ἔστιν ὅτε δὲ τῶν ἐν
5. ταῖς φλεψὶ μόνων χυμῶν· καὶ ταύτης τὸ σύντηγμα ποτὲ μὲν
6. εἰς τὴν γαστέρα συῤῥεῖ, ποτὲ δὲ εἰς τὰ οὖρα, ποτὲ δὲ εἰς
7. ἱδρῶτας ἀποτρίβεται. τῶν μὲν οὖν ἐν ταῖς φλεψὶ χυμῶν εἰς
8. ἰχῶρας ὀῤῥώδεις ἀναλυομένων, οἱ νεφροὶ τὸ τοιοῦτον πεφυκότες
9. ἕλκειν περίττωμα, καὶ μάλισθ’ ὅταν ὑγιαίνοντες τύχωσιν,
10. ἐκκαθαίρουσι μὲν τῶν φλεβῶν τὸν ὀῤῥὸν, ἐπιφέρουσι δὲ
11. τῇ κύστει τὸ ῥεῦμα συνεχῶς. ὅταν δὲ καὶ οἱ νεφροὶ τύχωσιν
12. ἕλκειν ἀδύνατοι, ἢ εἰς τὴν γαστέρα καταπέμπουσιν αἱ φλέβες
13. τὸν τοιοῦτον ὀῤῥὸν, ἢ παντὶ τῷ σώματι μεταδιδοῦσαι, τὰς
14. ἐξαιφνιδίους ὑδερώδεις καταστάσεις ἐπιφέρουσιν. ἐὰν δὲ τὸ
15. σύντηγμα παχύτερον ᾖ, καὶ οἷον οὐ πεφύκασιν ἕλκειν οἱ νεφροὶ,
16. συῤῥεῖ πᾶν ἐξ ἀνάγκης εἰς τὴν γαστέρα. τοῦ δὲ σαρκώδους
17. γένους οὕτως συντηκομένου, καὶ ἡ γαστὴρ μὲν ἐνδέχεται
18. τὸ ῥεῦμα, ἐπειδὰν παχύτερον ᾖ, καὶ ἱδρῶτες ἐπιγίνονται
1. πολλοί· ἀναλυθέντος δὲ εἰς ἀτμοὺς, ἱδρῶτες. ταῦτα μὲν
2. περὶ τῆς κατὰ τὰς σάρκας τε καὶ τὸ αἷμα συντήξεως εἴς γε τὸ
3. παρὸν ἱκανά. τὰ δ’ ἄλλα τῶν οὔρων συμπτώματα τὰ μὲν
4. ἤτοι κύστεως ἢ νεφρῶν ἐνδείκνυταί τινα διάθεσιν, ὑπὲρ ὧν
5. ἐν ἀφορισμοῖς ἔγραψεν Ἱπποκράτης· τὰ δὲ, εἰς ὅσον ἀπεψίας
6. ἢ πέψεως ἥκει τὸ αἷμα, διδάσκει. γέγραπται δὲ περὶ αὐτῶν
7. ἐν τῷ προγνωστικῷ.
⟨
(De sympt. causis) [n° 045 Fichtner] [GalLat]
De symptomatum causis
Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).
De symptomatum causis, 3.8, ed. Kühn, 1824, vol. 7, p. 248-252. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩