Galenus. De symptomatum causis (De sympt. causis) [n° 045 Fichtner] [GalLat]

Περὶ αἰτιῶν συμπτωμάτων
Causes des symptômes
Causes of Symptoms (Caus. Symp.)
De symptomatum causis, 1824, vol. 7, p. 85-272. urn:cts:greekLit:tlg0057.tlg044.verbatim-lat1
Vegetti, Garofalo, 1978 (ita); Johnston, 2006 (eng).

De symptomatum causis, 3.9, ed. Kühn, 1824, vol. 7, p. 252-253. urn:cts:greekLit:tlg0057.tlg044.1st1K-grc1:3.9

8. Μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπὶ τοὺς ἱδρῶτας,
9. ὑπὲρ ὧν εἴρηται μέν που τό γε τοσοῦτον ὡς ἀναλυομένης
10. ἐνίοτε γίγνονται τῆς ἕξεως, καὶ καλεῖται τὸ πάθημα συγκοπή·
11. τούτῳ δὲ ἐναντία κατάστασίς ἐστιν ἡ ἐν τοῖς κρισίμοις
12. ἱδρῶσιν, ἐῤῥωμένην ἐνδεικνυμένοις, οὐ διαλυομένην τὴν
13. φύσιν. οἱ μὲν δὴ τοιοῦτοι τῶν ἱδρώτων ἐκκαθαίρουσι τὸ
14. σῶμα· παραπλήσιοι δ’ αὐτοῖς εἰσιν οἱ κατὰ τὰ μέτρια γυμνάσια
15. καὶ τὰ βαλανεῖα καὶ τὸ θάλπος τὸ θερινόν. ἐν δὲ
16. τοῖς ἀμέτροις γυμνασίοις ἤδη τι καὶ τοῦ χρηστοῦ συναπέρχεται.
17. τὴν δ’ ὀσμὴν ἴσχουσι καὶ τὴν χρόαν τῷ κενουμένῳ
18. ὁμοίαν περιττώματι· τὸ δὲ πλῆθος ἤτοι διὰ τὴν ἀραιότητα
1. τοῦ σώματος, ἢ διὰ τὸ πλῆθος τοῦ περιττώματος, ἢ διὰ τὴν
2. λεπτότητα τοῦ κενουμένου. διὰ δὲ τἀναντία τούτων ἴσχεσθαι
3. πεφύκασιν, ὅταν ὀλίγον ἢ γλίσχρον ἢ παχὺ τύχῃ τὸ περιττὸν, ἢ
4. οἱ πόροι στεγνωθῶσι. πάσχουσι δὲ τοῦτο δι’ ἔμφραξιν ἢ μύσιν.
5. ἐμφράττονται μὲν οὖν ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν·
6. μύουσι δὲ δι’ ἀτροφίαν, ἢ ψύξιν, ἢ μαλακότητα. γίγνεται
7. δὲ καὶ δι’ ἀτονίαν τῆς κατὰ τὰς σάρκας δυνάμεως ἐπίσχεσίς
8. τε καὶ ἔκκρισις ἱδρώτων, ὥσπερ καὶ τῶν ἄλλων περιττωμάτων.
9. καὶ γὰρ καὶ κύστις καὶ γαστὴρ ἐνίοτε μὲν ἀνέχονται
10. μᾶλλον ἐν ἑαυτοῖς περιεχομένων τῶν περιττωμάτων, ἀποκρίνειν
11. ὀκνοῦντα· πολλάκις δ’ ἔμπαλιν, οὐδὲ γὰρ βραχύτατον
12. φέρουσιν, ἀλλὰ βαρύνονταί τε καὶ ἀποῤῥίπτουσι
13. παραχρῆμα.

Cliquer un n° de page pour en afficher l’image