ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΠΥΡΕΤΩΝ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1. Αἱ διαφοραὶ τῶν πυρετῶν αἱ μὲν οἰκειόταται
2. καὶ κυριώταται κατὰ τὴν οὐσίαν αὐτῶν εἰσιν· αἱ δ’
3. ἄλλαι κατά τι τῶν συμβεβηκότων. ἐπεὶ δὲ καὶ αὐτῶν τῶν
4. συμβεβηκότων οὐ μία φύσις, ἀλλὰ τὰ μὲν ἐγγυτέρω τε καὶ
5. οἰκειότερα τῆς διαιρουμένης οὐσίας ἐστὶ, τὰ δὲ ποῤῥωτέρω
6. τε καὶ ἀλλοτριώτερα, διὰ τοῦτο καὶ τῶν ἐνθένδε λαμβανομένων
7. διαφορῶν οὐχ ἓν τὸ γένος ἐστί. μάλιστα μὲν
8. οὖν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων τε καὶ κυριωτάτων ἀποχωροῦντες·
1. ἐφεξῆς δὲ ὅσοι τούτων ἐπιμνησθέντες ἀνέμιξαν
2. αὐταῖς ὁμοτίμως ἁπάσας τὰς κατὰ τὸ συμβεβηκὸς, οὐ διακρίναντες
3. ἀπὸ τῶν χρησίμων τὰς ἀχρήστους. οὐ μόνον δὲ ἐν
4. τοῖς γένεσι τῶν διαφορῶν ἥμαρτον οἱ πλεῖστοι τῶν ἰατρῶν,
5. ἤτοι πλεονάσαντες, ὡς καὶ τῶν ἀχρήστων μνημονεύειν, ἢ ἐλλιπόντες,
6. ὡς καὶ τῶν χρησίμων ἐνίας παρελθεῖν· ἀλλὰ κατὰ
7. τὴν ἐν αὐτοῖς τοῖς γένεσι τομὴν εἰς τὰς οἰκείας διαφορὰς
8. ὡσαύτως ἐσφάλησαν. αὐτίκα γέ τοι τοῦ πρώτου τε καὶ
9. κυριωτάτου γένους τῶν διαφορῶν ἀπὸ τῆς τοῦ τεμνομένου
10. πράγματος οὐσίας λαμβανομένου, τινὰς μὲν τῶν ἰατρῶν ἔστιν
11. ἰδεῖν ὅλον παρελθόντας τὸ γένος τοῦτο· τινὰς δὲ ἤτοι
12. πλεονάσαντας, ἢ ἐλλιπόντας ἐν τῇ διαιρέσει, καίτοιγε Ἱπποκράτους
13. ἄριστα πεποιημένου τὴν διαίρεσιν ἐν τῷ ἕκτῳ τῶν
14. ἐπιδημιῶν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· πυρετοὶ, οἱ μὲν δακνώδεες
15. τῇ χειρί· οἱ δὲ πρηέες· οἱ δὲ οὐ δακνώδεες, ἐπαναδιδόντες
16. δέ· οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες
17. εὐθέως· οἱ δὲ διὰ παντὸς βληχροὶ, ξηροί· οἱ δὲ ἁλμυρώδεες·
1. οἱ δὲ πεμφιγώδεες, ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες·
2. οἱ δὲ ἐξέρυθροι· οἱ δὲ ἔξωχροι· οἱ δὲ πελιοὶ, καὶ
3. τὰ ἄλλα τὰ τοιαῦτα. ἐναργέστατα γὰρ ἐν τούτοις ἀπό
4. τε τῆς οὐσίας τοῦ πράγματος ἅμα καὶ ἀπὸ τῆς διαγνώσεως
5. εἰς τὰς οἰκείας διαφορὰς ἐποιήσατο τὴν διαίρεσιν. ἡ μὲν γὰρ
6. οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος·
7. αἱ διαφοραὶ δὲ τῆς θερμασίας, αἵ τε παρὰ τὸ μᾶλλον καὶ τὸ
8. ἧττόν εἰσι, καὶ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ φύσιν τοῦτο
9. θερμὸν, καὶ αἱ παρὰ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως, ἃς
10. ἁπάσας συμπλέξας τῷ τρόπῳ τῆς διαγνώσεως ἔγραψεν, ὡς
11. ἐπὶ προήκοντι τῷ λόγῳ δείξομεν. αἱ μέντοι δὴ κατὰ τὸ
12. μᾶλλόν τε καὶ ἧττον εὔδηλοί τε καὶ σύνηθες ἤδη τοῖς ἰατροῖς
13. ὀνομάζειν ἐν τούτῳ τῷ γένει τῆς διαφορᾶς τὸν μέγαν τε καὶ
14. μικρὸν πυρετὸν, οὐ κυρίως μὲν ἐπὶ ποιοῦ πράγματος ὄνομα
15. ποσότητος ἐπιφέρουσιν, ὅμως δὲ οὖν εἰθισμένοι οὕτω ποιεῖν
16. οὐκ ἐπὶ τοῦ πυρετοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων μυρίων ἐν
17. ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων
18. τε καὶ μικρῶν. αἱ δὲ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ
1. φύσιν τοῦτο θερμὸν, οἰκειόταται διαφοραὶ τῆς παρὰ
2. φύσιν θερμασίας εἰσὶν, ἤτοι τὸ σῶμα τῆς καρδίας αὐτὸ κατειληφυίας
3. αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίας αὐτῆς
4. χυμούς. λοιπὴ δὲ καὶ τρίτη τις ἐπ’ αὐταῖς διαφορὰ, τῆς
5. ἀερώδους οὐσίας μόνης ἐκτεθερμασμένης ἱκανῶς, τῶν δὲ
6. ὑγρῶν καὶ στερεῶν σωμάτων θερμαινομένων μὲν ἔτι, ἐκτεθερμασμένων
7. δὲ οὐδέπω. διαφέρει γὰρ οὐ σμικρῷ τὸ θερμαίνεσθαί
8. τι τοῦ τεθερμάνθαι. μάθοις δ’ ἂν ἐναργέστατα
9. τὸ λεγόμενον ἐπὶ παραδειγμάτων τοιῶνδε. νόησόν μοι θερμὸν
10. ὕδωρ ἐμβεβλημένον λέβητι ψυχρῷ, κᾄπειτα θερμαινόμενον
11. ὑπ’ αὐτοῦ τῇ γειτνιάσει τὸ τοῦ λέβητος σῶμα, θερμὸν δὲ
12. ἀκριβῶς ὅλον μηδέπω γεγενημένον· αὖθις οὖν μοι νόησον εἰς
13. θερμὸν καὶ διάπυρον λέβητα ψυχρὸν ὕδωρ ἐγκεχυμένον, εἶτα
14. θερμαινόμενον ἔτι, θερμὸν μηδέπω μηδὲ αὐτὸ γεγενημένον.
15. ἐπὶ ταύταις ταῖς εἰκόσι κατὰ μὲν τὴν δευτέραν ἡ πρώτη διαφορὰ
16. τῶν πυρετῶν ἐστιν, οὓς ἔφαμεν αὐτὸ τῆς καρδίας τὸ
17. σῶμα κατειληφέναι· κατὰ δὲ τὴν προτέραν ἡ τῶν ἐν τοῖς χυμοῖς
18. τοῖς κατ’ αὐτό· ἡ δὲ λοιπὴ καὶ τρίτη πάντη μὲν οὐκ ἔχει
1. ὅμοιον παράδειγμα, σαφηνείας δ’ ἕνεκα φύσαν ἐννόησόν μοι
2. χαλκευτικὴν ἕλκουσαν εἰς ἑαυτὴν ἀέρα πάνυ θερμὸν, εἶτα
3. θερμαινομένην ἔτι πρὸς αὐτοῦ, ἐκτεθερμασμένην δὲ οὐδέπω.
4. μᾶλλον δ’ ἂν ἔτι τὸ παράδειγμα τὴν τοῦ δηλουμένου πράγματος
5. ἐνδείξεται φύσιν, εἰ περιεχόμενον ὑγρὸν ἐν τῇ φύσῃ νοήσῃς,
6. καὶ μᾶλλον ἔτι, εἰ τὰς ὀπὰς τῆς φύσης, δι’ ὧν ἕλκει
7. τε καὶ ἐκπέμπει τὸν ἀέρα, στεγνὰς οὕτως ἐργασάμενος, ὡς
8. ὑγρῷ μὲν ἀβάτους ὑπάρχειν, ἀέρι δὲ βασίμους· ἐν ᾧ δὴ καὶ
9. μάλιστα διαφέρει τὰ τῆς φύσεως ἔργα τῶν ὑπ’ ἀνθρώπου γινομένων.
10. ἀναμέμικται γὰρ ἔν τε ταῖς ἀρτηρίαις ἁπάσαις διὰ
11. πολλῶν ὀπῶν ἅμα πνεούσαις ἡ ἀερώδης οὐσία τῷ αἵματι, καὶ
12. κατὰ τὴν καρδίαν οὐδὲν ἧττον, ὡς ἂν σύῤῥους ὑπάρχουσα πάσαις
13. αὐταῖς.