Galenus. De differentiis febrium (De diff. febr.) [n° 048 Fichtner] [GalLat]

Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).

De differentiis febrium, 1.11, ed. Kühn, 1824, vol. 7, p. 315-322. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.11

15. Τῶν δ’ ἑκτικῶν πυρετῶν, ἐπειδὴ διττόν
16. ἐστι τὸ εἶδος, ὡς ἄρτι διώρισται, τὰς διαγνώσεις ἐφεξῆς λέγωμεν.
17. ὁ μὲν δὴ συνεμπίπτων τῷ μαρασμῷ πυρετὸς
18. ἑκτικὸς ἑτοιμότατός ἐστι καὶ προχειρότατος γνωσθῆναι. πρὶν
1. μὲν γὰρ ἅψασθαι τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας,
2. ὀφθαλμοὺς κοίλους ἀμέτρως θεάσῃ, καθάπερ ἐν βόθροις τισὶν
3. ἐγκειμένους, ἐξ ἀπωλείας ἁπάσης αὐτῶν τῆς ὑγρᾶς οὐσίας,
4. ὡς καὶ τῶν ὀστῶν οἷς ἐπιπέφυκε τὰ βλέφαρα φαίνεσθαι
5. τὰς ἐξοχάς. καὶ μὴν καὶ λῆμαι κατ’ αὐτοὺς ἐμφαίνονται
6. ξηραὶ, καί τις αὐχμώδης διάθεσις, οἵα μάλιστα τοῖς πολλὴν
7. διελθοῦσι κόνιν δι’ ὅλης ἡμέρας ἐν ἡλίῳ θερμῷ. ἀπόλωλε δὲ
8. καὶ τῆς χρόας αὐτὸ τὸ ζωτικὸν ἄνθος, τοῦτο μέν γε καὶ τῷ
9. προσώπῳ παντὶ συμβέβηκε, καί τις ἄμετρος αὐχμὸς ἐμφαίνεται
10. τοῦ τε δέρματος ἅπαντος τοῦ περὶ τὸ πρόσωπον, καὶ μάλιστα
11. τοῦ κατὰ τὸ μέτωπον, ὡς διὰ ξηρότητα σκληρόν τε
12. εἶναι καὶ περιτεταμένον, οὐ μὴν οὐδ’ ἀνατείνειν ἐπιπλέον
13. οἷοί τέ εἰσι τὰ βλέφαρα, παραπλησίως τοῖς νυστάζουσιν ἀεὶ
14. διακείμενοι. καὶ μέντοι καὶ μύουσιν ὡς τὰ πολλὰ, καθάπερ
15. ὑπνώττοντες· ἔστι δ’ οὐχ ὁ ὕπνος αὐτῶν τὸ πάθος, ἀλλ’
16. ἐγρηγόρσεως ἀδυναμία. ἐκτετήκασι δὲ καὶ αἱ σάρκες αἱ κατὰ
17. τοὺς κροτάφους, ὡς φαίνεσθαι συμπεπτωκότα καὶ κοῖλα τὰ
18. χωρία. καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα τὸ σύμπαν
19. εἰσίν; ὥστ’ εἰ καὶ γυμνώσας αὐτοὺς ἐπισκέπτοιο τὰ κατὰ
1. τὴν γαστέρα, δόξει σοι μηδὲ τῶν ἐντέρων τι μήτε τῶν
2. σπλάγχνων μηδὲν ἀποσώζεσθαι, καὶ τὸ ὑποχόνδριον ἀνεσπᾶσθαι
3. σφοδρῶς εἰς τὸν θώρακα· εἰ δὲ καὶ ἅψασθαι βουληθείης
4. αὐτῶν, τὸ μὲν δέρμα καρφαλέον ἐσχάτως ἐστὶ, καὶ εἰ
5. ἀνατείναις ἐπιλαβόμενος τοῖς δακτύλοις, ὥσπερ βύρσα τις
6. ἵσταται· ὁ δὲ σφυγμὸς ἰσχνὸς καὶ σκληρὸς καὶ ἀμυδρὸς καὶ
7. πυκνός· ἡ θερμασία τε κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀμυδρὰ,
8. μετ’ ὀλίγον δὲ τό τε δριμὺ καὶ τὸ διαβρωτικὸν ἐνδείκνυται,
9. καὶ μᾶλλον, ἢν ἐπιπλέον ἐγχρονίσῃς ἁπτόμενος. οὐδὲν
10. ἔτι χρὴ τῶν λοιπῶν μνημονεύειν γνωρισμάτων ἐν οὕτω σαφεῖ
11. πράγματι. βέλτιον γὰρ ἐπὶ τὸν ἀρχόμενον ἔτι μαρασμὸν
12. ἀπάγειν τὸν λόγον. ἄρχεσθαι δὲ λέγω τὸν μαρασμὸν, ὅταν
13. ἡ σύμφυτος ὑγρότης ἡ ἐν ἑκάστῳ σώματι παρεσπαρμένη κατὰ
14. τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν, ἐξ ἧς πρῶτον τρέφεται τὰ
15. μόρια, κινδυνεύῃ μηκέτ’ εἶναι κατὰ τὸ τῆς καρδίας σῶμα.
16. μέχρι μὲν γὰρ τοῦ σώζεσθαί τι ταύτης, ἑκτικὸς μόνον ὁ
17. πυρετός ἐστιν, οὐ μὴν ἤδη γέ πω καὶ μαρασμώδης· ὅταν
18. δὲ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτ’ εἶναι τῆς τοιαύτης ὑγρότητος
19. μηδὲν, ὁ ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται. χαλεπὴ 
1. μὲν οὖν καὶ ἡ τῶν ἑκτικῶν ἁπάντων πυρετῶν ἐστι διάθεσις,
2. ὅταν γε τὸν τῆς ἀρχῆς χρόνον ὑπερβῶσιν. ὁρίζω δὲ τὴν ἀρχὴν
3. οὐχ ἡμερῶν ἢ ὡρῶν ἀριθμῷ, καθότι μηδ’ ἐν τοῖς ἄλλοις
4. νοσήμασιν, ἀλλὰ τῷ ποιῷ τῆς διαθέσεως. ἐν γὰρ τῷ πρῶτον
5. ἐκτρέπεσθαι τῆς κατὰ φύσιν εὐκρασίας τὸ σῶμα τῆς καρδίας
6. οὔθ’ ἡ σύμφυτος ὑγρότης ἀπόλωλεν εὐθέως οὔθ’ ἡ
7. δύναμις ἀῤῥωστεῖ, ἀλλὰ πρῶτον μὲν οἷον ζέσις τις γίνεται τῆς
8. ὑγρότητος, ἐν ᾧ δὴ καιρῷ ῥᾷστον ἰᾶσθαι τὸν τοιοῦτον πυρετὸν,
9. ὡς ἂν μηδὲν τῆς δυνάμεως ἤδη πεπονθυίας· ἐφεξῆς δὲ
10. καὶ δαπάνη τις ἐπὶ τῇ ζέσει, καὶ ταύτης ἐπιπλέον ἤδη προερχομένης
11. καὶ αὐτὰ τὰ ὁμοιομερῆ σώματα, τὰ οἷόν περ στοιχεῖα
12. τῆς καρδίας, ξηρότερά τε καὶ ἀτροφώτερα γίγνεται, καὶ
13. ἡ δύναμις ἄῤῥωστος εἰς τοσοῦτον, εἰς ὅσον περ ἂν ἥ τε ξηρότης
14. ἐν αὐτῇ κρατῇ καὶ ἡ θερμότης, ὧν ἤρκει καὶ θάτερον
15. ἐπικρατῆσαν ἄτονον ἐργάσασθαι δύναμιν. ὁ τοιοῦτος πυρετὸς
16. ἤδη πως ἐπαμφοτερίζει καὶ μέσος ἐστὶ τοῦ τ’ ἀνιάτου παντάπασιν
17. ἐκείνου τοῦ μαρασμώδους καὶ τοῦ μικρὸν ἔμπροσθεν
18. εἰρημένου τοῦ κατ’ ἀρχὰς ἔτι ῥᾴστου θεραπεύεσθαι. πλάτη
1. δ’ ἐστὶ κᾀν τούτῳ πάμπολλα· διότι καὶ τῆς διαθέσεως
2. αὐτῆς οὐκ ὀλίγη τις ἡ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάλλαξις.
3. ὁ μὲν οὖν ἶσον ἀπέχων ἑκατέρων τῶν πυρετῶν, τοῦ
4. τ’ ἀκριβῶς ἤδη μαρασμώδους καὶ τοῦ μηδέπω μηδὲν ἔχοντος
5. τοιοῦτον, μέσος πώς ἐστι καὶ πρὸς τὴν ἴασιν ἀμφίδοξον ἔχων
6. τὴν ἐφ’ ἑκάτερα ῥοπήν· ὁ δ’ ἐγγυτέρω τοῦ μαρασμώδους
7. ἤδη κινδύνῳ πελάζει, καθάπερ καὶ ὁ θατέρου τοῦ πρώτου
8. πλησίον οὐκ ὀλίγας ἔχει σωτηρίας ἐλπίδας. ἑξῆς οὖν ἐπὶ
9. τὰς διαγνώσεις αὐτῶν ἰτέον, καὶ πρώτου γε τοῦ λύεσθαι δυναμένου
10. ῥᾳδίως, ἢν μὴ περιπέσῃ τινὶ τῶν πολλῶν τοιούτων
11. ἰατρῶν. ἔστι δὲ μόνος μὲν ὑφιστάμενος, οὐ χαλεπὸς ἐπιγνωσθῆναι,
12. συνεπισπώμενος δέ τινα τῶν ἐπὶ σήψει χυμῶν,
13. δυσφώρατος ἤδη γίγνεται διὰ τὴν ἐπιμιξίαν. ὑποκείσθω
14. δὲ πρῶτος αὐτὸς μόνος ἐπί τινι τῶν προειρημένων αἰτίων
15. συνιστάμενος, καὶ φαινέσθω γε κατὰ τὴν πρώτην ἡμέραν
16. ἅπαντα ἐπ’ αὐτοῦ τὰ γνωρίσματα τῶν ἐφημέρων πυρετῶν τοῦ
17. γένους. συνεμφαίνεται μὲν οὖν αὐτοῖς εὐθέως καὶ ἡ ἰδέα τοῦ
18. προκατάρξαντος αἰτίου, καὶ δειχθήσεται καὶ τοῦτο τοῦ λόγου
1. προϊόντος. ἀλλὰ καὶ πυθομένους αὐτοῦ τοῦ κάμνοντος
2. ἔνεστι μαθεῖν, εἰ τὰ ἄλλα διακείμενος ἀμέμπτως, ἐπὶ μόνῳ
3. τῷ θυμωθῆναι σφοδρῶς ἢ λυπηθῆναι πυρέττειν ἤρξατο.
4. καὶ εἰ φαίνοιτο ταῦθ’ οὕτως ἔχοντα, καὶ παρατείνοιτο κατὰ
5. τὴν δευτέραν ἡμέραν ὁ πυρετὸς, μήτ’ εἰς ἀπυρεξίαν ἀναπαυόμενος,
6. ἀλλὰ μηδὲ σφοδρότερος γινόμενος, αὐχμηρότερός γε φαινόμενος,
7. ὑποπτεύειν ἑκτικὸν ἔσεσθαι τὸν τοιοῦτον· εἰ δὲ κᾀν τῇ
8. τρίτῃ τῶν ἡμερῶν ἄσιτος ὑπερβάλλειν ἐθελήσειε τὰς ὑποπτευομένας
9. ὥρας τοῦ διὰ τρίτης παροξυσμοῦ, καὶ μήτε προσθήκη
10. τις γένοιτο μήτε ἀφαίρεσις ἀξιόλογος, ἀλλὰ τὸ τοῦ πρώτου
11. πυρετοῦ λείψανον τὸ σμικρὸν ἐκτείνοιτό τε καὶ παραμένοι
12. σὺν αὐχμηρῷ τῷ σώματι, καὶ τῇ θερμασίᾳ κατὰ μὲν τὴν
13. πρώτην ἐπιβολὴν τῆς χειρὸς ἐπιεικεῖ φαινομένῃ, χρονιζόντων
14. δὲ δριμείᾳ καὶ δακνώδει καὶ αὐχμηρᾷ προσπιπτούσῃ, τὸν
15. τοιοῦτον πυρετὸν ἑκτικὸν ὑπολαμβάνειν εἶναι. μέγιστον δέ
16. σοι καὶ ἀναμφισβήτητον ἔσται γνώρισμα τῆς φύσεως αὐτοῦ,
17. θρέψαντι τὸν ἄνθρωπον, ἡνίκα μάλιστα δοκεῖ βεβαίως ὑπερβεβηκέναι
18. τὰς ὑπόπτους ὥρας ἁπάσας. εὐθέως γὰρ ἐπὶ τῇ
1. τροφῇ μετὰ μίαν ὥραν ἢ δευτέραν ἅπασι τοῖς ἁπτομένοις τοῦ
2. κάμνοντος ἑτέραν ἐπίδοσιν ὁ πυρετὸς ἐσχηκέναι δόξει. καί
3. τις καὶ τοῖς δοῦσι τὴν τροφὴν ὡς ἀκαίρως θρέψασιν ἐγκαλέσει,
4. καὶ ὡς κατ’ αὐτὰς μάλιστα τὰς ὥρας τοῦ παροξυσμοῦ,
5. καὶ ὡς ἐχρῆν ἐπὶ πλείω χρόνον ἐπιμετρῆσαι, καὶ ὡς ὑστέρησεν
6. ἡ ἐπισημασία. τὸ δ’ οὐχ οὕτως ἔχει. πᾶσι γὰρ τοῖς ἑκτικοῖς
7. πυρετοῖς ἴδιον ἀχώριστον ὑπάρχει τοῦτο, τὸ τροφῆς
8. προσενεχθείσης ἀνάπτεσθαι μὲν τὴν θερμασίαν, ἐπιδιδόναι
9. δὲ τὸν σφυγμὸν εἰς μέγεθος καὶ τάχος, ὡς ἄθλιπτον δοκεῖν
10. ἐπισημασίαν γεγονέναι. προσαγορεύω δὲ ἄθλιπτον, ἐν ᾗ
11. μήτε φρίκη τις ἐγένετο, μήτε περίψυξις τῶν ἄκρων, μήθ’
12. οἷον εἰς ὕπνον τις καταφορὰ, μήτε νωθρότης τις ἐπίσημος,
13. ἢ ἀνωμαλία τις ὅλως ἤτοι κατὰ τὴν θερμασίαν, ἢ κατὰ τοὺς
14. σφυγμοὺς, ἔτι δὲ μᾶλλον οὐδὲ σμικρότης, οὐδ’ ἀμυδρότης,
15. οὐδ’ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ’ ὡς ἂν καὶ ἄλλῳ τινὶ
16. τραφέντι μείζων αὐτίκα καὶ θάττων σφυγμὸς ἀποτελεσθείη.
17. γίνεται μὲν οὖν ποτε καὶ κατ’ ἄλλους τινὰς πυρετοὺς ἄθλιπτος
18. ἀνάβασις, καὶ ὅσον γε ἐπὶ τούτου, δόξειεν ἂν οὐκ εἶναι
19. αὐτῶν ἑκτικῶν ἴδιον ἀχώριστον σύμπτωμα· διαφέρει μὲν
1. οὐκ ὀλίγον, εἰ τὸ σύμπαν ἄθροισμα τῶν εἰρημένων γνωρισμάτων
2. ἐπιβλέπεις. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἅπασι πυρετοῖς
3. αἱ τοιαῦται εἰσβολαὶ ἄθλιπτοι γίνονται χωρὶς τοῦ τραφῆναι·
4. κατὰ δὲ τοὺς ἑκτικοὺς πᾶν τὸ ἐναντιώτατον, οὐδ’
5. ὅλως ἐπισημασία γίνεται κατ’ οὐδένα χρόνον, ἀλλ’ εἷς ἐστι
6. συνεχὴς πυρετὸς ὥσπερ, ὁ καλούμενος ἰδίως σύνοχος. ἀλλ’
7. ἐκεῖνος μὲν ὥσπέρ τινα φλόγα παμπόλλην ἀπαντῶσαν ἔχει
8. τοῖς ἐπιβάλλουσι τὴν χεῖρα, πρὸς τῷ καὶ τοὺς σφυγμοὺς ταχίστους
9. καὶ πυκνοτάτους καὶ μεγίστους ὑπάρχειν αὐτῷ· κατὰ
10. δὲ τοὺς ἑκτικοὺς πυρετοὺς οὔτε πλῆθος ἀπαντᾷ θερμασίας,
11. οἵ τε σφυγμοὶ τοσοῦτον μικρότεροι καὶ ἀραιότεροι καὶ βραδύτεροι
12. τῶν ἐν τοῖς συνόχοις εἰσὶν, ὅσον περ καὶ τὰ τῆς θερμότητος
13. ἐλάττω.

Cliquer un n° de page pour en afficher l’image