3. Ὅτι μὲν οὖν ἐπὶ κόποις, καὶ θυμοῖς, καὶ
4. λύπαις, ἐγκαύσεσί τε καὶ ἐμψύξεσι, καὶ ἀγρυπνίαις, καὶ
5. ἀπεψίαις, καὶ μέθαις, καὶ πλησμοναῖς ὁρῶνται πυρέττοντες
6. ἔνιοι, πᾶσιν ἀνθρώποις ἐστὶν ἤδη τοῦτό γε πρόδηλον, ὑπ’
7. αὐτῆς τοῦ πράγματος τῆς ἐναργείας δεδιδαγμένοις. καὶ μὲν
8. δὴ καὶ ὅτι λοιμώδους ἀέρος κατάστασις ἤνεγκε πυρετὸν, οὐδὲ
9. τοῦτο ἀγνοοῦσιν, οἷς μέτεστι συνέσεως, ὥσπερ γε καὶ ὅτι
10. συνδιατρίβειν τοῖς λοιμώττουσιν ἐπισφαλές· ἀπολαῦσαι γὰρ
11. κίνδυνος ὥσπερ ψώρας τινὸς ἢ ὀφθαλμίας. ἐπισφαλὲς δὲ
12. καὶ τοῖς ὑπὸ φθόης συνεχομένοις συνδιημερεύειν, καὶ ὅλως
13. ὅσοι σηπεδονῶδες ἐκπνέουσιν, ὡς καὶ τοὺς οἴκους, ἐν οἷς
14. κατάκεινται, δυσώδεις ὑπάρχειν. ἔγνωσται δὲ πρὸς τῆς μακρᾶς
15. πείρας, καὶ ὡς οἱ καταλύσαντες ἔθος γυμνασίων ἄλλοις
16. τέ τισιν ἁλίσκονται νοσήμασι καὶ οὐχ ἥκιστα τοῖς πυρετώδεσι.
17. καὶ μέν γε καὶ ὡς ἡ καλουμένη πληθώρα φέρει πυρετοὺς,
18. ἐδέσματά τέ τινα μοχθηρὰ, καὶ φάρμακα, καὶ τὰ περὶ
1. κυνὸς ἐπιτολὴν καύματα, καὶ ἄλλα τινὰ τοιαῦτα, γινώσκεται
2. μὲν ἅπασιν ἀνθρώποις, ὡς ἔπος εἰπεῖν· ἥτις δὲ ἀπ’ αὐτῶν
3. ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται διάθεσις, ἀφ’ ἧς πυρέττομεν,
4. οὐκ ἔτι γε τοῦτό γε ἴσασιν οὔθ’ οἱ πολλοὶ τῶν ἀνθρώπων
5. οὔτ’ ἔνιοι τῶν ἰατρῶν. διττὸν δὲ τὸ γένος τῶν ἀγνοούντων
6. τὰ τοιαῦτα, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενον,
7. ὡς οὐδενὸς τῶν ὄντων τῆς φύσεως εὑρεθῆναι
8. λόγῳ δυναμένης, τὸ δ’ ἕτερον χορὸς ἀνθρώπων ἐστὶ δοξοσόφων,
9. ἀγνοούντων μὲν ὁμοίως τοῖς προτέροις, οἴησιν δ’
10. ἐπιστήμης ἐχόντων. ἀγνοῆσαι μὲν αὐτοὺς συνέβη διὰ τὸ μὴ
11. γεγυμνάσθαι πρότερον ἐν ταῖς λογικαῖς μεθόδοις, ἐξ ὧν γνωρίζεταί
12. τε καὶ διακρίνεται τῶν ἀποδεικτικῶν λημμάτων τὰ
13. πιθανὰ μὲν, οὐδὲν δὲ ἀληθὲς οὔθ’ εὑρεῖν οὔτ’ ἀποδεῖξαι
14. δυνάμενα. τῇ δὲ ἀγνοίᾳ ταύτῃ προσγενομένης ἀλαζονείας,
15. ἔνιοί τέ τινες ἐξ αὐτῶν εἰς τοσοῦτον ἀναισθησίας ἢ τόλμης
16. ἧκον, ὡς μηδὲ ἃ πάντες ἄνθρωποι γινώσκουσι τῇ πεῖρᾳ δεδιδαγμένοι,
17. μηδὲ ταῦθ’ ὁμολογεῖν αἴτια πυρετῶν· ὑπὲρ ὧν
1. ἐν τῷ περὶ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων αὐτάρκως
2. διειλεγμένος οὐδὲν δέομαι τό γε νῦν μεμνῆσθαι τῆς ματαίας
3. φλυαρίας αὐτῶν. οὔτε γὰρ ἀντιλογητικὸν οὔτε σοφισμάτων
4. ἐπιλυτικὸν ἐνεστησάμην τόνδε τὸν λόγον, ἀλλ’
5. ἐπιστημονικὸν καὶ διδασκαλικὸν, ὑποθέσεις μὲν ἔχοντα τὰς
6. δι’ ἑτέρων ἀποδεδειγμένας, διδάσκοντα δὲ τὰς διαφορὰς τῶν
7. πυρετῶν. αἱ μὲν οὖν ὑποθέσεις αὗται· τὸ θερμὸν καὶ τὸ
8. ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἶναι τὰ στοιχεῖα τῶν σωμάτων,
9. καὶ γίνεσθαι τὰς πρώτας νόσους ἐπὶ τῇ δυσκρασίᾳ
10. τούτων, ὧν μίαν εἶναι καὶ πυρετὸν, ἐπειδὰν ἐν τῇ καρδίᾳ
11. θερμότης τις γίνηται παρὰ φύσιν. αἱ διαφοραὶ δὲ κατὰ
12. γένος τῆς θερμότητος, ὑπὲρ ὧν ὁ προκείμενος περαίνεται λόγος,
13. ἀπὸ τῆς τῶν ὑλῶν διαφορᾶς ἐλαμβάνοντο τῶν δεχομένων
14. τὴν πυρετώδη θερμασίαν, τριῶν οὐσῶν κατὰ γένος. ἤτοι
15. γὰρ ἐν αὐτῷ τῷ σώματι τῆς καρδίας ἀνάπτεσθαι πρώτην
16. αὐτὴν ἐλέγομεν, ἢ ἐν τοῖς χυμοῖς, ἢ ἐν τῷ πνεύματι· προκατάρχειν
17. δὲ τῆς συστάσεως ἁπάντων τῶν πυρετῶν αἰτίας
18. ἐναργῶς ἅπασι γινωσκομένας, ἃς ὀλίγον ἔμπροσθεν εἴπομεν,
19. ἐφ’ αἷς ὁ μὲν ἐμπειρικὸς ἰατρὸς ἐκ τῆς τηρήσεώς τι καὶ πρὸς
1. τὴν θεραπείαν εὐπορεῖ· ὁ δὲ λογικὸς ἐπὶ τὴν φύσιν αὐτὴν
2. τοῦ πράγματος ἐρχόμενος ἐνδεικτικῶς ἀπ’ ἐκείνης εἴς τε τὴν
3. τῶν ἐσομένων πρόγνωσιν καὶ εἰς τὴν τῆς θεραπείας εὕρεσιν
4. ὀνίναται, χρώμενος μὲν ἅπασι καὶ τοῖς διὰ πείρας εὑρισκομένοις,
5. προστιθεὶς δὲ αὐτοῖς ἐκ τῆς λογικῆς μεθόδου πολλά.
6. τίνα μὲν οὖν ἐστι τὰ καθ’ ἑκάτερον μέρος εὑρισκόμενα (τήν τε
7. ἐμπειρίαν λέγω καὶ τὸν λόγον) ἑτέρωθι δηλοῦμεν· ἥτις δὲ
8. ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων ἑκάστου διάθεσις ἐν τῷ σώματι
9. συνίσταται πυρετὸν ἀνάπτουσα, νῦν πρόκειται λέγειν.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 1.3, ed. Kühn, 1824, vol. 7, p. 279-282. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩