10. Ἐπεὶ τοίνυν ὁρῶμεν οὐχ ἕνα τρόπον οὔτε γενέσεως
11. οὔτε αὐξήσεως τῆς θερμασίας, ὅτι μηδὲ αὐτοῦ τοῦ πυρὸς,
12. ἀλλ’ ἤτοι διὰ κίνησιν, ἢ διὰ σῆψιν, ἢ διὰ ὁμιλίαν ἑτέρας θερμότητος,
13. ἢ δι’ ἐπίσχεσιν ἀποῤῥοῆς θερμῆς, ἢ δι’ ἐπιμιξίαν οὐσίας
14. θερμῆς ὥσπέρ γε ἐκ πηγῆς τινος ἀναζεούσης, ἤτοι γεννωμένης,
15. ὥς γε πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἢ αὐξανομένης τὴν θερμασίαν,
16. ἀνάγκη πάσας καὶ τὰς τῶν πυρετῶν αἰτίας εἰς τοὺς εἰρημένους
17. ἀνάγεσθαι τρόπους. οἷον αὐτίκα ἡ ἔγκαυσις, εἴθ’ ἡ ἀπὸ τοῦ
18. ἡλίου ἐνέργεια ταύτην ἔχει τὴν προσηγορίαν, εἴτε τὸ γιγνόμενον
1. ἐν τῷ σώματι πάθος, εἴτε τὸ ἤδη γεγενημένον. ἔστι
2. μὲν δήπου καὶ αὐτὸ τοῦτο παρὰ φύσιν θερμότης, οὐ μὴν
3. ἤδη γέ πω πυρετὸς, εἰ μὴ συνεκθερμαίνῃ τὴν καρδίαν.
4. ἅπαν γέ τοι τοῦτο τὸ γένος τῆς αἰτίας ἐξ ὁμιλίας γίνεται
5. τοῦ θερμαίνοντος, εἴτε ἥλιος, εἴτε φάρμακον εἴη τὸ
6. θερμαῖνον, ἔξωθεν ἁπτόμενον, ἢ πλησιάζον, ἢ ὁμιλοῦν, ἢ
7. ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. ὁ δέ γε θυμὸς οἷον ζέσις τις
8. καὶ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως ἐν τῷ σώματι
9. τῆς καρδίας αὐτῷ καθιδρυμένης. συνεκθερμαίνεται δὲ αὐτῇ
10. ποτὲ μὲν ἡ τοῦ πνεύματος, ἔστιν ὅτε δὲ ἡ τοῦ αἵματος οὐσία,
11. καὶ ἢν ἐπιτηδείως ἔχοντα τύχῃ πρὸς τὸ τὰ δεξάμενα κατασχεῖν
12. ἐπὶ πολὺ τὴν θερμότητα, κᾂν τῆς καρδίας ἡ κίνησις καταστῇ,
13. διαμένει ταῦτα παρὰ φύσιν θερμὰ, κᾀν τῷδε πυρέττειν
14. ἀνάγκη τὸν ἄνθρωπον. ὁ μὲν οὖν τοιοῦτος πυρετὸς ἀρχὴν
15. ἔχει τὴν κίνησίν τε καὶ ζέσιν τῆς ἐμφύτου θερμασίας· ὁ δὲ
16. ἐπὶ λύπαις οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν μόνον· ὁ δ’ ἐπὶ
17. κόποις, ἀρχὴν μὲν καὶ αὐτὸς ἔχει κίνησιν πλείονα μυῶν
1. καὶ νεύρων καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ πρῶτα θερμαίνεται,
2. διαδίδοται δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν εἰς τὴν καρδίαν
3. ἡ θερμασία, κᾀν τούτῳ πυρέττουσιν. ὁ δ’ ἐπὶ πυκνώσει
4. τοῦ δέρματος ἀναπτόμενος πυρετὸς, ὁποῖος μάλιστα τοῖς
5. γε στυφθεῖσι καὶ ψυχθεῖσιν εἴωθε συμπίπτειν, ἀθροιζομένης
6. ἐν τῷ σώματι τῆς δακνώδους ἀποῤῥοῆς γίνεται. διαπνεῖται
7. μὲν γὰρ ἀεὶ τὰ τῶν ζώων σώματα κατὰ διττὸν τρόπον, ἀπερχομένων
8. μὲν εἰς τοὐκτὸς ὁσημέραι τῶν ἀτμωδῶν καὶ λιγνυωδῶν
9. περιττωμάτων, ἑλκομένης δὲ εἴσω τῆς ἐμψυχούσης τε καὶ
10. ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας. ἐπειδὰν
11. οὖν αἰτία τις ἰσχυρὰ πυκνώσασα τὸ δέρμα τὰς εἰρημένας
12. διόδους στεγνώσῃ, πολλάκις μὲν εἰς πληθωρικὴν ἐνέβαλε διάθεσιν,
13. ὅταν ἀτμῶδές τε καὶ χρηστὸν ᾖ τὸ ἀποῤῥέον· ἔστι δ’
14. ὅτε εἰς πυρετὸν, ὅταν δριμὺ καὶ δακνῶδες εἴη, ἡνίκα μάλιστα
15. κᾀκ τοῦ μηδὲν εἴσω τοῦ σώματος ἕλκεσθαι τὸ ἀναψύχον ἡ
16. θερμασία συνεπαύξεται. δριμὺ δ’ ἀποῤῥεῖ καὶ δακνῶδες περίττωμα
17. τοῖς ἤτοι κακοχυμοτέροις, ἢ ἐδέσματα μοχθηρὰ
18. προσφερομένοις, ἢ πολλάκις ἀπεπτοῦσι, καὶ μάλιστα εἰ ἐπὶ
19. τοῖς τοιούτοις ἐδέσμασιν ἢ ἰλυῶδες καὶ πηλῶδες καὶ βορβορῶδες
1. καὶ τελματῶδες, ἢ λιμναῖον, ἢ ὁπωσοῦν διεφθαρμένον τε
2. καὶ σεσηπὸς ὕδωρ πίνουσιν· ὡσαύτως δὲ καὶ τοῖς ὑπερπονοῦσιν,
3. ἢ ἀγρυπνοῦσιν, ἢ φροντίζουσιν, ἢ φάρμακα δριμέα
4. συνεχῶς προσφερομένοις. ἐδέσματα μὲν οὖν λέγω μοχθηρὰ
5. τά τε φύσει τοιαῦτα, καθάπερ κρόμμυά τε καὶ σκόροδα καὶ
6. κάρδαμα καὶ πράσα καὶ κράμβας ὤκιμά τε καὶ ἀκαλήφας, ὅσα
7. τ’ ἄλλα καλοῦσιν ἄγρια, καθάπερ καὶ τὰς λαψάνας παρ’
8. ἡμῖν, τά τε φύσει μὲν χρηστὰ, διὰ σηπεδόνα δέ τινα τὴν ἴσην
9. τοῖς εἰρημένοις ἢ καὶ μείζονα πολλάκις ἐπικτησάμενα κακίαν,
10. ὥσπερ καὶ πυροὶ καὶ κριθαὶ καὶ τἄλλα γεύματα σύμπαντα
11. σιτηρὰ, τὰ μὲν ὑπὸ χρόνου μήκους εἰς σηπεδονώδη διάθεσιν
12. ἀχθέντα, τὰ δὲ εὐρῶτος ἐμπλησθέντα διὰ μοχθηρὰν ἀπόθεσιν,
13. ἔνια δὲ καὶ κατὰ τὴν πρώτην γένεσιν ὑπ’ ἐρυσίβης κακωθέντα.
14. τοιαῦτα γοῦν ἐδέσματα καὶ νῦν ἀναγκασθέντες
15. ἐσθίειν πολλοὶ διὰ λιμὸν οἱ μὲν ἀπέθανον ἀπὸ σηπεδονωδῶν
16. τε καὶ λοιμωδῶν πυρετῶν, οἱ δὲ ἐξανθήμασιν ἑάλωσαν ψωρώδεσί
17. τε καὶ λεπρώδεσιν. ὅταν μὲν οὖν ἀνάμεστον ᾖ τὸ
18. σῶμα τοιούτων χυμῶν, ἔμφραξις δὲ μηδεμία κατὰ μηδὲν τῶν
1. σπλάγχνων ᾖ, ἀκωλύτως δὲ διαπνέηται καὶ ἀναψύχηται κατὰ
2. τὸ δέρμα σύμπαν τὸ ζῶον, ὑγιαίνει μὲν, ἀλλ’ ἐπίκαιρόν τε
3. καὶ σφαλερὰν ἔχει τὴν ὑγείαν. ἐπειδὰν δὲ ἤτοι τὸ ἐκτὸς πέρας
4. στεγνωθῇ, ἢ ἐμφραχθῇ τὰς ἐν τῷ βάθει διόδους, ἐπὶ
5. μὲν ταῖς στεγνώσεσι τὸ νῦν εἰρημένον, ἐπὶ δὲ ταῖς ἐμφράξεσι
6. τὸ μετ’ ὀλίγον εἰρησόμενον ἕπεται γένος τῶν πυρετῶν.
7. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τῶν ἀπεπτησάντων οἱ μὲν
8. ἐπύρεξαν, οἱ δὲ οὔ. τοῖς μὲν ἤδη κακοχύμοις οὖσι καὶ κακῶς
9. διαπνεομένοις, ἢ πονήσασιν ἀκαίρως, ἢ λουσαμένοις προπετέστερον,
10. ἕτοιμον πυρέξαι· τοῖς δὲ εὐχύμοις καὶ καλῶς διαπνεομένοις,
11. ἡσυχάσασι καὶ θάλψασι τὰ κατὰ τὴν γαστέρα καὶ
12. τὸ ἧπαρ, ἀδύνατον πυρέξαι· μένει γὰρ αὐτόθι πᾶν αὐτοῖς
13. τὸ διεφθαρμένον κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, καὶ ἐν τῷ
14. χρόνῳ δὲ πέττεται κατὰ βραχὺ, καὶ γίνεται χρηστόν· ὥσπερ
15. καὶ τοῖς ἐπὶ κινήσεσι σφοδροτέραις ἀφικομένοις ἢ εἰς ἥλιον
16. θερινὸν, ἢ λουτρὸν θερμὸν γλυκέων ὑδάτων, ἀναλαμβάνεται
17. πάντῃ εἰς τὴν τοῦ σώματος ἕξιν τὰ διεφθαρμένα σιτία· οὕτω
1. δὲ καὶ οἷς ἐπῆλθε κάτω τὰ διεφθαρμένα σιτία, πυρετὸς οὐκ
2. ἠκολούθησεν, εἰ μὴ κατ’ ἄλλην τινὰ αἰτίαν, οἱονεὶ κοπωθεῖσιν
3. ἐπὶ ταῖς πολλαῖς ἐξαναστάσεσιν ἢ φλεγμήνασι τὰ κατὰ
4. τὴν γαστέρα.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 1.4, ed. Kühn, 1824, vol. 7, p. 282-287. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩