Galenus. De differentiis febrium (De diff. febr.) [n° 048 Fichtner] [GalLat]

Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).

De differentiis febrium, 1.5, ed. Kühn, 1824, vol. 7, p. 287-289. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.5

5. Κατὰ μέντοι τὰς ἐμφράξεις τῶν πόρων καὶ
6. σφηνώσεις τῶν χυμῶν, ἀνεβαλόμην γὰρ ἐρεῖν τὰ περὶ τοῦδε,
7. πυρέττει τὰ ζῶα τὸν ἐπὶ σηπεδόνι πυρετόν. ἑτοιμότατα γὰρ
8. σήπεται πάνθ’ ὅσα θερμὰ καὶ ὑγρὰ καὶ πολλὰ κατὰ θερμὸν
9. χωρίον, εἰ μὴ τύχῃ διαπνοῆς τε ἅμα καὶ ἀναψύξεως. οὐδὲν
10. οὖν θαυμαστὸν οὐδὲ διὰ τί πληθώραις ἕπονται πυρετοί.
11. καὶ γὰρ ἐμφράξεις πολλαὶ καὶ δυσανάπνευστον ὅλον γίνεται
12. τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις· ὥσπερ οὖν κατὰ
13. θάτερον πλῆθος τὸ πρὸς δύναμιν ἐπὶ διαφθορὰν ἀφικνοῦνται
14. ταχέως οἱ χυμοὶ, μηκέτι κρατούμενοι μηδὲ πεττόμενοι
15. χρηστῶς, ὡς ἂν τῆς κατεργαζομένης αὐτοὺς δυνάμεως ἀσθενεστέρας
16. ὑπαρχούσης. διὰ τοῦτο καὶ ὅσα γλίσχρα καὶ παχύχυμα
17. τῶν ἐδεσμάτων, νοσωδέστερα· ἐμφραχθῆναί τε γὰρ
18. καὶ σφηνωθῆναι τὸν ἐξ αὐτῶν χυμὸν ἑτοιμότερόν ἐστιν. καὶ 
1. τί δή ποτ’ οὖν; οὐχὶ κατὰ τἀναντία, νοσώδη τὰ λεπτύνοντα
2. καὶ δριμέα; φαίνονται γὰρ ὁμοίως ἁλισκόμενοι πυρετοῖς οἱ
3. πλεονάζοντες ἐν ἑκατέρῳ τῷ γένει διαίτης, ὅτι καὶ πρόσθεν
4. εἴρηται κακόχυμα πάντ’ εἶναι τὰ τοιαῦτα. τῷ μὲν οὖν τῆς
5. κακοχυμίας λόγῳ ταῦτα· τῷ δὲ τῆς σήψεως, ὅσα γλίσχρα καὶ
6. παχέα πυρετῶν ἐστιν αἴτια. καὶ τὰ φλεγμαίνοντα δὲ μέρη
7. τῆς σήψεως λόγῳ ἀνάπτει πυρετούς. σφηνωθὲν γὰρ ἐν αὐτοῖς
8. τὸ ἐπιῤῥυὲν, ὅταν ᾖ φύσει θερμὸν, ὑπὸ τοῦ μὴ διαπνεῖσθαι
9. καλῶς σήπεται. ὅταν μὲν οὖν ἀκριβῶς ᾖ πικρόχολον
10. τὸ ῥεῦμα, θερμότης ἐρυσιπελατώδης καταλαμβάνει
11. τὸ μέρος· ὅταν δὲ αἱματικὸν, φλεγμονώδης· τὸ δὲ
12. ἐξ ἀμφοῖν μικτὸν ἢ ἐρυσίπελας γίνεται φλεγμονῶδες, ἢ
13. φλεγμονὴ ἐρυσιπελατώδης, τὸ μὲν ὄνομα παρὰ τοῦ ἐπικρατοῦντος
14. χυμοῦ λαμβάνον, τὴν δὲ ἐπωνυμίαν ἐπικτώμενον
15. ἀπὸ θατέρου. πυρετὸς δὲ ἐπὶ πᾶσι τούτοις ἀνάπτεται
16. τῷ λόγῳ τῆς κοινωνίας. συνεκθερμαίνεται γὰρ ἀεὶ
17. τῷ θερμανθέντι τὸ συνεχὲς, ἄχρις ἄν ἐπὶ τὴν καρδίαν
18. ἡ διάθεσις ἀφίκηται. συνεκθερμαίνεται γὰρ καὶ τοῖς
1. ἄνθραξι τὸ συνεχὲς, ἐπὶ θερμῷ μὲν ἱκανῶς αἵματι,
2. μελαγχολικωτέρῳ δὲ διὰ τὸ κατοπτᾶσθαι, τὴν γένεσιν
3. ἔχουσιν.

Cliquer un n° de page pour en afficher l’image