4. Αἱ δὲ θερμότεραι τοῦ περιέχοντος ἡμᾶς
5. ἀέρος καταστάσεις, οἷαι περὶ κυνὸς ἐπιτολὴν γίνονται μάλιστα,
6. διὰ μὲν τῆς εἰσπνοῆς ἄντικρυς αὐτὴν θερμαίνουσι τὴν
7. καρδίαν· ἔξωθεν δὲ περικεχυμέναι τῷ σώματι σύμπαν αὐτὸ
8. θερμὸν ἀποφαίνουσι, καὶ μάλιστα τὰς ἀρτηρίας, ὡς ἂν ἑλκούσας
9. τι καὶ τῆς οὐσίας αὐτῆς τοῦ περιέχοντος ἡμᾶς ἀέρος,
10. οἷς ἅπασι συνδιατίθεσθαι τὴν καρδίαν ἀναγκαῖόν ἐστι, καὶ
11. θερμὴν ἀμέτρως γινομένην αὐτὴν πρώτην τε καὶ μάλιστα τὴν
12. πυρετώδη διάθεσιν ἴσχειν, ἐπιπέμπειν τε παντὶ τῷ σώματι.
13. κατὰ δὲ τὰς λοιμώδεις καταστάσεις ἡ εἰσπνοὴ μάλιστα αἰτία.
14. γίνεται μὲν γάρ ποτε καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς ἐπιτηδείους
15. πρὸς σῆψιν ὑπάρχοντας, ὅταν ἀφορμήν τινα βραχεῖαν
16. ἐκ τοῦ περιέχοντος εἰς ἀρχὴν πυρετοῦ λάβῃ τὸ ζῶον·
17. ὡς τὰ πολλὰ δὲ ἐκ τῆς ἀναπνοῆς ἄρχεται τοῦ πέριξ ἀέρος ὑπὸ
18. σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ ἀρχὴ τῆς
1. σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστι μὴ καυθέντων, ὡς ἐν
2. πολέμοις εἴωθε συμπίπτειν· ἢ ἐκ τελμάτων τινῶν, ἢ λιμνῶν
3. ἀναθυμιάσεις ὥρᾳ θέρους· ἔστι δ’ ὅτε κατάρχει μὲν ἄμετρος
4. θερμασία τοῦ περιέχοντος, ὡς ἐπὶ τοῦ καταλαβόντος Ἀθηναίους
5. λοιμοῦ, καθά φησιν ὁ Θουκυδίδης· ἀλλ’ ἐν καλύβαις
6. πνιγηραῖς ὥρᾳ θέρους διαιτωμένων ὁ φθόρος κατὰ τὸ σῶμα
7. ἐγίνετο. τῷ δ’ εἶναι τοὺς ἐν τῷ σώματι χυμοὺς ἐκ μοχθηρᾶς
8. διαίτης ἐπιτηδείους εἰς σῆψιν ἀρχὴ τοῦ λοιμώδους γίνεται
9. πυρετοῦ. τάχα δὲ καὶ κατὰ τὸ συνεχὲς ἐξ Αἰθιοπίας ἐῤῥύη
10. τινὰ σηπεδονώδη μιάσματα τοῖς ἐπιτηδείως ἔχουσι σώματα
11. βλαβῆναι πρὸς αὐτῶν, αἴτια πυρετοῦ γενησόμενα. χρὴ γὰρ
12. μεμνῆσθαι τούτου ἀεὶ παρ’ ὅλον αὐτὸν τὸν λόγον, ὡς οὐδὲν
13. τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν
14. πέφυκεν· ἢ οὕτως ἂν οἵ τ’ ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἅπαντες
15. ἐπύρεττον οἵ τ’ ἐπὶ πλέον κινηθέντες, ἢ οἰνωθέντες, ἢ θυμωθέντες,
16. ἢ λυπηθέντες. οὕτω δ’ ἂν, οἶμαι, καὶ περὶ κυνὸς ἐπιτολὴν
17. ἅπαντες ἐνόσουν ἔν τε τοῖς λοιμοῖς ἀπέθνησκον· ἀλλ’, ὡς
1. εἴρηται, μεγίστη μοῖρα γενέσεως νοσημάτων ἐστὶν ἡ τοῦ
2. μέλλοντος πάσχειν σώματος ἑτοιμότης. ὑποκείσθω γοῦν ὡς
3. ἐν παραδείγματι, κατὰ μὲν τὸ περιέχον ἐμφέρεσθαί τινα λοιμοῦ
4. σπέρματα; τῶν δ’ ὁμιλούντων αὐτῷ σωμάτων τὰ μὲν
5. εἶναι περιττωμάτων παντοίων μεστὰ ἑτοίμων ἤδη καὶ καθ’
6. ἑαυτὰ σήπεσθαι, τὰ δὲ ἀπέριττα καὶ καθαρά· καὶ προσκείσθω
7. τοῖς μὲν προτέροις ἔμφραξις τῶν πόρων πολλαχόθεν,
8. καὶ ἡ καλουμένη πληθώρα καὶ βίος ἀργὸς ἐν ἀδδηφαγίαις καὶ
9. μέθαις καὶ ἀφροδισίων ἀμέτροις χρήσεσι καὶ ταῖς ἐξ ἀνάγκης
10. ἅπασι τοῖς εἰρημένοις ἀκολουθούσαις ἀπεψίαις· τοῖς δ’ ἄλλοις
11. ἅπασι σώμασι τοῖς καθαροῖς καὶ ἀπερίττοις ὑπαρχέτω
12. πρὸς τοῖς οὖσιν ἀγαθοῖς εὔπνοια μὲν ἅπασι τοῖς πόροις
13. ἀφράκτοις τε καὶ ἀθλίπτοις ὑπάρχουσι, γυμνάσια δὲ σύμμετρα
14. καὶ σώφρων δίαιτα· κᾄπειτα ἐπὶ ταύταις ταῖς ὑποθέσεσιν
15. ἐννόησον, ὅπως ἑκάτερα τῶν σωμάτων εἰκός ἐστι διατίθεσθαι
16. πρὸς τῶν ἀναπνεομένων εἰς αὐτὰ σηπεδονωδῶν ἀέρων.
17. ἆρ’ οὐκ εἰκὸς τὰ μὲν εὐθὺς ὑπὸ τῆς πρώτης εἰσπνοῆς ἀρχήν
18. τε τοῦ σήπεσθαι λαμβάνειν, ἐπὶ πλεῖστόν τε προσέρχεσθαι
1. κακώσεως· ὅσα δὲ ἀπέριττα καὶ καθαρὰ, τὰ μὲν μηδόλως,
2. τὰ δὲ ἐπ’ ὀλίγον πάσχειν, ὡς ῥᾴστην αὐτοῖς γίγνεσθαι
3. τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον; οὕτω δὲ κᾀπειδὰν ἡ κατὰ
4. τὸν ἀέρα κρᾶσις ἀμέτρως ἐκτραπῇ τοῦ κατὰ φύσιν ἐς ὑγρότητά
5. τε καὶ θερμότητα, λοιμώδη μὲν ἀνάγκη γενέσθαι νοσήματα,
6. πάσχειν δ’ ἐν αὐτοῖς μάλιστα τοὺς ἤδη προπεπληρωμένους
7. ὑγρότητος περιττῆς· ὡς ὅστις γε συμμέτροις τε πόνοις
8. καὶ βίῳ κεκοσμημένῳ χρῆται, τὸ πάμπαν ἀπαθὴς διαμένει
9. κατὰ πάσας τὰς τοιαύτας διαθέσεις. οὗτος ὁ λόγος ἐφ’ ἑνὸς
10. μὲν εἴρηται παραδείγματος, ἀληθεύεται δὲ ὅμως ἐπὶ παντὸς
11. γένους αἰτίας. καὶ ὅστις γε προῄρηται τελέως ἐν αὐτῷ γυμνάσασθαι,
12. τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων ἀναγινωσκέτω
13. βιβλίον· ἐγὼ δὲ ἐν τῷ παρόντι μήκους φειδόμενος ἑνὶ κεφαλαίῳ
14. σύμπαντα περιλαβὼν αὐτὸν ἀπαλλάξομαι. χρὴ γὰρ
15. ἐφ’ ἑκάστου τῶν αἰτίων, ᾗ τινι μάλιστα ἐπισκεψάμενον δυνάμει
16. νοσάζειν πέφυκεν, ἑξῆς ἐπισκοπεῖσθαι τὰς ὁμολογούσας τε
17. καὶ ἀντιβαινούσας αὐτῷ διαθέσεις τῶν σωμάτων, εὖ εἰδότα
18. ὡς ταῖς μὲν ὁμολογούσαις ἑτοίμη βλάβη, ταῖς δὲ ἐναντιουμέναις
1. τε καὶ ἀπομαχομέναις, εἰς ὅσον ἂν ἥκῃ δυνάμεως καὶ
2. μεγέθους ἡ ἐναντίωσις, εἰς τοσοῦτον ἀηττήτοις ὑπάρξει διαμένειν.
3. οἶδα γοῦν ἔγωγέ ποτε τοιαύτης καταστάσεως γενομένης,
4. οἵαν Ἱπποκράτης ἐν Κρανῶνι γενέσθαι φησὶν, ἄνθρακας
5. ἐπιδημήσαντας οὐκ ὀλίγους, ὧν ἥ τε γένεσις καὶ ἄλλα
6. σύμπαντα καθ’ ὃν ἐκεῖνος ἔγραψε τρόπον ἠκριβοῦτο. καὶ
7. μέντοι καὶ ὅσα κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν ἐπὶ τῆς λοιμώδους
8. ἔγραψε καταστάσεως, καὶ ταῦτα σύμπαντα καθ’ ἑτέραν
9. ὁμοίαν ἐκείνῃ κατάστασιν ὡσαύτως ἐγίνετο. κεφάλαιον δὲ
10. αὐτῶν ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἡ σηπεδὼν,
11. καὶ ἡμεῖς τοῦτο προγινώσκοντες εὐθὺς ἀρχομένης τῆς καταστάσεως,
12. ὅσα μὲν ὑγρὰ τῶν σωμάτων ἑωρῶμεν, εὐθὺς ἐκ
13. παντὸς τρόπου ξηραίνειν ἐπεχειροῦμεν· ὅσα δὲ ξηρότερα, τὴν
14. ἀρχαίαν φύσιν ἐπὶ τούτων ἐφυλάττομεν· ὅσα δὲ περιττωματικὰ,
15. καθάρσεσιν ἐξιώμεθα· τὰς δὲ ἐμφράξεις τῶν πόρων
16. ἐξεφράττομέν τε καὶ διεῤῥύπτομεν. ἀλλὰ ταῦτα μὲν ἤδη πως
17. ἔχεται τῆς θεραπευτικῆς μεθόδου, καὶ δῆλον ὅτι δι’ ἐκείνης
18. τῆς πραγματείας ἐπὶ πλεῖστον εἰρήσεται. νῦν δὲ ἐπεμνήσθην
1. αὐτῶν ἀκολουθήσας τῷ λόγῳ διδάσκοντι, καθ’ ὅν τινα τρόπον
2. ὑπὸ μιᾶς αἰτίας δυναστευούσης ἔνιοι μὲν ἁλίσκονται
3. πυρετοῖς, ἔνιοι δὲ ἀπαθεῖς διαμένουσιν. αἱ γὰρ τῶν
4. σωμάτων διαθέσεις ἀνόμοιοί τε καὶ πολυειδεῖς ὑπάρχουσαι,
5. τινὲς μὲν εὐνίκητοί τε καὶ παθεῖν ἑτοιμόταται πρὸς τῆς ἐνεργούσης
6. αἰτίας εἰσὶ, τινὲς δὲ ἀήττητοι καὶ τὸ πάμπαν ἀπαθεῖς
7. ὑπάρχουσιν, ἢ δυσκόλως πάσχουσιν. εἰς ἀπόδειξιν δὲ τοῦ
8. πράγματος ἠναγκάσθημεν ὑπομνησθῆναι καὶ τῆς θεραπείας,
9. ὅμοιόν τι παθόντες Ἱπποκράτει προγράψαντί που κατά τινα
10. τρόπον ἐκεῖνο τὸ πολυθρύλλητον ῥῆμα, τὸ δηλοῖ δὲ ἡ ἴησις.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 1.6, ed. Kühn, 1824, vol. 7, p. 289-294. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩