Galenus. De differentiis febrium (De diff. febr.) [n° 048 Fichtner] [GalLat]

Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).

De differentiis febrium, 1.7, ed. Kühn, 1824, vol. 7, p. 294-300. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.7

11. Ἔστι μὲν οὖν καὶ ἡ προφυλακὴ λεγομένη
12. κατά τινα τοιοῦτον τρόπον ἴασις. ἀμέλει καὶ συγκέχυται
13. πολλαχόθι τὰ ὀνόματα παρὰ τοῖς ἰατροῖς. ὥσπερ γὰρ ἐν
14. ἑτέρῳ δέδεικται γράμματι, πᾶν ἔργον ἰατροῦ τῶν περὶ τὸ
15. σῶμα σφαλμάτων ἐπανορθωτικόν ἐστιν. ἀλλ’ οὐδὲν
16. εἰς τὰ παρόντα τῆς τοιαύτης δεῖ λεπτολογίας, εἴτε γὰρ εἰς δύο
17. τέμνεις ὀνόματα τὸ σύμπαν, ἴασιν καὶ προφυλακὴν, εἴτε εἰς
18. ἓν ἄμφω συνάγεις, ἴασιν ὀνομάζων, οὐ μικρὸν τεκμήριόν
1. ἐστι τοῦ μὴ πάσχειν ὁμοίως ὑπὸ τῆς τοιαύτης αἰτίας ἅπαντας
2. ἡ τῶν κωλυθέντων ἁλῶναι τοῖς ἐπιδημίοις τε καὶ λοιμώδεσι
3. νοσήμασι διάθεσις. εἷς μὲν γὰρ καὶ πρῶτος σκοπός ἐστιν ἐπὶ
4. πάντων κοινὸς, ἀπέριττον ὅτι μάλιστα καὶ εὔπνουν εἶναι τὸ
5. σῶμα· δεύτερος δὲ ἐφεξῆς τῷδε, ὡς πρὸς τὴν δυναστεύουσαν
6. αἰτίαν ἀπομάχεσθαι ὡς δυνατόν. ὅσοις δὲ τἀναντία τούτων
7. ὑπάρχει, τάχιστά τε πάσχουσι καὶ μάλιστα κάμνουσιν. ἐπεὶ
8. δὲ τῶν λοιμωδῶν ἐμνημόνευσα πυρετῶν ὑπὸ σηπεδόνος ἁπάντων
9. γινομένων, ἄξιον ἐπιστάντα τὸν λόγον ἐν τῷδε διασκέψασθαι
10. περὶ παλαιοῦ δόγματος, ἅπαντα πυρετὸν ἐπὶ τῇ
11. τῶν χυμῶν σήψει φάσκοντος γενέσθαι. κινδυνεύει γὰρ οὖν
12. δοξάζειν ὧδε καὶ ὁ τῶν ἀπ’ Ἀθηναίου χορὸς, ἄνδρες οὐχὶ
13. φαυλότατοι τά τ’ ἄλλα τῆς τέχνης καὶ οὐχ ἥκιστα πυρετῶν ἐπιστήμης,
14. περὶ ὧν κᾀγὼ τό γε πλεῖστον αὐτοῖς σύμφημι, πλὴν
15. ἕν τι παρίημι, τοὺς ἐφημέρους ὀνομαζομένους πυρετούς. οὐ
16. γάρ μοι δοκοῦσιν οὗτοι σήψεσιν ἕπεσθαι χυμῶν, ἀλλ’ ὁ μὲν
17. ἐπ’ ἐγκαύσει πυρέξας ὑπὸ τῆς τοῦ δρῶντος αἰτίου θερμασίας
1. ἀλλοιοῦσθαι πέφυκε· τῷ δ’ ἐπὶ θυμῷ πυρέττοντι, καὶ τούτῳ
2. ζέσιν μέν τινα γενέσθαι τοῦ κατὰ τὴν καρδίαν αἵματος ἀναγκαῖον,
3. οὐ μὴν ἤδη γε καὶ σῆψιν. οὕτω δὲ καὶ τῷ γυμνασαμένῳ
4. πλείονα θερμασίαν ἀνῆφθαι παρὰ φύσιν ἄνευ σήψεως
5. χυμῶν· καὶ ὅστις ἐπυκνώθη τὸ δέρμα, δριμύτερα περιττώματα
6. δι’ αὐτοῦ κενούμενος, ἀθροισθέντων ἐκείνων, ἐπύρεξεν
7. ἄνευ σηπεδόνος χυμῶν, καὶ μὲν δὴ καὶ οἱ ἐπὶ βουβῶσι πυρετοὶ
8. πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων, Ἱπποκράτης πού
9. φησι, καίτοι καὶ ὁ βουβὼν ἐκ τοῦ γένους ἐστὶ τῶν φλεγμονῶν·
10. καὶ σύμφημι κατά γε τοῦτο τῷ τῆς σήψεως λόγῳ, διὰ
11. τοῦτο γὰρ ἐπὶ ταῖς φλεγμοναῖς πυρέττουσιν, οὐχ ὡς Ἐρασίστρατος
12. ὑπελάμβανεν. ἀλλ’ ὅμως εἰσί τινες ἐπὶ βουβῶσι
13. πυρετοὶ τοῦ γένους τῶν ἐφημέρων, ὥσπερ ἕτεροί τινες ἀγγέλλουσιν,
14. οὐκ εὐμεταχείριστα νοσήματα, φλεγμονῆς ἢ ἕλκους ἢ
15. ἀποστάσεως ἤ τινος ἑτέρας τοιαύτης ἐν σπλάγχνῳ διαθέσεως
16. ἔγγονα. διαφέρουσι δὲ οἱ ἐπὶ βουβῶσιν ἐφήμεροι πυρετοὶ
17. τῶν ἐπὶ ταῖς σήψεσι συνισταμένων ἤτοι κατά τι σπλάγχνον,
18. ἢ κατὰ κοῖλα καὶ μέγιστα τῶν ἀγγείων, ὅτι τοῖς μὲν ἐπὶ
1. βουβῶσι συνεκθερμαίνουσιν ἀεὶ τὸ συνεχὲς, ἡ μὲν θερμασία
2. διαδίδοται μέχρι τῆς καρδίας, οὐκ ἀφικνεῖται δὲ εἰς αὐτὴν ἡ
3. σηπεδονώδης λιγνὺς, ἀλλ’ αὐτόθι μένει περιγεγραμμένη κατὰ
4. τὸ τοῦ βουβῶνος χωρίον, ἀλλοιώσει μόνῃ τῇ κατὰ τὸ συνεχὲς
5. ἐπὶ τὴν καρδίαν ἀφικνουμένης τῆς θερμότητος, ᾧ μάλιστα
6. τρόπῳ κᾀπὶ τῶν ἐγκαιομένων τε καὶ κοπουμένων ἐκ τῶν
7. πρώτων θερμανθέντων ἐπὶ τὴν ζωτικὴν ἀρχὴν ἡ διάδοσις γίνεται·
8. ἐπὶ δὲ τῆς κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων
9. σηπεδόνος οἷον καπνὸς ἐκ τῶν σηπομένων χυμῶν εἰς
10. τὰς κοιλίας ἀφικνεῖται τῆς καρδίας. καὶ τοίνυν καὶ σήπεσθαι
11. συμβαίνει τοὺς μὲν ἐν τῷ βουβῶνι χυμοὺς ἀθρόως ἅπαντας,
12. εἴτε κατὰ μίαν ἡμέραν, εἴτε κατὰ δύο συνεχῶς, ἅτε ὁμιλοῦντάς
13. τε ἀλλήλοις καὶ κατακεκλεισμένους ἐν ἑνὶ χωρίῳ· τοὺς δὲ
14. κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων, ἅτε διαῤῥέοντας
15. ἀεὶ καὶ συνδιασήποντας ὅσων ἂν ἐφάψωνται, χρόνῳ
16. πλείονι τὸ σηπεδονῶδες ἀνάπτειν θερμόν. ἑνὶ δὲ λόγῳ καθάπερ
17. ἐπὶ τῶν ἐκτὸς ἁπάντων, ὅσα θερμαίνεται παρὰ
18. φύσιν ὑφ’ ἡστινοσοῦν αἰτίας, εἰ μὲν ἄσηπτον εἴη τὸ θερμανθὲν,
19. οἷον ἤτοι λίθος ἢ ξύλον ἤ τι τοιοῦτον ἕτερον, 
1. ἄχρι τοσούτου μένει θερμὸν, ἄχρι πέρ ἂν ἀποψυχθῇ κατὰ
2. βραχύ· τὸ δὲ σήπεσθαι πεφυκὸς ἐπινεμομένην ἀεὶ κατὰ τὸ
3. συνεχὲς ἴσχει τὴν θερμασίαν, ὥσπερ ποτὲ κατ’ ἀγρὸν ἐθεασάμην
4. κόπρον κτηνῶν τε ἅμα καὶ περιστερῶν ἔκ τινος μέρους
5. ὑφ’ ἡλίου θερμανθεῖσαν οὕτως ἰσχυρῶς, ὥστε παμπόλλην
6. ἀναθυμίασιν ἀφιέναι καπνοῦ δίκην ἀναφερομένην, ἰσχυρῶς
7. δάκνουσαν καὶ ἀνιῶσαν, εἴ τις πλησιάζοι, ὡς τούς τε ὀφθαλμοὺς
8. καὶ τοὺς μυκτῆρας βλάπτεσθαι· ἦν δὲ ἄρα καὶ τοῖς
9. ἁπτομένοις ἡ κόπρος οὕτω δήπου θερμὴ, ὥστε κατακαίειν
10. τοὺς ἐπὶ πλέον ἐντιθέντας αὐτῇ τὰς χεῖρας ἢ τοὺς πόδας·
11. οὐ μὴν εἰς ἀεί γε τὸ σύμπτωμα τοῦτο παρέμενεν, ἀλλὰ κατὰ
12. τὴν ἑξῆς ἡμέραν ἀπεψύχετο μὲν, ὅσον ἀκμαίως ἔζεσε τῆς κόπρου
13. κατὰ τὴν προτεραίαν· τὸ συνεχὲς δ’ αὐτῷ τὸ τέως
14. ὑποτυφόμενον, ἡνίκ’ ἀκμὴν εἶχεν ἡ πρώτη ζέουσα, τοῦτ’ ἐν
15. τῷ παρακμάζειν ἐκείνην αὐτὸ πάλιν ἀνεθερμαίνετό τε καὶ
16. ἀνέζει καὶ ὀλίγον ὕστερον ἤκμαζε, τῆς πρώτης ἀπεψυγμένης,
17. καὶ τοῦτο αὖθις παρήκμαζεν ὑποτυφομένου τοῦ συνεχοῦς
18. αὐτῇ, καὶ μικρὸν ὕστερον ἀνήπτετο μὲν ἐκεῖνο καὶ ἤκμαζεν,
1. ἀπεψύχετο δὲ τὸ πρότερον. ἦν δὲ περίοδος σχεδόν τι χρόνος
2. ἡμέρας καὶ νυκτὸς, ὡς ἀμφημερινοῦ μάλιστα πυρετοῦ παράδειγμα
3. τὸ γινόμενον οἰκειότατον ὑπάρχειν. εἰ δέ γε καὶ δυσὶν
4. ἡμέραις καὶ νυξὶν ἡ εἰρημένη περίοδος ἐγίνετο, παράδειγμα ἦν
5. οὕτω τριταίου πυρετοῦ· καὶ μέν γε καὶ εἰ τρισὶ, τεταρταίου·
6. καὶ εἰ τέτταρσι, πεμπταίου, εἴπερ γε πεμπταῖός τίς ἐστι πυρετός·
7. ἐγὼ μὲν γὰρ οὔπω σαφῶς εἶδον οὔτε ταύτην τὴν περίοδον
8. οὔτ’ ἄλλην τινὰ ἐξωτέρω τῆς τεταρταίας. ἀλλὰ περὶ
9. μὲν τῶν κατὰ τὴν περίοδον παροξυνομένων αὖθις εἰρήσεται·
10. ἡ δὲ σῆψις τῶν χυμῶν ἡ ἐν τοῖς ἀγγείοις γινομένη παραπλησία
11. τῇ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἀποστάσεις ἐστὶ καὶ τὰ
12. ἄλλα τὰ φύματα, διττὴ μὲν κατὰ γένος, ἐξ ἐπιμιξίας δὲ τῶν
13. δύο γενῶν ἄλλη τις τρίτη ποικίλη κατ’ εἶδος, ὅτι καὶ τὸ τῆς
14. μίξεως ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι
15. θάτερον τῶν γενῶν, οὐκ εὐαρίθμητόν ἐστιν. ἀλλὰ τά
16. γε δύο γένη, τὸ μὲν ἕτερον ἐπικρατούσης τῆς φύσεως γίγνεται,
17. τὸ δὲ ἕτερον νενικημένης· ἐπικρατούσης μὲν, ὡς ἐπὶ
18. ταῖς φλεγμοναῖς τε καὶ τοῖς φυματώδεσιν ὄγκοις ἅπασι τὸ
1. πύον· ἐν δὲ τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας
2. χυμοῖς ἀνάλογον τῷ πύῳ τὸ τοῖς οὔροις ὑφιστάμενον.
3. ἡ μὲν δὴ τοιαύτη σῆψις οὐχ ἁπλῶς σῆψίς ἐστιν, ἀλλά
4. τι καὶ πέψεως ἔχει. μενούσης γὰρ ἔτι τῆς πεπτικῆς δυνάμεως
5. τῶν ἀγγείων, ὁ διασηπόμενος τέως χυμὸς εἰς
6. τοιαύτην ἀλλοίωσιν ἀφικνεῖται. ἑτέρα δέ ἐστί τις σηπεδὼν,
7. ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως,
8. ὡς μηδεμίαν ἐπὶ τὸ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ
9. σηπομένου περιττώματος. ὃ καὶ γίνεται ποτὲ μὲν
10. ἐσχάτως ἀσθενούσης ἐκείνης, κᾂν τὸ σηπόμενον μετρίως
11. ᾖ μοχθηρόν· ἐστὶ δὲ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς
12. ἔσχατον ἀῤῥωστίας ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν
13. ὑπάρχει. τοῦ τοιούτου περιττώματος ἡ σηπεδὼν οὔτε σύστασιν
14. οὔτε χρόαν οὔτε ὀσμὴν ἴσχει μίαν, ἀλλὰ κατὰ τὴν
15. οὐσίαν ἀεὶ τὸ σηπόμενον ἐξαλλάττεται καὶ ποικίλλεται.
16. ἡ δὲ ἑτέρα σῆψις, ἣν καὶ πέψιν ἔφαμεν ὑπάρχειν, εἰς
17. ἓν εἶδος ἀεὶ μεταβάλλει πύου καὶ χρόαν καὶ σύστασιν
18. καὶ ὀδμήν.

Cliquer un n° de page pour en afficher l’image