3. Τοῦ δὲ ἄλλου γένους τῶν πυρετῶν, ὅπερ
4. ἀντιδιαιρεῖται τοῖς ἐφημέροις, οὐδὲν μὲν ὄνομα κοινὸν ἁπάντων
5. ἐστὶν, αἱ διαφοραὶ δὲ αἱ πρῶται δύο εἰσὶν οὐκ ἀσαφέσιν
6. ἰδέαις ἀφωρισμέναι· τινὲς μὲν γὰρ αὐτῶν ἐπὶ σήψει
7. χυμῶν ἀνάπτονται· τινὲς δὲ αὐτὰ κατειλήφασι τὰ στερεὰ τοῦ
8. ζώου μόρια, καὶ καλοῦσιν αὐτοὺς ἑκτικοὺς πυρετοὺς, εἴθ’ ὅτι
9. μόνιμοί τ’ εἰσὶ καὶ δύσλυτοι, καθάπερ αἱ ἕξεις, εἴθ’ ὅτι τὴν
10. ἕξιν τοῦ σώματος αὐτὴν κατειλήφασιν. οὕτω γὰρ εἰώθασιν
11. ὀνομάζειν τὰ στερεὰ, τοῖς ὑγροῖς ἀντιδιαιρούμενοι. αἱ διαγνώσεις
12. δὲ τῶν ἐπὶ σήψει χυμῶν πυρετῶν αἱ τοιαίδε. πρώτη
13. μὲν ἁπασῶν οὐκ ἀχώριστος μὲν, ἴδιος δὲ, τὸ μηδὲν τῶν
14. προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν,
15. οὐδετέρῳ γὰρ τῶν ἄλλων γενῶν τοῦθ’ ὑπάρχει, διὰ τὸ τοὺς
16. ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι,
17. τοὺς δ’ ἑκτικοὺς, ὅταν ἄνευ τούτων γένωνται, μηδέποτε
18. ἐξ ἀρχῆς εἰσβάλλειν, ὥσθ’ ὅταν ἄνευ προκαταρχούσης
1. αἰτίας ὑπάρξηταί τις πυρέττειν, εἰδέναι τούτου τὴν αἰτίαν
2. τοῦ πάθους ἐν τοῖς χυμοῖς ὑπάρχειν. ἔστι μὴν ὅτε προκαταρξαμένη
3. τις αἰτία φανερὰ τὸν ἐφήμερον, ὅσον ἐφ’ ἑαυτῆς,
4. συνιστῶσα πυρετὸν, διεδέξατο δ’ αὐτὸν ὁ ἐπὶ σήψει χυμῶν,
5. ὅταν οὕτως ἔχῃ τὸ πάσχον σῶμα, τουτέστιν ὅταν ἀκάθαρτόν
6. τε καὶ περιττωματικὸν ὑπάρχῃ. θερμανθέντα γὰρ ἐπὶ
7. πλέον ἐν τοῖς ἐφημέροις πυρετοῖς τὰ περιττώματα, κᾄπειτ’
8. ἀρχὴν σηπεδόνος ἐντεῦθεν λαβόντα, θάτερον εἶδος ἀνάπτει
9. τῶν πυρετῶν ἐπὶ τῷ προτέρῳ παυσαμένῳ. διάγνωσις δὲ τῆς
10. διαδοχῆς μία μὲν ἴδιός τε ἅμα καὶ ἀχώριστος ἁπάντων τὸ
11. μὴ τελευτῆσαι τὸν ἐφήμερον πυρετὸν εἰς ἀπυρεξίαν ἀκριβῆ
12. συμβαίνει μὴν ἔστιν ὅτε καὶ κατ’ αὐτὴν τὴν ἀκμὴν ἐφημέρων
13. πυρετῶν ἐμφαίνεσθαί τι τῆς μεταπτώσεως, καὶ πολὺ δὴ
14. μᾶλλον ἐν ταῖς παρακμαῖς, ὅταν ὅπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν
15. ἐν τῷ μάλιστ’ εὐφόρως τετάχθαι τοῦτ’ ἀπῇ. ταῦτά
16. τοι μὲν μεταπτώσεως σημεῖα. τὸ δ’ ἀπὸ ῥίγους ἄρξασθαι
17. τὸν πυρετὸν, οὔτ’ ἐγκαύσεως οὔτε καταψύξεως ἰσχυρᾶς
18. προηγησαμένης, ὁποῖαι μάλιστα τοῖς διὰ χιόνος ὁδοιπορήσασι
1. συμπίπτουσιν, ἢ ἄλλως ἐν ἰσχυρῷ κρύει διατρίψασιν ἐπὶ
2. πλέον, ἴδιόν ἐστι καὶ αὐτὸ τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένων
3. πυρετῶν, οὐ μὴν ἀχώριστόν γε. οὐ γὰρ ἅπασιν αὐτοῖς
4. ὑπάρχει, καθάπερ οὐδὲ αἱ φρῖκαι· αὗται μέν γε οὐ μόνον
5. οὐκ εἰσὶν ἀχώριστοι τῶν τοιούτων πυρετῶν, ἀλλ’ οὐδὲ
6. τὴν ἀρχὴν ἴδιαι. τὸ δὲ τῆς ἀνωμαλίας τῶν σφυγμῶν καὶ τῆς
7. θερμασίας, εἴτ’ ἐν ταῖς εἰσβολαῖς εἴτ’ ἐν ταῖς ἀναβάσεσι γίγνοιτο,
8. τοῦ γένους μέν ἐστι τῶν τοιούτων πυρετῶν ἴδιον,
9. οὐ μὴν ἀχώριστόν γε οὐδ’ αὐτό· πολλοὶ γὰρ χωρὶς ἀνωμαλίας
10. αἰσθητῆς ἐσβάλλουσί τε καὶ ἀναβαίνουσιν ἐπὶ τὴν ἀκμήν.
11. ἔτι δὲ δὴ μᾶλλον οὐδὲ τὸ πολλὰς οἷον εἰσβολὰς ἴσχειν τοὺς
12. παροξυσμοὺς, ὅπερ ἐπιπαροξύνεσθαι καλοῦμεν· ὥσπέρ γε
13. καὶ τὸ τῆς θλίψεως τῶν σφυγμῶν (οὕτω δὲ ὀνομάζουσιν,
14. ὅταν ἀρχομένου τοῦ παροξυσμοῦ μικροὺς ἱκανῶς ἔχωσι καὶ
15. ἀνωμάλους αὐτοὺς) οὐδ’ αὐτὸ τῶν τοιούτων πυρετῶν ἀχώριστον,
16. οὐ μὴν οὐδὲ κοινόν ἐστιν ἑτέρῳ τινὶ γένει πυρετῶν,
17. ἀλλ’ ἴδιον ἐξαίρετον τούτων, ὥσπερ καὶ τὸ τῆς ἀνωμαλίας,
18. ὅταν γε μὴ κατά τι σύμπτωμα γίνηται. πολλάκις γὰρ.
1. ἐν αὐτῷ στόματι τῆς κοιλίας ἠθροισμένου τινὸς χυμοῦ
2. μοχθηροῦ καὶ δάκνοντος ἤ ψύχοντος αὐτὸ, μικροί τε ἅμα καὶ
3. ἀνώμαλοι γίνονται. πλεονάζει μὲν ἐπὶ μὲν τῶν ψυχόντων ἡ
4. μικρότης, ἐπὶ δὲ τῶν δακνόντων ἡ ἀνωμαλία, ἀλλὰ ἐμεσάντων
5. γε ταῦτ’ ἄμφω παραχρῆμα καθίσταται. ὅτε δὲ οὐδὲν ἡ
6. γαστὴρ πέπονθε, τοῦ γένους τῶν προκειμένων εἰσὶ πυρετῶν
7. οἱ τοιοῦτοι σφυγμοί. μέγιστον δὲ γνώρισμα τῶν ἐπὶ σήψει
8. πυρετῶν ἐστι καὶ ἡ τῆς θερμασίας ποιότης. οὐδὲν γὰρ ἔχει
9. χρηστὸν, οὐδὲ μέτριον, οὐδ’ ὅμοιόν τι τῶν ἐφημέρων, ἀλλ’
10. ὥσπερ εἴρηται καὶ τοῖς ἀρίστοις τῶν πρὸ ἡμῶν ἰατρῶν, δακνώδης
11. πώς ἐστι μᾶλλον, ὡς ἀνιᾷν καὶ διαβιβρώσκειν τὴν ἁφὴν,
12. ὥσπερ ὁ καπνὸς τοὺς ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας. ἀλλ’
13. ἐν μὲν ταῖς ἐπιβολαῖς τῶν παροξυσμῶν, ὡς ἄν ἔτι καταπνιγομένου
14. τε τοῦ θερμοῦ καὶ τυφομένων ἔνδον τῶν περιττωμάτων,
15. οὐκ εὐθέως ἐπιβαλλόντων τὴν χεῖρα διαγινώσκεται,
16. χρονισάντων δὲ, τὸ εἰρημένον εἶδος τῆς θερμότητος ἐκ βάθους
17. ἀναφέρεται. καί μοι δοκεῖ τοιοῦτόν τι κατιδὼν Θεμίσων
18. ἴδιόν τε καὶ ἀχώριστον ὑπάρχειν ἅπασι τοῖς πυρέττουσιν ὑπελάμβανεν.
1. ἀλλὰ περὶ μὲν τούτου ἐν οἰκείῳ τοῦδε τοῦ λόγου χωρίῳ
2. καὶ αὖθις σκεψόμεθα. τὸ δ’ εἰρημένον εἶδος τῆς θερμασίας,
3. τὸ κεντοῦν, ὡς ἂν εἴποι τις, ἢ διαβιβρῶσκον, ὥσπερ τι φάρμακον
4. δριμὺ, τὴν ἐπιβαλλομένην χεῖρα, σηπεδόνος ἐστὶ χυμῶν
5. ἔγγονον, ἐναργῶς μὲν ταῖς ἀναβάσεσί τε καὶ ταῖς ἀκμαῖς
6. τῶν πυρετῶν φαινόμενον, οὐκ ἐναργῶς, οὐδ’ εὐθέως ἐν ταῖς
7. εἰσβολαῖς. ἴδιον δὲ ἀχώριστόν ἐστι τοῦ γένους τῶν ἐπὶ χυμοῖς
8. ἀναπτομένων πυρετῶν καὶ τὸ τάχος τῆς τῶν σφυγμῶν
9. συστολῆς, ἐναργέστερον μὲν ἐν ταῖς ἐπιδόσεσι φαινόμενον,
10. οὐκ ἀσαφὲς δὲ οὐδ’ ἐν ταῖς εἰσβολαῖς τε καὶ ταῖς ἀκμαῖς.
11. σύνεστι δ’ αὐτοῖς κατὰ μὲν τὰς ἀρχὰς ὁ μικρός τε ἅμα καὶ
12. ὁ ταχὺς σφυγμὸς, ἔν τε ταῖς ἀκμαῖς ὁ μέγας τε ἅμα καὶ ταχύς.
13. οὕτω δὲ καὶ ἡ κατὰ τὴν ἐκτὸς ἠρεμίαν πυκνότης ἐναργής
14. ἐστιν ἐν τοῖς τοιούτοις πυρετοῖς, οὔτε τοῖς ἐφημέροις
15. οὔτε τοῖς ἑκτικοῖς ὅμοιος ὑπάρχουσα. ἴδιον δὲ ἐν τοῖς μάλιστα
16. τῶν τοιούτων πυρετῶν ἐστι καὶ ἡ τῶν οὔρων ἀπεψία,
17. καὶ ἡ ἀμυδρὰ πέψις ἴδιόν ἐστι γνώρισμα τῶν ἐπὶ χυμοῖς πυρετῶν.
18. οὔτε γὰρ ἄπεπτον οὔτε ἀμυδρῶς πεπεμμένον ἐν τοῖς
1. ἐφημέροις φαίνεται. ἑκάτερον μὲν αὐτῶν ἰδίᾳ λεγόμενον
2. ἴδιόν ἐστι γνώρισμα τῶν ἐπὶ χυμοῖς πυρετῶν· ἅμα δ’ ἄμφω
3. λεγόμενα κατὰ τὸ παραδιεζευγμένον ἀξίωμα παντάπασιν
4. ἀχώριστα. τῷ γὰρ τοιούτῳ γένει τῶν πυρετῶν τὰ πρῶτα
5. τῶν οὔρων ἤτοι παντάπασιν ἄπεπτα, ἢ ἀμυδρῶς πεπεμμένα
6. συνεισβάλλει. μέγα δὲ καὶ ἀξιόλογον γνώρισμα πέψεως ἐν
7. τοῖς πρώτοις οὔροις οὐδέποτε φαίνεται κατὰ τοὺς τοιούτους
8. πυρετοὺς, ἀφωρισμένης τῆς ἐκ τῶν ἐφημέρων πυρετῶν μεταπτώσεως,
9. ὑπὲρ ἧς ἔμπροσθεν ἔφαμεν. ἐπὶ δὲ τοῖς εἰρημένοις
10. γνωρίσμασι τῶν προκειμένων πυρετῶν ἐστὶ καὶ τὸ κατὰ
11. τὴν ἀκμὴν τοῦ παροξυσμοῦ προδεῖξαί τι σύμπτωμα καυσώδους
12. πυρετοῦ. καὶ μέντοι γε καὶ τὰ τῶν ἠπιάλων καὶ λειπυριῶν
13. εἰ φανείη συμπτώματα, καθάπερ οὖν καὶ τὰ τῶν ἡμιτριταίων,
14. ἢ τυφωδῶν, ἤ τινος ἄλλου τοιούτου πυρετοῦ,
15. ἅπερ ἴδια μέν ἐστι τοῦ γένους τῶν ἐπὶ χυμοῖς σηπομένοις
16. ἀναπτομένων πυρετῶν, οὐ μὴν ἀχώριστά γε, καὶ διὰ τοῦτο
17. μὴ παρόντων μὲν αὐτῶν, ἐξ ἑτέρων ἡ διάγνωσις· εἰ παρείη
18. δὲ, οὐ μόνον τοῦ γένους τῶν τοιούτων πυρετῶν, ἀλλὰ καί
1. τινος εἴδους ἑνὸς ἐξ αὐτῶν ἐστι δηλωτικά. καὶ μὲν δὴ καὶ
2. τὸ μὴ παύσασθαι τὴν παρακμὴν εἰς ἀπυρεξίαν, εἴτ’ οὖν
3. μεθ’ ἱδρῶτος εἴτε καὶ ἄλλως γένοιτο, δυοῖν θάτερον, ἤτοι
4. μεταπτώσεώς ἐστιν ἴδιον, εἰ τὰ πρόσθεν ἅπαντα τῶν ἐφημέρων
5. εἴη γνωρίσματα· εἰ δὲ μηδὲν τούτων εἴη, τῶν ἐπὶ χυμοῖς
6. τινα πυρετῶν εὐθέως ἐξ ἀρχῆς εἰσβάλλειν ἐνδείκνυται. εἰ δέ
7. ποτε φανείη σκληρὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ὁ σφυγμὸς,
8. ἐπισκέπτεσθαι, πότερα πῆξίς τις ἐκ ψύξεως, ἢ ξηρότης, ἢ
9. τάσις σπασμώδης ἐν τῷ σώματι τοῦ κάμνοντος, ἢ φλεγμονή
10. τις, ἢ σκίῤῥος ἐστὶν, εὖ εἰδότας, ὡς ἐπὶ τούτοις μόνοις ὁ
11. σφυγμὸς γίνεται σκληρός. Ἀρχιγένης γὰρ ὅσα πλημμελεῖ περί
12. τε τὴν ἔννοιαν καὶ τὴν διάγνωσιν τοῦ σκληροῦ σφυγμοῦ, διὰ
13. τῆς περὶ τῶν σφυγμῶν πραγματείας αὐτάρκως ἐπιδέδεικται,
14. ἧς δηλονότι τὸν ὁμιλήσοντα τοῖσδε τοῖς γράμμασιν ἐμπείρως
15. ἔχειν ἀναγκαῖόν ἐστι, καὶ μάλιστα τῆς διαγνωστικῆς. τὰ μὲν
16. γὰρ ὀνόματα τῶν σφυγμῶν καὶ τὰ σημαινόμενα πρὸς αὐτῶν
17. ἅπαντα διὰ μιᾶς ἐξηγησάμεθα πραγματείας, ἣν περὶ τῆς διαφορᾶς
18. τῶν σφυγμῶν ἐπιγράφομεν· ὅπως δ’ ἕκαστον χρὴ διαγινώσκειν,
1. ἐν ἑτέρᾳ πραγματείᾳ λέγεται διὰ βιβλίων τεττάρων,
2. ἣν περὶ διαγνώσεως σφυγμῶν ἐπιγράφομεν· ὥσπέρ γε
3. καὶ τὴν ἑξῆς αὐτῇ τετράβιβλον ἑτέραν περὶ τῶν ἐν τοῖς
4. σφυγμοῖς αἰτίων ἐποιησάμεθα· καὶ τετάρτην ἐπὶ ταῖς εἰρημέναις
5. περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, οὐ λόγῳ μόνῳ,
6. ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς ἐπιδειξάμενοι τῆς τοιαύτης θεωρίας
7. τὸ χρήσιμον. καὶ εἴ τις ἡμῖν ἐπ’ ἀῤῥώστων συμπαρεγένετο,
8. τὴν τῶν βιβλίων θεωρίαν ἔργῳ διαδεικνυμένοις, οὗτος
9. ἐπείσθη τά τε ἄλλα καὶ ὡς οὐκ ἔστιν οὔτ’ ἴδιος οὔτ’ ἀχώριστος
10. τῶν πυρετῶν τούτων ὁ σκληρὸς σφυγμός. ἀλλ’ οὐ
11. νῦν περὶ τούτου καιρός· ἔν τε γὰρ ταῖς εἰρημέναις πραγματείαις
12. καὶ δι’ ἑτέρας ὀκτωβίβλου, καθ’ ἣν ἐπισκοπούμεθα τὸ
13. περὶ τῶν σφυγμῶν Ἀρχιγένους βιβλίον, αὐτάρκως ἐπιδέδεικται
14. τὰ τοιαῦτα συμπτώματα. νυνὶ δὲ ὅσον εἰς τὰ παρόντα
15. χρήσιμον, εἰρήσεται. ὁ σκληρὸς σφυγμὸς οὐκ ἔστιν οὔτ’ ἴδιος
16. οὔτ’ ἀχώριστος οὐδενὸς γένους πυρετῶν, οὔτε τῶν ἐφημέρων
17. οὔτε τῶν ἐπὶ χυμοῖς οὔτε τῶν ἑκτικῶν· σύνεστι δὲ ὡς τὰ
18. πολλὰ μὲν τοῖς ἑκτικοῖς, ἔστι δὲ ὅτε καὶ τοῖς ἄλλοις δύο
1. γένεσι κατά τι σύμπτωμα· τοῖς μὲν ἐφημέροις, ἐπειδὰν ἐπ’
2. ἐμψύξει σφοδρᾷ πυρέττωσιν, ἤ τις αὐτοῖς συνυπάρχῃ τάσις
3. νευρώδης· ἔστι δ’ ὅτε καὶ δι’ ἔγκαυσιν ἰσχυρὰν, ἢ κόπον ἅμα,
4. ἢ ἔνδειαν τροφῆς, ἢ ἀγρυπνίαν ἄμετρον, ἢ κένωσιν, ὅταν
5. ἐπ’ ἐνδείᾳ τροφῆς καὶ ταῦτα συστῇ· τοῖς δὲ ἐπὶ σήψει χυμῶν
6. σκληρὸς ὑπάρχει σφυγμὸς, ἐπειδὰν ἤτοι φλεγμαίνῃ τι σπλάγχνον,
7. ἢ σκιῤῥωθῇ, καὶ κατὰ σύμπτωμα δέ τι συνὸν, ἤτοι
8. νευρώδη τινὰ τάσιν, ἢ ξηρότητα, γένοιτ’ ἂν καὶ οὕτως σκληρὸς
9. ὁ σφυγμὸς, ὥσπερ καὶ τοῖς ἀκαίρως πιοῦσι ψυχρὸν, ἢ
10. λουσαμένοις ἐν ψυχρῷ, καί τινας ὀπώρας προσενεγκαμένοις
11. δαψιλῶς. κατ’ αὐτὸν δὲ τὸν τοῦ πυρετοῦ λόγον, ᾗ πυρετός
12. ἐστιν, οὐδέποτε γίνεται σκληρὸς ὁ σφυγμὸς οὔτε τοῖς ἐφημέροις
13. πυρετοῖς οὔτε τοῖς ἐπὶ σήψει χυμῶν· οὐδὲ γὰρ ὅταν ἐπὶ
14. φλεγμονῇ πυρέττωσι, κατὰ τὸν αὐτὸν λόγον ὅ τε πυρετὸς
15. ἕπεται καὶ ἡ τοῦ σφυγμοῦ σκληρότης· ἀλλὰ ὁ μὲν πυρετὸς
16. ἐπὶ σήψει τῶν χυμῶν, ἡ δὲ σκληρότης ἐπὶ τῇ διὰ τὴν συμπλήρωσιν
17. τῶν ἀγγείων τάσει. συλλήβδην γὰρ εἰπεῖν ἡ σκληρότης
18. τοῖς χιτῶσι τῶν ἀρτηριῶν ἐγγίγνεται, ἢ διὰ πῆξιν,
1. ἢ τάσιν, ἢ ξηρότητα. πῆξιν μὲν οὖν αἱ ἰσχυραὶ καταψύξεις
2. ἐργάσονται· τάσιν δὲ αἵ τε φλεγμοναὶ καὶ οἱ σκίῤῥοι καὶ
3. ἡ τῶν νεύρων ἀνάλογος φλεγμοναῖς διάθεσις· ξηρότητα
4. δὲ αἵ τε κενώσεις αἱ πολυχρόνιοι, ἢ διὰ ῥεῦμα γαστρὸς, ἢ
5. λειεντερίαν, ἢ δυσεντερίαν, ἢ ἐμέτους μακροὺς, ἤ τι τοιοῦτον
6. ἕτερον, ὅ τε πολυχρόνιος λιμὸς, οἵ τε καυσώδεις τῶν
7. πυρετῶν οἱ μακροὶ, καὶ τὸ σύμπαν εἰπεῖν, ὅσοι ξηραίνουσιν
8. ἰσχυρῶς αὐτοῦ τοῦ ζώου τὰ μόρια τὰ στερεὰ, καθάπερ
9. οὖν καὶ οἱ ἑκτικοὶ πυρετοὶ, περὶ ὧν ἤδη λέγειν καιρὸς,
10. ἀπὸ τῆς γενέσεως αὐτῶν ἀρξαμένους.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 1.9, ed. Kühn, 1824, vol. 7, p. 304-313. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩