10. Οἷον αὐτίκα τῶν διὰ τρίτης παροξυνομένων
11. διαλειπόντων πυρετῶν ὅσοις μὲν ὅ τε χρόνος ὁ τοῦ παροξυσμοῦ
12. βραχὺς, ἥ τε εἰσβολὴ μετὰ ῥίγους ἐστὶ, καὶ ἡ λύσις
13. ἐφ’ ἱδρῶσι καὶ χολεμεσίαις, ἢ τῆς κάτω γαστρὸς ὑπαγούσης
14. χολώδη, τούτοις μὲν ὄνομα κεῖται τριταῖος ἀκριβής· ὅσοις δ’
15. ἐλλείπει τι τούτων, οὐκέτ’ ἀκριβὴς, ἀλλ’ ἁπλῶς τριταῖος
16. ὀνομάζεται. ἐὰν δὲ καὶ τὸ διάλειμμα μικρότερον ἔχωσι, μηκυνθέντος
17. δηλονότι τοῦ παροξυσμοῦ, τριταῖον τοῦτον ὀνομάζουσι
18. παρεκτείνοντα, καί τοι καὶ αὐτοῦ τούτου πολλὴν ἐν
1. τῷ μᾶλλόν τε καὶ ἧττον ἔχοντος τὴν διαφοράν. ἔστι μὲν δήπου
2. τὸν μέν τινα καλεῖν ἁπλῶς οὕτως μεμηκυσμένον, ὅστις
3. ἂν, οἶμαι, τέτταρας καὶ εἴκοσιν ὥρας τοῦ παροξυσμοῦ ποιησάμενος
4. ἀπυρέτους ἴσχῃ τὰς λοιπάς· τὸν δέ τινα μεμηκυσμένον
5. ἱκανῶς, ὅστις ἂν ἀμφὶ τὰ τριάκοντα ὥρας τὸν πυρετὸν
6. ἐκτείνῃ· καί τινα πρὸς τούτοις ἐπιπλέον μεμηκυσμένον, ὃς
7. ἂν εἰς ἓξ καὶ τριάκοντα προέρχηται· καί τινα ἕτερον ἐπιπλεῖστον,
8. ὃς ἂν εἰς τεσσαράκοντα καὶ πλείους ἔτι παρεκτείνηται.
9. περιορίζειν δὲ ἀκριβέσιν ὅροις ἕκαστον τῶν εἰρημένων οὐκ ἐγχωρεῖ
10. διὰ σωριτικὴν ἀπορίαν· οὐ μὴν οὐδ’ ἀναγκαῖόν ἐστι
11. τοιαύτην ὀνομάτων ἀκρίβειαν ζητεῖν, ἐνόν γε ἡμῖν καὶ χωρὶς
12. αὐτῆς δηλοῦν τοῖς πέλας ἀκριβῶς ὑπὲρ ἑκάστου τῶν νοσούντων,
13. καὶ θεραπεύειν ὀρθῶς καὶ προγιγνώσκειν τὸ ἀποβησόμενον.
14. ὑποκείσθω γὰρ τόνδε τινα πέντε καὶ δέκα μὲν ὥρας
15. πυρέττειν, ἀπύρετον δὲ γίγνεσθαι τρισὶ καὶ τριάκοντα, καὶ
16. τοῦθ’ ἑξῆς αὐτῷ κατ’ ἀναλογίαν ἀπαντᾷν. εὔδηλον δ’ ὅτι καὶ
17. τὸν καιρὸν τῆς τροφῆς εἴσεταί τις ἔκ τε τοῦ κατὰ τὸν παροξυσμὸν
18. καὶ τὸ διάλειμμα χρόνου, καὶ καθ’ ὅσον ἐκ χρόνου
19. δυνατόν ἐστι λαβεῖν εἰς πρόγνωσιν καὶ θεραπείαν χρηστὸν,
1. ἕξει καὶ τοῦθ’ ἱκανῶς ἄνευ τοῦ ζητεῖν, εἴτε τριταῖον ἁπλῶς
2. χρὴ καλεῖν τὸν τοιοῦτον πυρετὸν, εἴτε καὶ μετά τινος ἑτέρας
3. προσθήκης ἀφοριζούσης τὴν διαφοράν. ἀλλὰ καὶ δηλῶσαι
4. βουλόμενος ἑτέρῳ τὸν τοῦ κάμνοντος πυρετὸν ὁποῖός τίς
5. ἐστιν, ἀκριβέστερον δηλώσει τό τε τοῦ παροξυσμοῦ καὶ τὸ
6. τοῦ διαλείμματος εἰπὼν μῆκος, ἢ ζητῶν ὄνομα σαφῶς καὶ
7. ἀφωρισμένως ἐνδείξασθαι, ταὐτὸν δυνάμενον. αὕτη
8. μὲν οὖν ἡ ἀρίστη διήγησις καὶ διδασκαλία. δευτέρα δὲ ἣν
9. ὀλίγον ἔμπροσθεν εἶπον, ἀκριβῆ τινα τριταῖον ὀνομάζων, καὶ
10. ἄλλον ἁπλῶς τριταῖον, εἶτ’ ἄλλον ἠρέμα μεμηκυσμένον, εἶτ’
11. ἄλλον ἱκανῶς, ἕτερον δὲ ἐπὶ πλέον, εἶτ’ ἄλλον ἐπὶ πλεῖστον.
12. ἀσαφεστάτη δὲ καὶ χειρίστη πασῶν ἡ πρώτη λελεγμένη, καθ’
13. ἣν ἐρίζουσι καὶ φιλονεικοῦσι καθ’ ἡμέραν πρὸς ἀλλήλους οἱ
14. νεώτεροι τῶν ἰατρῶν, οὐδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὅτι περὶ
15. ὀνόματος ἐρίζουσιν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἴσως ἧττον
16. ἄν τις θαυμάσειε· Ἀγαθίνου δὲ πάνυ θαυμάζειν ἄξιον, εἴπερ
17. ἐκτείνοντά τινα καλῶν ἀμφημερινὸν καὶ τεταρταῖον, ἐπὶ τοῦ
18. τριταίου τὴν ἀναλογίαν οὐκ ἐφύλαξεν, ἀλλ’ ὃς ἂν ἐπὶ πλέον
1. ἐκταθῇ ἐν τῷ παροξυσμῷ, τοῦτον ἡμιτριταῖον ὀνομάζει.
2. ἅλις ἤδη μοι τοῦ περὶ ὀνομάτων λόγου, κινδυνεύω γὰρ οὖν
3. κᾀγὼ πλείονα χρόνον ἢ προσήκει διατρίβειν ἐν αὐτοῖς. ἐπανελθεῖν
4. οὖν μοι καιρὸς εἰς τὴν τῶν ὑπολοίπων πραγμάτων
5. ἐπίσκεψιν.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 2.10, ed. Kühn, 1824, vol. 7, p. 371-374. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩