17. Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ
18. εἰκότα, τὴν αἰτίαν ἐπισκεψώμεθα τῶν ὀνομαζομένων συνόχων
1. πυρετῶν. θαυμαστὸν γὰρ εἶναί μοι δοκεῖ, πολλάκις μὲν
2. ἄχρι τῆς τετάρτης ἢ πέμπτης, ἐνίοτε δὲ καὶ μέχρι τῆς ἑβδόμης
3. ἡμέρας ἕνα παροξυσμὸν ἀπ’ ἀρχῆς ἐπ’ αὐτῶν ἄχρι τελευτῆς
4. γίνεσθαι. καί τοι γ’ εἴ τις ἀκριβῶς ἐπισκέπτοιτο, θαυμασιώτερόν
5. ἐστι τὸ κατὰ περίοδον παροξύνεσθαί τινας πυρετούς.
6. ὃ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴπομεν παράδειγμα τῆς κόπρου τῆς
7. κατὰ μέρος σηπομένης, οὐ πάνυ τι συμβαίνειν δύναται ἐν
8. τῷ τοῦ ζώου σώματι μιγνυμένων τῶν σηπομένων χυμῶν τοῖς
9. ἀσήπτοις ἑτοίμως, ἅτε συμπνοίας οὔσης καὶ συῤῥοίας ἐκ
10. πάντων εἰς πάντα. οὔκουν οἷόν τε γίνεσθαι τὴν σηπεδόνα
11. καθ’ ἕν τι μέρος ἄλλοτε ἄλλο, πλὴν εἰ φλεγμονὴ δήσασα
12. κατέχει τὸν ἀρξάμενον σήπεσθαι χυμόν. ἐπεὶ τοίνυν εἰς
13. τοὐναντίον ὁ λόγος περιέστησε, χαλεπώτερον δέ ἐστιν ἐξευρεῖν
14. τὴν αἰτίαν τῶν κατὰ περίοδον παροξυνομένων πυρετῶν
15. ἤπερ τῶν συνόχων, πειρατέον ὑπὲρ ἀμφοῖν διελθεῖν, οὐδ’
16. ἐνταῦθα μηκύνοντας οὐδ’ ἀντιλέγοντας τοῖς ἐσφαλμένοις,
17. ἀλλ’ ὥσπερ ἐν ἅπασι τοῖς ἔμπροσθεν ἐποιήσαμεν, αὐτὰ τὰ
18. ἀληθῆ μόνα διερχόμενοι, ἐξ ὧν ὁρμώμενος ἄν τις εὑρίσκειν
1. δύναιτο καὶ τὰ τοῖς ἄλλοις διημαρτημένα. ἀρκτέον δὲ ἀπὸ
2. τῶν ἐναργέστατα φαινομένων, ἅπερ εἰσιν ὀφθαλμίαι τέ τινες,
3. αἱ μὲν καθ’ ἑκάστην ἡμέραν, αἱ δὲ διὰ τρίτης ἡμέρας παροξυνόμεναι.
4. φαίνονται δὲ καὶ ὤτων ἀλγήματα, καὶ κεφαλῆς
5. ἤτοι συμπάσης, ἢ καὶ τοῦ ἡμίσεως, ὃ δὴ προσαγορεύουσιν
6. ἡμικρανίαν· ἐνίοις δὲ καὶ ποδάγρα καὶ ἀρθρῖτις ὁρᾶται κατὰ
7. περίοδον παροξυνομένη. ὥσπερ οὖν ἐπὶ τῶν τοιούτων
8. ἁπάντων ἰδεῖν ἔστι καὶ τὰς φλέβας ἐν τοῖς παροξυνομένοις
9. μέρεσιν εἰς ὄγκον αἰρομένας, καὶ τὴν φλεγμονὴν αὐξανομένην,
10. καὶ τὰς ὀδύνας ἐπιτεινομένας, καὶ ῥεῦμα περιττόν που προχεόμενον
11. ἔξω, οὕτω χρὴ νοῆσαι κᾀπὶ τῶν ἐντὸς ὅσα μὴ φαίνεται
12. τὴν αὐτὴν ἀναλογίαν σωζομένην ἔχοντα. ὥστε καὶ τὴν
13. ἐν τῇ πλευρίτιδι καὶ τὴν ἐν τῇ περιπνευμονίᾳ φλεγμονὴν
14. ἐξαίρεσθαι μὲν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, διαφορεῖσθαι
15. δὲ καὶ προστέλλεσθαι κατὰ τὰς παρακμάς. ὅπως δὲ
16. γίνεται τοῦτο, τάχ’ ἂν εὕροιμεν, εἰ περὶ γενέσεως φλεγμονῆς
17. καὶ τῶν καλουμένων ῥευματικῶν διαθέσεων ἀναμνησθείημεν,
18. ὅσα δι’ ἑτέρων ἡμῖν ἐν τῷ περὶ ἀνωμάλου δυσκρασίας ἀποδέδεικται.
1. σὺν ἐκείνοις γὰρ ὅσον ἴδιόν ἐστι τοῦ νῦν λόγου
2. προστεθὲν, ἀποχρήσει τοῖς παροῦσι ζητήμασι.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 2.13, ed. Kühn, 1824, vol. 7, p. 378-381. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩