Galenus. De differentiis febrium (De diff. febr.) [n° 048 Fichtner] [GalLat]

Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).

De differentiis febrium, 2.14, ed. Kühn, 1824, vol. 7, p. 381-384. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.14

3. Τὸ τοίνυν ἐπιφερόμενον τοῖς ὀφθαλμοῖς
4. ῥεῦμα συγχωροῦσι μὲν ἅπαντες ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεῖν,
5. ἥτις δέ ἐστιν αἰτία, δι’ ἣν ἐν ὡρισμένῃ περιόδῳ πολλάκις
6. ἐπιῤῥεῖ, λέγειν οὐκ ἔχουσιν, ὡς ἂν μὴ φιλοσοφήσαντες
7. ὑπὲρ τῶν φυσικῶν δυνάμεων, ὑπὲρ ὧν ἐν τρισὶ βιβλίοις
8. ἡμεῖς ἐγράψαμεν, ἀποδεικνύντες ὡς αἱ πᾶσαι τέσσαρές εἰσιν,
9. ὑφ’ ὧν τά τε φυτὰ καὶ τὰ ζῶα διοικεῖται. μία μὲν οὖν
10. ἐστιν ἡ τῶν οἰκείων ἑλκτική· δευτέρα δὲ ἡ καθεκτικὴ τούτων·
11. καὶ τρίτη πρὸς ταύταις ἡ ἀλλοιωτική· καὶ τετάρτη γε πρὸς
12. αὐταῖς ἡ τῶν ἀλλοτρίων ἀποκριτική. διττὸν δὲ δή που τὸ
13. ἀλλότριόν ἐστιν ἅπασι τοῖς οὖσι, τὸ μὲν τῷ ποιῷ, τὸ δὲ τῷ
14. ποσῷ. ἀθροίζεται μὲν οὖν τοῦτο διὰ τὴν ἐν τοῖς μορίοις
15. τῶν δυνάμεων ἰσχὺν καὶ ἀῤῥωστίαν. ἂν μὲν γὰρ ἰσοσθενεῖς
16. ὑπάρχωσιν, οἵ τ’ ἐξοχετεύοντες πόροι τὰ περιττώματα
17. κατὰ φύσιν ἔχωσιν, ὑγιαίνει τὰ μόρια· πλείονος δὲ ἀχθέντος
18. ἢ ὅσον ἀλλοιοῦται, τὸ περιττὸν ἅπαν ἀναγκαῖον ἀποκρίνεσθαι,
1. πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθούμενον· εἰ δ’
2. ἀῤῥωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, καὶ τὸ μὲν πολὺ
3. βαρῦνόν τε καὶ διατεῖνον αὐτὸ, τὸ δὲ δριμὺ διαβιβρῶσκόν
4. τε καὶ δάκνον, ὥσπέρ γε καὶ τὸ μὲν θερμὸν θερμαῖνον, τὸ
5. δὲ ψυχρὸν ψύχον. ἐναργῶς δὲ φαίνεται ταῦτα κᾀπὶ τῶν
6. κατὰ τὴν γαστέρα. προσενεγκάμενοι γάρ τινες ἔσθ’ ὅτε σιτία
7. πλέονα, ποτὲ μὲν ἐμεῖν ἀναγκάζονται ναυτιάσαντες, ἐνίοτε
8. δὲ διαῤῥοίαις ἁλίσκονται. ὅπερ οὖν ἐνταῦθα διὰ μεγίστων
9. εὐρυχωριῶν ἐκκρίνεται πρός γε τὸ ἐκτὸς ἐξερευγομένων
10. τὸ περιττὸν, τοῦτ’ ἐν ἄλλοις μέλεσι τοῦ ζώου διὰ λεπτῶν
11. πόρων οὐκ ἐκτὸς, ἀλλ’ ἐξ ἑτέρων εἰς ἕτερα μεταῤῥεῖ μέρη,
12. ὠθούντων μὲν αὐτὸ τῶν ἰσχυροτέρων, ὑποδεχομένων δὲ τῶν
13. ἀσθενεστέρων. ὠθεῖται δ’ αὖθις κᾀκ τούτων εἰς ἕτερα, καὶ
14. ἐξ ἐκείνων εἰς ἄλλα καταῤῥεῖ, μέχριπερ ἂν εἰς τὰ πάντων
15. ἀσθενέστερα κατασκήψῃ. παλινδρομῆσαι δ’ αὖθις εἰς ἕτερα
16. ἐντεῦθεν τῶν ἰσχυροτέρων ἀδύνατον αὐτὸ, καὶ διὰ τοῦτο
17. κατά γε τὰς πληθώρας καὶ κακοχυμίας τὰ πάντων ἀσθενέστερα
18. μόρια τὰ μὲν φλεγμοναῖς ἁλίσκεται, τὰ δ’ ἐρυσιπέλασι, 
1. τὰ δὲ ἕρπησι, τὰ δ’ ἄλλῳ τινὶ παθήματι, τὰ δὲ καὶ τὴν καλουμένην
2. ἴσχει ῥευματικὴν διάθεσιν, ὑπὲρ ἧς ἰδίᾳ μοι γέγραπται.
3. θαυμαστὸν οὖν οὐδὲν, ἤτοι τὸν ἐγκέφαλον, ἢ καὶ
4. σύμπασαν ἐνίοτε τὴν κεφαλὴν, ἀθροίσασάν τι περιττὸν, ἐπί
5. τι τῶν ἀσθενεστέρων ἀπώσασθαι μορίων, ἢ οὖς, ἢ ὀφθαλμοὺς,
6. ἢ κρόταφον, ἢ χεῖλος, ἢ ὀδόντας, ἢ γνάθον, ἢ οὐρανίσκον,
7. ἢ οὖλα, καὶ γαργαρεῶνα, καὶ παρίσθμια, καὶ τοὺς
8. ἀδένας τοὺς ἐνταῦθα· κᾀπειδὰν τούτων μηδὲν ἀσθενὲς ᾖ, καὶ
9. θώρακι, καὶ πνεύμονι, καὶ φάρυγγι, καὶ στομάχῳ, καὶ γαστρὶ
10. καταπέμπειν τὸ ῥεῦμα. καθάπερ οὖν ἡ κεφαλὴ πολλάκις
11. ἑκάστῳ τῶν εἰρημένων αἰτία γίνεται νοσήματος, οὕτω καὶ
12. τῆς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα φλεγμονῆς τῶν ὁμιλούντων
13. τι μορίων, ἢ καὶ νὴ Δία τῶν ποῤῥωτέρω κειμένων ἓν ἢ
14. καὶ πλείω γεννᾷ τε καὶ αὐξάνει, καὶ ἀποῤῥεῖ, καὶ κατὰ περίοδον
15. παροξύνει. καὶ οὐδὲν θαυμαστὸν ὅμοιόν τι συμβαίνειν
16. αὐτοῖς πάθημα τῇ κατὰ τὴν γαστέρα τῶν περιττωμάτων
17. ἐκκρίσει. ὥσπερ οὖν εἴ τις ἑώρα μὲν, ὅσον ἐκκρίνεται
18. καθ’ ἑκάστην ἡμέραν, ἠγνόει δὲ τὴν αἰτίαν τῆς ἐκκρίσεως,
1. ἐθαύμαζεν ἂν τὴν τάξιν· οὕτως ὅστις οὐκ οἶδεν οὔτε τῆς γενέσεως
2. τῶν ἐν τῇ κεφαλῇ περιττωμάτων οὔτε τῆς ἐκκρίσεως
3. τὴν αἰτίαν, ἀγνοεῖ δὲ καὶ διὰ τί τὰ μὲν εἰς τὸ ἐκτὸς ἀποῤῥεῖ,
4. τὰ δ’ εἰς ἕτερόν τι μεταῤῥεῖ μόριον, ἀπορεῖ τε καὶ θαυμάζει
5. τὴν ἀναλογίαν τῆς ἐπιῤῥοῆς. ὡσαύτως δὲ καὶ ὅστις οὐκ
6. οἶδεν οὔτε τὰ πέμποντα τῷ ἥπατι τὸ περιττὸν οὔτε τὴν
7. αἰτίαν, καθ’ ἣν ἐπιπέμπεται, θαυμάζει τὴν ἀναλογίαν
8. τῶν ἐφ’ ἥπατι πυρετῶν, ὁ δέ γε γνοὺς, ὅτι τὸ κατασκῆπτον
9. εἰς τὸ σπλάγχνον ῥεῦμα τήν τε πρώτην εἰργάσατο
10. τῆς φλεγμονῆς ἀρχὴν καὶ τοῦ μετὰ ταῦτα παροξύνεσθαι τὸ
11. πεπονθὸς αὐτὸ τὴν αἰτίαν ἔχει, πέπαυται θαυμάζων.

Cliquer un n° de page pour en afficher l’image