Galenus. De differentiis febrium (De diff. febr.) [n° 048 Fichtner] [GalLat]

Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).

De differentiis febrium, 2.2, ed. Kühn, 1824, vol. 7, p. 336-339. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.2

8. Τῶν μὲν οὖν διαλειπόντων τρεῖς εἰσιν αἱ
9. πᾶσαι διαφοραὶ, ἀμφημερινὸς, τριταῖος, καὶ τεταρταῖος·
10. ἐπὶ φλέγματι μὲν ὁ ἀμφημερινὸς σαπέντι· ἐπὶ δὲ ταῖς χολαῖς
11. ἑκατέραις, τῇ ξανθῇ μὲν ὁ τριταῖος, τῇ μελαίνῃ δὲ ὁ τεταρταῖος.
12. τῶν δὲ συνεχῶν ἐπὶ μὲν τῇ ξανθῇ χολῇ διττὸν εἶδος,
13. ἓν μὲν τὸ τῶν συνόχων ὀνομαζομένων, ὧν ὁ σύμπας χρόνος
14. εἷς παροξυσμός ἐστιν ἀπ’ ἀρχῆς ἄχρι λύσεως· ἕτερον δὲ τὸ
15. τῶν ὁμωνύμως τῷ γένει λεγομένων συνεχῶν, ἐν πολλαῖς
16. ταῖς κατὰ μέρος περιόδοις προερχομένων. τῶν μὲν οὖν
17. συνόχων αἱ πᾶσαι τρεῖς εἰσιν αἱ διαφοραί. τινὲς μὲν γὰρ
18. αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς ἶσοι διαμένουσι·
1. τινὲς δὲ παραυξάνονται κατὰ βραχύ· τρίτοι δ’ ἄλλοι μειοῦνται
2. κατὰ βραχύ. καί τινες ὀνόματα τοῖς μὲν πρώτοις ὁμοτόνους
3. τε καὶ ἀκμαστικοὺς ἔθεντο· τοῖς δὲ δευτέροις ἀναβατικούς τε
4. καὶ ἐπακμαστικούς· τοῖς δὲ τρίτοις παρακμαστικούς. τῶν
5. δὲ συνεχῶν δύο μέν εἰσιν αἱ πρῶται διαφοραὶ, τῶν μὲν διὰ
6. τρίτης μόνον παροξυνομένων, ἑτέρων δὲ κᾀν τῇ μέσῃ φερόντων
7. παροξυσμόν. οὗτοι μὲν οὖν οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα
8. κέκτηνται· τοὺς δὲ διὰ τρίτης παροξυνομένους ἐγὼ μὲν
9. ὀνομάζω τριταιοφυεῖς, οὐ μὴν κωλύω γε τὸν βουλόμενον ἕτερον
10. αὐτοῖς ἐπιφέρειν ὄνομα, φυλαττομένης τῆς ἐν τοῖς
11. πράγμασι διαφορᾶς. ἄλλη μὲν γάρ ἐστι φύσις, ὅταν εἰς
12. ἀπυρεξίαν παύωνται, ἄλλη δ’ ὅταν εἰς παρακμὴν πυρετώδη
13. τελευτῶσιν οἱ διὰ τρίτης συνεχεῖς παροξυνόμενοι πυρετοί·
14. καὶ πρὸς τούτοις ἔτι φύσις ἑτέρα τίς ἐστι τῶν καὶ ἐν τῇ
15. μέσῃ παροξυνομένων. ἡμιτριταῖον δὲ τούτων οὐδένα καλῶ,
16. οὐ μὴν οὐδὲ κωλύω τοὺς βουλομένους ὀνομάζειν οὕτως, εἴ μοι
17. τοῦθ’ ἓν μόνον φυλάττοιτο πρὸς αὐτῶν, τὸ μηδεμίαν 
1. ἰδέαν παραλείπεσθαι πυρετοῦ, λέγεσθαι δὲ ἐφεξῆς ἁπάσας,
2. ὡς ἐγὼ νῦν ἐνεστησάμην τόνδε τὸν λόγον. τῶν γὰρ κᾀν τῇ
3. μέσῃ παροξυνομένων συνεχῶν ἔνιοι μὲν ἐν ἀμφημερινοῦ σχήματι
4. προέρχονται, τοὺς δύο παροξυσμοὺς ὁμοιοτάτους ἀλλήλοις
5. ποιούμενοι· τινὲς δ’ ἀνομοίους ἔχοντες τοὺς δύο, τῷ
6. μὲν πρώτῳ τὸν τρίτον ὁμοιότατον ἴσχουσι, τῷ δὲ δευτέρῳ
7. τὸν τέταρτον, ἐν σχήματι δυοῖν τριταίων προϊόντες. οὗτοι
8. μὲν ἐπὶ χολώδει μᾶλλον· οἱ δὲ καθ’ ἑκάστην ἡμέραν ὁμοίως
9. παροξύνοντες ἐπὶ φλεγματικωτέρῳ συνίστανται χυμῷ. τρίτον
10. δ’ ἄλλο γένος ἐστὶ τῶν συνεχῶν πυρετῶν σπανίως γιγνόμενον,
11. ἐπειδὰν ὁ παροξυσμὸς ἐν σχήματι τεταρταίου περιόδου
12. προέρχηται μὴ παυόμενος εἰς ἀπυρεξίαν. γίγνεται δὲ ὥσπερ
13. ὁ διὰ τρίτης ἔστιν ὅτε διπλοῦς καὶ τριπλοῦς, οὕτω καὶ οὗτος
14. οὐ μόνον διπλοῦς, ἀλλὰ καὶ τριπλοῦς. αἱ μέν τοι τοιαῦται
15. τῶν πυρετῶν ἐπιπλοκαὶ τῆς περὶ τύπων εἰσὶ θεωρίας
16. ἴδιαι. τῶν δ’ ἐπὶ χυμοῖς ἀναπτομένων ἁπλῶν πυρετῶν αἱ
17. σύμπασαι διαφοραὶ τοσαῦται τὸν ἀριθμόν εἰσιν, ὅσαι περ
18. εἴρηνται νῦν· ἐξ ἐπιμιξίας δ’ αὐτῶν ἕτεραί τινες γίνονται,
1. περὶ ὧν ἐφεξῆς ἐρῶ, πρότερόν γε περὶ τῶν ἁπλῶν ἔτι τὸ
2. λεῖπον προσθεὶς, ὡς ὅστις ἂν ἀκριβῶς ἁπλοῦς ᾖ πυρετὸς, ἓν
3. εἶδος οἷον κανόνα τινὰ κεκλήρωται τῶν νῦν ὑφ’ ἡμῶν λεχθησομένων·
4. ὅστις δ’ ἂν τοῦτο νοθεύσῃ κατά τι, κατὰ τοσοῦτον
5. ἀποχωρεῖ τῶν ἁπλῶν πυρετῶν.

Cliquer un n° de page pour en afficher l’image