3. Ἔστι δ’ ἕτερος ἀκριβὴς ἁπλοῦς πυρετὸς,
4. ἐπὶ φλέγματι σηπεδονώδει διὰ τῶν αἰσθητικῶν σωμάτων ὑπὸ
5. τῆς φύσεως ὠθουμένῳ γιγνόμενος. ἄρχεται μὲν ἀπὸ καταψύξεως
6. τῶν ἄκρων καὶ φρίκης μᾶλλον ἢ ῥίγους· δυσεκθέρμαντος
7. δ’ ἐστὶ καὶ πολυχρόνιον ἔχει τὴν ἀνάβασιν ὡς ἐπὶ τὴν
8. ἀκμὴν, ἐπειδὴ καὶ ὁ χυμὸς, ἐφ’ ᾧ συνίσταται, ψυχρὸς
9. μέν ἐστι καὶ ὑγρὸς τὴν κρᾶσιν, γλίσχρος δὲ τὴν σύστασιν.
10. δυσέξαπτός τε οὖν ἐστι διὰ ταῦτα καὶ βραδύπορος, καὶ
11. πολλαχόθι κατὰ τοὺς πόρους ἰσχόμενος θλίβει μὲν ἐνίοτε καὶ
12. βαρύνει τὴν δύναμιν, ἀνωμάλους δὲ καὶ πλέον ἀμυδροὺς ἐργάζεται
13. καὶ μικροὺς τοὺς σφυγμοὺς ἔν τε ταῖς εἰσβολαῖς καὶ
14. τῶν ἀναβάσεων ἐν τοῖς πρώτοις. γίγνεται μὲν οὖν καὶ τῷ
15. χολώδει πυρετῷ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἕκαστον
16. τῶν εἰρημένων περὶ τὸν σφυγμὸν παθημάτων, ἀλλ’ ἐπ’ ἐκείνου
17. μὲν ἐν τάχει καθίσταται τά τε ἄλλα καὶ ἡ ἀνωμαλία, τὰ
18. πολλὰ μηδὲ συνεισβάλλουσα τοῖς τοιούτοις πυρετοῖς· ἡ θερμασία
1. δὲ οὐ μετὰ πολὺ τοῦ παύσασθαι τὸ ῥῖγος ἐξάπτεται
2. λαμπρὰ, καθάπερ τι πῦρ ἀκριβῶς καθαρὸν, οὐδὲ μιᾶς ἐμφερομένης
3. αὐτῷ καπνώδους ἀχλύος. τὴν δὲ τοῦ φλεγματώδους
4. χυμοῦ θερμασίαν εἰκάσαις ἂν πυρὶ καπνώδει ξύλων χλωρῶν
5. ἐξαπτομένων. ταῦτ’ ἄρα καὶ κενώσεις ἐπ’ αὐτοῦ βραχεῖαι,
6. καὶ τὸ μῆκος τοῦ παροξυσμοῦ μακρότερον γινόμενον,
7. ὅ τε χρόνος ὁ τοῦ διαλείμματος οὐχ ὁμοίως τῷ πρώτῳ καθαρὸς,
8. ἀλλ’ ἀεὶ τὸ τῆς σήψεως τοῦ χυμοῦ διαφυλάττων γνώρισμα
9. κατὰ τήν τε θερμότητα καὶ τοὺς σφυγμούς. ἐναργέστατον
10. δὲ κᾀν τούτῳ τῷ πυρετῷ περὶ τὰς εἰσβολάς τε καὶ τὰς
11. ἐπιδύσεις τῶν παροξυσμῶν ἐστι τὸ τῆς σήψεως σημεῖον· ὅμως
12. δ’ οὖν καὶ οὗτος, ὅταν ἀκριβὴς ᾖ, τοῖς πολλοῖς δοκεῖ καθαρὸν
13. ἔχειν τὸ διάλειμμα, καὶ ἡμεῖς οὕτως καὶ αὐτοὶ λέγομεν
14. οὐκ ὀλιγάκις, ὅταν ἄκαιρος ἡ ἀκριβολογία φαίνηται. συμβαίνει
15. δὲ φύσεσί τε σωμάτων καὶ ὥραις, καὶ χώραις καὶ καταστάσεσιν,
16. ἐπιτηδεύμασί τε καὶ διαίτῃ καὶ τοῖς ἄλλοις ἅπασι
17. τοῖς φλεγματώδεσι. παροξύνεται δὲ καθ’ ἑκάστην ἡμέραν, καί
18. τοι γ’ ἧττον ὑπάρχων θερμὸς τοῦ διὰ τρίτης τοῦ χολώδους.
19. ἀλλ’ ἔοικεν ἐκεῖνος μὲν, ἐπειδὴ τὸν χυμὸν εὐέξαπτον ἔχει, καὶ
1. ῥᾳδίως ἑκάστοτε διὰ λεπτότητα τὸ ζέσαν αὐτοῦ κατὰ τὸν
2. παροξυσμὸν ἐκκαθαίρεται σύμπαν, εἰς ἀπυρεξίαν τέ τινα καθαρωτέραν
3. ἰέναι καὶ βραχὺ μετὰ τὸν παροξυσμὸν ἐγκαταλείπειν
4. σπέρμα σηπεδονώδους θερμότητος· ὁ δ’ ἐπὶ τῷ φλέγματι
5. μήτε καθαίρεσθαι τελέως ἐν ταῖς παρακμαῖς τῶν
6. παροξυσμῶν, μήτ’ ὀλίγον ὑπολείπειν τὸ οἷον ὑποτυφόμενον.
7. ἐντεῦθεν ἆρα τό τε διάλειμμα πολὺ φαυλότερον
8. αὐτῷ καὶ τοῦ δευτέρου παροξυσμοῦ πρωϊαίτερον ἡ
9. εἰσβολή.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 2.4, ed. Kühn, 1824, vol. 7, p. 341-343. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩