10. Τὸ δὲ τρίτον γένος τῶν διαλειπόντων πυρετῶν
11. ὁ ἀκριβὴς τεταρταῖος, ὅταν ἐπὶ μόνῳ γίνηται τῷ μελαγχολικῷ
12. χυμῷ ψυχρῷ καὶ ξηρῷ τὴν κρᾶσιν ὑπάρχοντι,
13. κατὰ βραχὺ μὲν ὑποτύφεται καθάπερ τις λίθος, ἢ ὄστρακον,
14. ἢ ὀστοῦν, ἤ τι τῶν οὕτω ψυχρῶν καὶ ξηρῶν σωμάτων· ἐπειδὰν
15. δ’ ἐξαφθῇ τις ἐξ αὐτοῦ φλὸξ, οὐδὲν ὑπολείπει καπνῶδες,
16. οὐδὲ ἡμίκαυστον ἐπὶ τῷ παροξυσμῷ, καὶ διὰ τοῦτο κενώσεις
17. τε πλείονες ἐπὶ τούτῳ τῷ χυμῷ μᾶλλον ἢ τῷ φλεγματικῷ,
18. καὶ τὸ διάλειμμα καθαρὸν ἀκριβῶς εἶναι δοκεῖ τῷ κᾀνταῦθα
1. ἅπαν κενοῦσθαί τε καὶ διαφορεῖσθαι τὸ ἐξαφθὲν τοῦ μελαγχολικοῦ
2. χυμοῦ. διὰ τοῦτο δὲ καὶ τὸ ῥῖγος αὐτοῖς ἐστιν,
3. οἷον μάλιστα τοῖς ἐν κρύει καρτερῷ καταψυχθεῖσιν, οὐχ οἷόν
4. περ ἐνίοτε γίνεται τοῖς ἐγκαυθεῖσιν, ἢ κοπωθεῖσιν, ἢ ἐπὶ φαρμάκοις
5. θερμοῖς καὶ δάκνουσιν ἕλκει προσενεχθεῖσιν. ἀνάγκη
6. δὲ τοῦ τοιούτου πυρετοῦ προηγήσασθαι μὲν ὅσα χολὴν ἀθροίζει
7. μέλαιναν, ἐν ἐπιτηδεύμασι, καὶ διαίτῃ, καὶ καταστάσει,
8. καὶ ὥρᾳ, καὶ χώρᾳ, τὴν φύσιν τε καὶ ἡλικίαν εἶναι τοῦ
9. κάμνοντος μελαγχολικωτέραν. ὁ παροξυσμὸς δὲ καὶ τούτου
10. τοῦ πυρετοῦ τῷ μήκει τοῦ χρόνου τῷ τριταίῳ παραπλήσιος,
11. ἔστι δ’ ὅτε καὶ μακρότερος, ἔτι μένοντος ἀκριβῶς, ὡς
12. ἂν ἐπὶ ψυχροτέρῳ χυμῷ συνισταμένου. ἡ δ’ αἰτία παραπλήσιος
13. ἐπί τε τούτων ἐστὶ τῶν πυρετῶν καὶ τῶν ἄλλων ἁπάντων,
14. ἡ τὴν διαφορὰν ἐργαζομένη τοῦ μήκους τῶν παροξυσμῶν,
15. ὥσπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν ἀκριβῶν εἴρηται
16. τριταίων, ἐν πλήθει καὶ ποιότητι τοῦ χυμοῦ καὶ ῥώμῃ καὶ
17. ἀῤῥωστίᾳ δυνάμεως, ἔτι πρὸς τούτοις αὐτῇ τοῦ κάμνοντος τῇ
18. διαθέσει τὴν διαφορὰν ἔχουσα. καὶ γὰρ καὶ τἄλλα πάντα
19. αὐτοῖς ἀνάλογον ὑπάρχει τοῖς ἐπὶ τῷ πικροχόλῳ χυμῷ
1. συνισταμένοις. εἰ γοῦν μήτε σήποιτο μήτε φέροιτο σφοδρῶς
2. διὰ τῶν αἰσθητικῶν σωμάτων ὁ μελαγχολικὸς χυμὸς,
3. οὐκ ἂν ἀπεργάσεται τεταρταίαν περίοδον ἀκριβῆ. καὶ μὴν
4. καὶ τοῖς ἰκτεριώδεσι παθήμασιν ἀνάλογον αἱ ἐπὶ σπληνὸς
5. ἀῤῥωστίαι χρόνιαι μελαγχολικαὶ, καὶ δύσχροιαι περὶ τὸ σύμπαν
6. γίνονται σῶμα· καὶ τοῖς ἐρυσιπέλασιν ἐπὶ τῇ ξανθῇ χολῇ
7. συνισταμένοις ἀνάλογον οἵ τε καρκῖνοι καὶ αἱ φαγέδαιναι.
8. πυρέττουσι δ’ οὔτε ἐν τούτοις ἐξ ἀνάγκης οὔτ’ ἐν τοῖς μελαγχολικοῖς,
9. εἰ μὴ σαπείη πρότερον ὁ μελαγχολικὸς χυμός.
10. πειρᾶται μὲν γὰρ ἡ φύσις ἀεὶ ἑαυτῆς χρωμένη δυνάμεσιν ὁμοιοῦν
11. μὲν τοῖς τρεφομένοις ὅσον ἂν ἐγχωρῇ γενέσθαι χρηστὸν, ἐκκρίνειν
12. δὲ τὸ μὴ τοιοῦτον· ἢν δέ ποτε διὰ πάχος, ἢ πλῆθος,
13. ἢ γλισχρότητα τοῦ περιττώματος, ἤ τινα στέγνωσιν τῶν ὁδῶν,
14. ἢ καὶ διὰ τὴν ἑαυτῆς ἀσθένειαν ἀδυνατήσῃ πᾶν ἐκκρῖναι τὸ
15. μοχθηρὸν, ἀναγκαῖον αὐτῷ χρονίζοντι κατὰ τὸ τοῦ ζώου
16. σῶμα διαφθείρεσθαι. μένειν μὲν γὰρ οἷον ἦν ἐξ ἀρχῆς οὐδὲ
17. τῶν ἄλλων ὑγρῶν οὐδὲν δύναται, μή τι γε δὴ τὸ οὕτω φαῦλον,
1. ὡς μηκέτ’ ἐπιδέχεσθαι τὸν παρὰ τῆς φύσεως κόσμον,
2. ἀλλ’ ἤτοι πεττόμενον προστίθεταί τε καὶ ὁμοιοῦται τοῖς στερεοῖς
3. τοῦ ζώου μορίοις, ἢ διαφθείρεταί τε καὶ σήπεται.
4. οὕτω γὰρ καὶ τοῖς ἰκτεριώδεσι καὶ μελαγχολικοῖς, ὅταν ἐπὶ
5. πλείονα χρόνον ἐν τῷ σώματι μένωσιν οἱ χολώδεις χυμοὶ πλεονάζοντες,
6. ἐπιγίγνονται πυρετοί. πολλάκις δὲ καὶ ἡ κατὰ τὸ
7. ἧπαρ ἢ τὸν σπλῆνα διάθεσις ἤνεγκε πυρετὸν, ὅταν ἤτοι φλεγμονή
8. τις ἢ ἔμφραξις ἐργάζηται τὰ προειρημένα παθήματα.
9. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’ ὅταν ὁ φλεγματώδης πλεονάζῃ
10. χυμὸς, ἕπεται πυρετὸς, εἰ μὴ σαπείη πρότερον. ἐπὶ
11. τούτῳ μέν γε καὶ τὸ τοῖς παλαιοῖς ἀδύνατον εἶναι δοκοῦν
12. ὦπται πολλάκις. ἔστι δὲ τοῦτο τὸ χωρὶς πυρετοῦ ῥῖγος,
13. ἔστι δὲ οἷς μὲν ἅπαξ γινόμενον, ἔστι δὲ οἷς καὶ κατὰ περίοδον
14. ἐπὶ πλείους ἡμέρας, ἢ συνεχὲς ἀπ’ ἀρχῆς ἄχρι τέλους,
15. ἤτοι παντάπασιν οὕτω μέτριον, ὡς μηδ’ εἶναι δοκεῖν,
16. ὅταν ἡσυχάζωσιν, ἀλλὰ μόνον εἰ κινηθεῖεν, εἰς αἴσθησιν
17. ἥκειν, ἢ καὶ μειζόνως, ὡς καὶ χωρὶς τοῦ κινεῖσθαι διοχλεῖν.
18. ἀλλ’ ὅταν γε καὶ ὁ τοιοῦτος ἐν τῷ χρόνῳ διασαπῇ χυμὸς, οὐ
1. ῥιγοῦσι μόνον, ἀλλὰ καὶ πυρέττουσι. καὶ χρόνιός τε πάνυ
2. καὶ δύσλυτος ἐπιγίγνεται ταῖς τοιαύταις αἰτίαις ὁ πυρετὸς ἐν
3. ἀμφημερινοῦ σχήματι.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 2.5, ed. Kühn, 1824, vol. 7, p. 343-347. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩