Galenus. De differentiis febrium (De diff. febr.) [n° 048 Fichtner] [GalLat]

Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).

De differentiis febrium, 2.7, ed. Kühn, 1824, vol. 7, p. 350-363. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.7

11. Μιχθέντος τοῦ σηπομένου φλέγματος, ἐφ’
12. ᾧ τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον ἐλέγομεν συνίστασθαι
13. πυρετὸν, τῷ πικροχόλῳ χυμῷ τῷ τὸν διὰ τρίτης ἐργαζομένῳ,
14. σύνθετός τε καὶ διπλῆ γίγνοιτ’ ἂν ἥ τε αἰτία καὶ
15. ἡ διάθεσις· ὁ μὲν γὰρ ἕτερος τῶν χυμῶν καθ’ ἑκάστην ἡμέραν
16. ἐπιφέρει τὸν παροξυσμὸν, ὁ δ’ ἕτερος διὰ τρίτης· ὥστε
17. τὴν μὲν ἑτέραν τῶν ἡμερῶν δύο ἔχειν παροξυσμοὺς, ἕνα δὲ
18. τὴν ἑτέραν, ὅταν γε μὴ συμπίπτωσιν ἐγγὺς ταῖς ὥραις οἱ
19. παροξυντικοὶ καιροί· συμπιπτόντων γὰρ, εἷς ἔσται συγκεχυμένος,
20. οὔτε τὴν τοῦ διὰ τρίτης οὔτε τὴν τοῦ καθ’ ἑκάστην
1. ἡμέραν ἀκριβῆ διαφυλάττων ἰδέαν. ἐπεὶ δ’ ἐστὶν ἑκατέρου
2. τῶν πυρετῶν διττὸν εἶδος, ἐπιπλοκαὶ γενήσονται τέσσαρες,
3. μία μὲν, ἐν ᾗ μίγνυται τριταῖος ἀμφημερινῷ, δευτέρα δὲ, ἐν
4. ᾗ τριταῖος τῷ καθ’ ἑκάστην ἡμέραν παροξυνομένῳ συνεχεῖ,
5. καὶ τρίτη μιχθέντος ἀμφημερινοῦ τῷ διὰ τρίτης συνεχεῖ, καὶ
6. τετάρτη καθ’ ἣν ὁ καθ’ ἑκάστην ἡμέραν παροξύνων συνεχὴς
7. μίγνυται τῷ διὰ τρίτης συνεχεῖ. ἑκάστων δὲ τῶν εἰρημένων
8. συμπλοκῶν ἡ διαφορὰ διττὴ, ποτὲ μὲν εἰς τὴν αὐτὴν ὥραν
9. ἁπάντων ὁμοῦ τῶν παροξυσμῶν. ἔστι δ’ ὅτε κατὰ διαφέροντας
10. εἰσβαλλόντων καιρούς. ἀλλ’ οὗτοι μὲν εὐδιάγνωστοι,
11. πλὴν ὅτι πολλάκις ὁ διαλείπων ἀγνοεῖται τοῖς ἀγυμνάστοις,
12. ὡς ἂν μηδέποτ’ εἰς ἀπυρεξίαν ἐρχομένου τοῦ νοσοῦντος.
13. ἀλλὰ χρὴ τὴν ἰδέαν ἐπισκοπεῖσθαι τοῦ παροξυσμοῦ, καθάπερ
14. ἐν τῷ δευτέρῳ περὶ κρίσεων ἐπιπλέον εἴρηται, κᾀντεῦθεν
15. γνωρίζειν οὐκ ἐκ τῆς τῶν περιόδων ἀναλογίας. ὑποκείσθω
16. γὰρ εἰσβεβληκέναι τινὰ περὶ πρώτην ὥραν παροξυσμὸν ἅμα
17. ῥίγει τιτρώσκειν δοκοῦντι τὰς σάρκας τοῦ κάμνοντος, εἶτα καὶ
18. τἄλλα πάντα μέχρι τῆς ἀκμῆς τοῦ τριταίου πυρετοῦ γνωρίσματα
1. προβάλλοντα, μετὰ χολῆς ἐμέτου ἅμα χρηστοῖς ἱδρῶσι παρακμάζειν,
2. καὶ εἶναι μὲν ἤδη τῆς ἡμέρας ὥραν ἐννάτην,
3. τεκμαίρεσθαι δ’ ἡμᾶς ἐκ τῆς συμπάσης κινήσεως τοῦ παροξυσμοῦ
4. περὶ τὴν ἑνδεκάτην ὥραν ἀπύρεκτον εἶναι τὸν
5. κάμνοντα, ταύτην δηλονότι τὴν ἀπυρεξίαν, ἣν ἐν ταῖς
6. περιόδοις ὀνομάζειν εἰώθαμεν· οὕτω δ’ ἐλπιζόντων, ἐξαίφνης
7. ἐπισχεθῆναι μὲν τοὺς ἱδρῶτας, ἤτοι πυκνωθέντος μόνον
8. ἢ καὶ φρίξαντος τοῦ δέρματος, ἐντεῦθεν δὲ τά τε
9. τῆς ἀρχῆς καὶ τῆς ἀναβάσεως, ἔτι τε τῆς ἀκμῆς ἐν εἴδει
10. φλεγματώδους γίνεσθαι πυρετοῦ συνεχοῦς· διττὴν γὰρ οὕτω
11. γε γνωσόμεθα τὴν αἰτίαν εἶναι καὶ τὴν ἰδέαν τῶν
12. πυρετῶν μεμιγμένου τοῦ διαλείποντος τῷ συνεχεῖ, κᾂν μηδὲν
13. εὑρίσκηται διάλειμμα. καὶ κατά γε τὴν δευτέραν
14. ἡμέραν ἐλπίσομεν εἰσβάλλειν τὸν παροξυσμὸν ὥρας ἐννάτης,
15. καὶ εἰ κατὰ τὴν προσδοκίαν ἀποβαίη τὸ πρᾶγμα,
16. πάντως δή που καὶ κατὰ τὴν τρίτην ἡμέραν ὁμοίως ἐλπίσομεν
17. ἔτι πυρέττοντος τοῦ κάμνοντος ἐπεισβάλλειν αὐτῷ
18. τοῦ τριταίου πυρετοῦ παροξυσμὸν ὥρας που πρώτης. εἰ
19. δὲ προλάβοιεν ἢ ὑστερήσαιεν ὅ τε κατὰ τὴν δευτέραν ἡμέραν
20. ἐλπιζόμενος ὥρας ἐννάτης γενέσθαι παροξυσμὸς ὅ τε 
1. κατὰ τὴν τρίτην πρώτης, οὐκέτι κατὰ τὰς ἑξῆς ἡμέρας οὔτ’
2. ἐννάτην ὥραν οὔτε πρώτην ἐλπίσομεν, ἀλλὰ τοσούτῳ πρότερον
3. ἢ ὕστερον, ὅσῳ περ ἡ ἀναλογία τῆς πρώτης περιόδου
4. τῶν παροξυσμῶν ἢ προλαμβάνοντα τῆς ἀρχῆθεν ὥρας ἢ
5. ὑστερίζοντα προέδειξεν. ὅστις δὲ αὐτῶν παύσαιτο πρότερον,
6. ἔκ τε τῆς ἰδέας τοῦ πυρετοῦ τεκμαίρεσθαι κᾀκ τοῦ κατὰ τὸν
7. παροξυσμὸν μήκους τε καὶ μεγέθους, ἤθους τε καὶ κινήσεως,
8. ἔτι τε τῆς τῶν περιόδων ἀνταποδόσεως ἐν τῷ προλαμβάνειν
9. ἢ ὑστερίζειν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἐπιφαινομένοις σημείοις
10. ἀπεψίας τε καὶ πέψεως ὅλου τοῦ νοσήματος, ὧν ἐν τοῖς οὔροις
11. ἐστὶ τὰ μέγιστα· καὶ γέγραπται περὶ τούτων ἁπάντων αὐτάρκως
12. ἐν τοῖς περὶ κρίσεων. εἰ δὲ μὴ περὶ τὴν ἐννάτην
13. ὥραν, ἀλλὰ πέμπτην ἢ ἕκτην ὁ φλεγματώδης συνεχὴς ἐπιλάβοι
14. τὸν διαλείποντα χολώδη τὸν κατὰ τὴν πρώτην ὥραν ἠργμένον,
15. ἔτι χαλεπώτερόν ἐστι γνῶναι τοῖς πολλοῖς τούτοις
16. ἰατροῖς, οἷς οὐδὲν μέλει τῆς τοιαύτης θεωρίας, εἴθ’ ἕν ἐστιν
17. εἶδος πυρετοῦ τὸ γιγνόμενον, εἴτε δύο, καὶ ὁποῖον ἑκάτερον.
18. ἅτε δὲ μηδὲν τούτων γινώσκοντες, οὐ μόνον οὐκ ἴσασιν ὡς
1. χρὴ θεραπεύειν τουτουσὶ, μηδὲν γνωριζομένους ὁποῖοί ποτ’
2. εἰσὶν, ἀλλ’ οὐδ’ εἰ καὶ κατὰ τὴν δευτέραν ἡμέραν ὑποπτεύειν
3. χρὴ τὰς ὥρας ἀμφοτέρας, αἵπερ ἐν τῇ πρώτῃ τοὺς παροξυσμοὺς
4. ἤνεγκαν. ἐγὼ γοῦν οἶδα πολλάκις ἐκ μαντικῆς αὐτοῖς
5. μᾶλλον ἢ προγνώσεως ἰατρικῆς στοχάζεσθαι δόξας τῆς εἰσβολῆς
6. τοῦ παροξυσμοῦ. κατὰ γοῦν αὐτὴν ταύτην, ἣν νῦν
7. προχειριζόμεθα, μίξιν τοῦ τριταίου πρὸς τὸν καθ’ ἡμέραν
8. παροξυνόμενον οἶδά ποτε περὶ μὲν πρώτην ὥραν εἰσβάλλοντα
9. παροξυσμὸν ἀκριβοῦς τριταίου, κατὰ δὲ τὴν ἕκτην
10. τοῦ καλουμένου πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως καθημερινοῦ.
11. καλεῖν γὰρ ἔθος αὐτοῖς οὕτω τὸν καθ’ ἑκάστην ἡμέραν
12. παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον· ἐγὼ δ’ εἴωθα
13. τὸν τοιοῦτον ὀνομάζειν ἀμφημερινὸν συνεχῆ· τὸ γὰρ καθημερινὸν
14. ὄνομα τὴν ἀρχὴν οὐδ’ ἔστιν εὑρεῖν παρά τινι τῶν
15. Ἑλλήνων γεγραμμένον, ἀμφημερινὸν δὲ πᾶν πρᾶγμα τὸ καθ’
16. ἑκάστην ἡμέραν ὡσαύτως γιγνόμενον ὀνομάζουσιν. ἀλλὰ γὰρ,
17. ὥσπερ ὁ Πλάτων φησὶ, καταφρονεῖν χρὴ τῶν ὀνομάτων οἷς
18. τοσούτων τε καὶ τηλικούτων πραγμάτων πρόκειται σκέψις.
1. ὀνομαζέσθω τοιγαροῦν ἕνεκα σαφοῦς διδασκαλίας ὁ μὲν ἑκάστης
2. ἡμέρας παροξυνόμενος, εἰς δ’ ἀπυρεξίαν παυόμενος, ἀμφημερινὸς
3. ἁπλῶς οὕτω, μηδὲν ἔτι προστιθέντων αὐτῷ κατὰ
4. τὸν λόγον· ὁ δὲ μὴ παυόμενος, ἀμφημερινὸς συνεχής· ἐξέστω
5. δ’, εἴ τις βούλοιτο, καὶ θατέρῳ προστιθέναι τὸ διαλεῖπον.
6. οὕτω δὲ κᾀπὶ τοῦ διὰ τρίτης, ἡ μὲν ἑτέρα διαφορὰ τριταῖος
7. ἁπλῶς, ἢ καὶ διαλείπων τριταῖος, ἡ δ’ ἑτέρα τριταῖος
8. συνεχής. ἐγχωρεῖ δὲ καὶ τὸν συνεχῆ τριταῖον ὀνομάζειν
9. διὰ τρίτης, ἁπλῶς οὕτω χωρὶς προσθήκης τινὸς, ὥσπερ γε
10. καὶ ὀνομάζουσί τινες. ἀλλὰ γὰρ οὐ χρὴ μηκύνειν ἔτι περὶ
11. τῶν ὀνομάτων, ἐπανέρχεσθαι δὲ ἐπὶ τὸ προκείμενον.
12. ὁ γάρτοι νεανίσκος, ἐφ’ οὗ τὴν ἐπιπλοκὴν ἔφην γεγονέναι τοῦ
13. τριταίου πρὸς τὸν ἀμφημερινὸν τὸν συνεχῆ, κατὰ μὲν τὴν
14. πρώτην ἡμέραν ἕωθεν ὑπήρξατο μετὰ ῥίγους οἰκείου τριταίῳ
15. πυρετῷ, καὶ τἄλλα σύμπαντα φυλάττων ἀκριβοῦς τριταίου
16. γνωρίσματα μέχρι τῆς ἕκτης ὥρας, ἐξαιφνίδιόν τ’ ἔμετον χολώδη
17. τε καὶ πολὺν ἐκόμισε, καὶ γαστρὸς διαχώρησιν ἱκανὴν,
18. καὶ ταύτην χολώδη, καὶ μικροὺς ἱδρῶτας, ἐφ’ οἷς αὐτίκα
1. συνεστάλη καὶ ἔφριξεν ὁ ἄνθρωπος, κᾀντεῦθεν αὖθις ἀρχομένης
2. ἐπισημασίας ἦν ὁ σφυγμὸς μικρὸς καὶ ἀνώμαλος, εἶτα
3. μέχρι μὲν ὥρας ἑνδεκάτης ὑποτυφόμενος ἔτι κατὰ βραχὺ τὰ
4. πλείω μὲν τῆς ἐπισημασίας εἶχεν ἴδια, βραχέα δέ τινα καὶ τῆς
5. ἀναβάσεως· ἐντεῦθεν δὲ μέχρι νυκτὸς ὥρας που τετάρτης
6. ἐπίδοσις ἦν ἀκριβὴς, εἶτα ἐπὶ τοῦ αὐτοῦ μεγέθους ἔμενεν,
7. ὥς γε πρὸς αἴσθησιν, ἄχρι νυκτὸς ὥρας ἕκτης, ὅταν ἤδη σαφῶς
8. ἐφαίνετο παρακμάζειν ἄχρι τετάρτης ὥρας ἐν τῇ δευτέρᾳ
9. τῶν ἡμερῶν. ἐν ταύτῃ γὰρ ἤδη συνεστέλλετό τε καὶ τὰ τῆς
10. ἐπισημασίας ἐνεδείκνυτο σημεῖα, τῶν μὲν ἀκραίων αὐτοῦ μερῶν
11. ψυχροτέρων γινομένων, τοῦ δὲ σφυγμοῦ μικροῦ· καὶ δὴ
12. καὶ μέχρι τῆς ἑσπέρας ἐπεδίδου κατὰ βραχὺ, μήτε φρίκην
13. τινὰ μήτ’ ἀνωμαλίαν ἑτέραν ποιησάμενος· εἶτα πάλιν ἤκμασε
14. περὶ τὴν τετάρτην ὥραν νυκτὸς, αἰσθητῶς τε παρακμάζειν
15. ὑπήρξατο περὶ τὴν ἕκτην. ὅτι μὲν οὖν κατὰ τὴν τρίτην ἡμέραν
16. ὥρας που δευτέρας ἐχρῆν αὐτοῦ προσδοκᾷν ἔσεσθαι τὴν
17. ἀμφημερινὴν ἐπισημασίαν, εὔδηλον ἦν· οὐ μὴν ὅ γε τριταῖος
1. εἴτε φυλάξει τὴν αὐτὴν ὥραν, εἴτε καὶ μὴ, εὔδηλον ἦν. εἰσέβαλλεν
2. οὖν ὥρᾳ δευτέρᾳ παροξυσμὸς φρικώδης, ὅς τις θᾶττον
3. ἢ κατὰ τὸν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν τοῦ
4. συνεχοῦς ἀμφημερινοῦ παροξυσμὸν ἐπιδοὺς ἄχρι πέμπτης ὥρας,
5. ἀρχὴν αὖθις ἑτέραν ἐποιήσατο κατὰ τὴν μετὰ πέμπτην ὥραν·
6. καὶ πάντ’ ἦν αὐτῷ τὰ συμπτώματα παραπλήσια τοῖς ἐπὶ τῆς
7. δευτέρας ὥρας γενομένοις· ἐντεῦθεν δ’ αὖ πάλιν ἐπιδιδοὺς
8. ἑτοιμότερον ἄχρι τῆς ὀγδόης ὥρας ἔφριξεν αὖθις ἐν ἐκείνῃ,
9. καὶ μετ’ ὀλίγον ἑτοίμως ἀνέβαινεν παραυξανόμενος ὁ παροξυσμὸς,
10. ὡς νυκτὸς ὥρας που τετάρτης εἰς ἀκμὴν ἀφικέσθαι.
11. καὶ τί γὰρ ἄλλο ἢ ἀκριβοῦς ἡμιτριταίου παροξυσμὸς οὗτος
12. ἐγένετο; τῶν δύο πυρετῶν κατὰ τὴν αὐτὴν ὥραν εἰσβαλλόντων
13. διὰ τὸ προλαβεῖν μὲν ὥραις δύο τὸν καθ’ ἑκάστην ἡμέραν
14. παροξυνόμενον, ὑστερῆσαι δὲ δυοῖν ὥραιν τὸ τριταῖον, ὥστε
15. τῷ δυναμένῳ γνωρίζειν ἰδέας πυρετῶν ἐναργῶς φαίνεσθαι κεκραμένα
16. τά τε τοῦ τριταίου καὶ τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ
17. συμπτώματα. τοῦ μὲν γὰρ τριταίου μετὰ ῥίγους εἰσβάλλοντος,
18. τοῦ δ’ ἀμφημερινοῦ χωρὶς ῥίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν 
1. φρίκην ἐξαίφνης ἔφερεν, ἔλαττον μέν τι πρᾶγμα ῥίγους, μεῖζον
2. δὲ περιψύξεως, καὶ τοσούτῳ γε μεῖζον περιψύξεως, ὅσῳ
3. ῥίγους ἔλαττον· ὥστ’ ἀνάλογον ἀπέχουσαν ἑκατέρου τῶν
4. ἄκρων τὴν φρίκην ἀμφοτέρων ἐν μέσῳ τετάχθαι τοῦ τε ῥίγους
5. καὶ τῆς περιψύξεως, ὅπερ εἴωθε μάλιστα κεραννυμένων γίνεσθαι
6. τῶν ἄκρων. οὐκ οὖν οὐδ’ ἄπο τρόπου τοὔνομα τῷ
7. τοιούτῳ πυρετῷ τὸν ἡμιτριταῖον ἔθεντο. κεκραμένος γὰρ ἐξ
8. ἀμφημερινοῦ τε συνεχοῦς καὶ τριταίου διαλείποντος, τῆς ὅλης
9. αὐτοῦ φύσεως τὸ ἥμισυ μέρος ἑκάτερον ἔχει τῶν εἰρημένων
10. πυρετῶν. ὡς οὖν ὁ ἡμίονός τε καὶ ὁ ἡμίθεος ὠνόμασται,
11. τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμιτριταῖος· ὅ τε γὰρ ἡμίονος ἥμισυ
12. μὲν ἵππου συντελοῦντος αὐτῷ πρὸς τὴν γένεσιν, ἥμισυ δ’
13. ὄνου, κατὰ θάτερον αὐτῶν ὠνόμασται ἡμίονος· ὅ θ’
14. ἡμίθεος ἐνδείκνυται μὲν ἥμισυ μετέχων, ὅτι δ’ ἄνθρωπός
15. ἐστι, κατὰ θάτερον ἥμισυ παραλείπει. καί τοι νῦν καὶ ὁ
16. ἡμιτριταῖος ἥμισυ μὲν ἑαυτοῦ μέρος ἔχει τὸν τριταῖον, ἥμισυ
17. δ’ ἄλλο τὸν ἀμφημερινὸν τὸν συνεχῆ. διττὸς δὲ ὁ τρόπος αὐτῷ
18. τῆς γενέσεως, ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο
1. παροξυσμῶν, ὡς ἀρτίως ἐλέγετο, διὰ τὸ προληπτικὸν μὲν
2. εἶναι τὸν ἕτερον, ὑστερητικὸν δὲ τὸν ἕτερον· ἢ εὐθέως ἐξ
3. ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. ὁ μὲν οὖν εἰς
4. ἕνα καιρὸν ἀμφοτέρων συνελθόντων γιγνόμενος ἕνα μόνον
5. ἴσχει παροξυσμὸν ἡμιτριταίου φύσεως· ὁ δ’ ἕτερος ἅπαντας
6. ἐξ ἀρχῆς τοῦ νοσήματος ἄχρι τελευτῆς, ὅσπερ δὴ καὶ κυριώτατος
7. παρὰ πάντων ἡμιτριταῖος ὀνομάζεται. περὶ μὲν δὴ
8. τοῦδε καὶ μετ’ ὀλίγον εἰρήσεται μάλιστα διὰ τοὺς περὶ τὸν
9. Ἀγαθῖνόν τε καὶ τὸν Ἀρχιγένην. τῷ δ’ οὖν νεανίσκῳ τῷ
10. κατὰ τὴν διήγησιν ὑποκειμένῳ κατὰ τὴν τρίτην ἡμέραν τοῦ
11. παροξυσμοῦ τοιούτου γενομένου, διὰ τὸ συμπεσεῖν εἰς ἕνα
12. χρόνον ἀμφοτέρων τῶν πυρετῶν τὰς εἰσβολὰς, τοῦ μὲν καθ’
13. ἑκάστην ἡμέραν παροξύνοντος ὥραις δύο προλαμβάνοντος
14. ἀεὶ, τοῦ δὲ διὰ τρίτης ὑστερίζοντος ἀεὶ δύο, ὁ κατὰ τὴν
15. τετάρτην ἡμέραν παροξυσμὸς εἰσέβαλλεν ἀνατέλλοντος τοῦ
16. ἡλίου, τὴν ἰδέαν ἀποσώζων ἀκριβῆ τοῦ φλεγματικοῦ πυρετοῦ·
17. ἔμελλε δὲ δήπου κατὰ τὴν ἀναλογίαν ὁ πέμπτος ἀπ’ αὐτοῦ
18. παροξυσμὸς ἄρχεσθαι περὶ δεκάτην ὥραν νυκτὸς, ἐπειδὴ
19. προελάμβανεν ἀεὶ δυοῖν ὥραιν· ὁ δὲ τοῦ χολώδους πυρετοῦ
1. τριταῖος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς ἔμελλεν εἰσβάλλειν δήπου
2. κατὰ τὴν πέμπτην ἡμέραν ὥρας τετάρτης, ὥστε εἶναι τὸ
3. μεταξὺ διάστημα τῆς ἀρχῆς τῶν δύο πυρετῶν ἓξ ὡρῶν, ὅπερ
4. οὖν καὶ ἐγένετο, περὶ μὲν τὴν δεκάτην ὥραν τῆς τετάρτης
5. νυκτὸς εἰσβάλλοντος παροξυσμοῦ κατὰ τὴν ἰδέαν τοῦ φλεγματικοῦ
6. πυρετοῦ, καὶ προελθόντος οὕτως ἄχρι τετάρτης ὥρας ἡμερινῆς,
7. ἐπισυνάψαντος δὲ αὐτοῦ τοῦ χολώδους ἅμα ῥίγει μετρίῳ,
8. τοὐντεῦθέν τε πάλιν ἐπίμικτον εἶδος ἔχοντος τοῦ παροξυσμοῦ
9. κατὰ τὴν τοῦ χολώδους τε ἅμα καὶ φλεγματώδους ἰδέαν. τῇ
10. δὲ ἐπιούσῃ νυκτὶ περὶ τὴν ὀγδόην ὥραν ὁ φλεγματώδης πυρετὸς
11. ἀρξάμενος ἀκριβής τε καὶ μόνος ἅπασαν κατέσχε τὴν ἑξῆς
12. ἡμέραν οὖσαν ἕκτην· εἶτα ἄχρι μέσης νυκτὸς παρακμάσας,
13. ἐντεῦθεν πάλιν ὑπῆρξε κατὰ τὸν αὐτὸν τρόπον· εἶτα τὸ ὑπόλοιπον
14. ἥμισυ τῆς νυκτὸς καὶ τὸ μέχρι μεσημβρίας τῆς ἑβδόμης
15. ἡμέρας κατασχὼν, ἤδη πως παρήκμαζεν, ἀλλ’ ὅγε τριταῖος
16. αὐτὸν διεδέξατο μετὰ ῥίγους εἰσβαλὼν, ὥσπερ εἴωθεν εἰσβάλλειν
17. ἀκριβὴς τριταῖος, καὶ τἄλλα πάντα κατὰ τὸν αὐτὸν
18. τρόπον ἀκριβῆ κομίσας γνωρίσματα, χολῆς ἔμετον εἰργάσατο,
1. καὶ διαχώρησιν χολώδη, καὶ οὖρα χρηστὰ, καί τινα βραχεῖαν
2. νοτίδα δείλης ὀψίας, δηλῶν ἐναργέστατα τοῖς μεμαθηκόσι
3. διαγινώσκειν εἴδη πυρετῶν, ὡς ὑφίησί τέ τι καὶ παρακμάζει,
4. καὶ παύσαιτο ἄν που μετὰ μίαν που περίοδον, ἢ τὸ
5. πλεῖστον δευτέραν. καὶ γὰρ οὖν καὶ ἡ παρακμὴ ῥᾳστώνην
6. ἔσχε θαυμαστήν τινα, καὶ οἵαν οὐχ ἑτέρα τῶν ἔμπροσθεν,
7. ἄχρι νυκτὸς ὥρας τετάρτης. ἐν ἐκείνῃ γὰρ ὁ φλεγματικὸς
8. πυρετὸς ὁ καθ’ ἑκάστην μὲν ἡμέραν παροξυνόμενος, ὥραις δὲ
9. δύο προλαμβάνων, εἰσέβαλλε, καὶ κατασχὼν ὅλην τε τὴν
10. νύκτα καὶ τὴν ἑξῆς ἡμέραν ὅλην, αὖθις ὑπήρξατο κατὰ τὴν
11. ὀγδόην νύκτα δευτέρας ὥρας, ἥν τινα νύκτα κατασχὼν ὅλην,
12. παρήκμασε κατὰ τὴν ἑξῆς ἡμέραν τὴν ἐννάτην. ἔμελλε δὲ δήπου
13. καὶ ὁ τοῦ τριταίου παροξυσμὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεσθαι
14. περὶ τὴν ὀγδόην ὥραν, ἐπειδὴ δυοῖν ὥραιν ὑστέριζεν·
15. ἀλλὰ τότε γε περὶ ἐννάτην ὥραν εἰσέβαλλε, δηλῶν ἔτι κατὰ
16. τοῦτο τὴν ἑαυτοῦ παρακμήν. ἡλίου δὲ δυομένου, συνῆψεν
17. αὐτῷ προληπτικῶς εἰσβάλλων ὁ φλεγματώδης, ὡς εἰώθει,
18. καὶ τήν τε νύκτα κατασχὼν ἐκείνην καὶ τὴν ἑξῆς ἡμέραν,
19. αὖθις εἰσέβαλλε κατὰ τὴν δεκάτην ἡμέραν ὥρας δεκάτης·
1. εἶτ’ αὖθις κατὰ τὴν ἑνδεκάτην ἡμέραν ὥρας ὀγδόης ἀκριβῶς
2. διαμένων φλεγματικός· εἶτα περὶ νυκτὸς ὥραν πρώτην φρικώδης
3. εἰσβολὴ τοῦ τριταίου πυρετοῦ τέτταρας ὥρας ὑστερήσαντος
4. ἐγένετο, κᾄπειθ’ ἕκτης ὥρας νυκτὸς ἥ τε γαστὴρ διεχώρησε
5. χολώδη, καί τινες ἐν ὅλῳ τῷ σώματι νοτίδες ἐγένοντο,
6. καὶ μετὰ ταύτας ἡ παρακμὴ πᾶσα πλησίον ἀπυρεξίας ἀφίκετο,
7. καὶ ἦν ἤδη δῆλον, ὡς ὁ μὲν τριταῖος ἐπαύσατο τελέως, ὁ δὲ
8. φλεγματώδης ὑπελείπετο μόνος, ἤδη δέ τι καὶ αὐτὸς ἐνδιδούς.
9. ταῦτ’ ἄρα κατὰ τὴν δωδεκάτην ἡμέραν οὐκέτι προὔλαβεν ὁ
10. παροξυσμὸς ὥραις δυοῖν, ὥσπερ εἰώθει πρότερον, ἀλλὰ
11. ἑβδόμης ὥρας εἰσέβαλεν. εἶτα κατὰ τὴν τρισκαιδεκάτην οὐδὲ
12. τῇ ἕκτῃ, ἀλλὰ ὑστέρησε καὶ ταύτης, ἑβδόμης ὥρας εἰσβαλὼν
13. ἐπ’ ἀξιολόγῳ ῥᾳστώνῃ τε καὶ παρακμῇ. κατὰ δὲ τὴν τεσσαρεσκαιδεκάτην
14. ἡμέραν ἥ τε παρακμὴ πολὺ βελτίων ἐγένετο,
15. καὶ ὁ παροξυσμὸς εἰσέβαλεν ὥρας ἐννάτης, κᾀν τοῖς
16. οὔροις ἀξιόλογα σημεῖα πέψεως ἐφάνη, προδηλοῦντα τὴν ἐσομένην
17. λύσιν ἐν τῇ μελλούσῃ κρισίμῳ. ἀλλ’ οὐ περὶ τούτου
18. νῦν ὁ λόγος, ὅτι μὴ πάρεργον· ὅτι δ’ ἐπιμίγνυνται πολλάκις 
1. ἑτερογενεῖς πυρετοὶ, χολώδεις φλεγματώδεσι, καὶ διαλείποντες
2. συνεχέσι, τοὺς πολλοὺς τῶν ἰατρῶν λανθάνοντες, ὁ προγεγραμμένος
3. ἄῤῥωστος ἱκανῶς ἐνδείκνυται.

Cliquer un n° de page pour en afficher l’image