4. Ἀλλ’ ἐπειδὴ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα,
5. ἐπὶ τὸ ἀναβληθὲν ὀλίγον ἔμπροσθεν ἐπάνειμι αὖθις·
6. ὁ γάρ τοι σύνθετος ἐκ τριταίου καὶ ἀμφημερινοῦ συνεχοῦς,
7. ὃν ἡμιτριταῖον ὀνομάζομεν, ἤτοι πλεονεκτοῦσαν ἔχει τὴν ξανθὴν
8. χολὴν, καὶ διὰ τοῦτο καὶ τὰ τοῦ τριταίου συμπτώματα
9. σφοδρότερα· ἢ ταύτην μὲν ἐλάττονα, πλέον δὲ τὸ φλέγμα,
10. καὶ διὰ τοῦτο τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ παθήματα βεβαιότερα·
11. ἢ οὐδέτερον θατέρου τῶν χυμῶν ἐπικρατέστερον,
12. ἀλλ’ ἰσοσθενεῖς ἀμφοτέρους, ὅσπερ δὴ καὶ ἀκριβὴς ἡμιτριταῖός
13. ἐστι, τοιοῦτος ὢν τὴν ἰδέαν, οἷόν περ Ἱπποκράτης αὐτὸν
14. ἐδήλωσε γράφων ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὧδε· ἦν
15. δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεις
16. πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, ὁ δὲ
17. τρόπος ἡμιτριταῖος, τὴν μὲν μίαν κουφοτέρην, τῇ δ’ ἑτέρῃ
18. ἐπιπαραξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες.
1. φρικώδεις γὰρ εἶπεν οὐχ ἁπλῶς τοὺς μετὰ φρίκης εἰσβάλλοντας,
2. ὡς μυρίοις γε πυρετοῖς ὑπάρχει τοῦτο, περὶ ὧν ἑξῆς
3. ἐρῶ, ἀλλ’ ὅσοις τὸ πλεῖστον μέρος τοῦ παροξυσμοῦ κατειλήφασιν
4. αἱ φρῖκαι, κατά γε τὴν ἑτέραν τῶν ἡμερῶν, ᾗ συνεισβάλλουσιν
5. ὁ τριταῖός τε καὶ ὁ συνεχὴς ἀμφημερινός· ἡ γὰρ
6. ὑπόλοιπος ἡμέρα τὸν ἀμφημερινὸν ἔχει μόνον. ὡς τὰ πολλὰ
7. μὲν οὖν ἡ πρώτη τῶν ἡμερῶν τὸν μικτὸν ἐξ ἀμφοῖν ἐπιφέρει
8. πυρετὸν, ἡ δὲ δευτέρα τὸν συνεχῆ φλεγματώδη· συμβαίνει
9. μὴν ἐνίοτε κατὰ μὲν τὴν πρώτην εἰσβάλλειν τὸν φλεγματώδη,
10. κατὰ δὲ τὴν δευτέραν ἀμφοτέρους. ὁ γοῦν παροξυσμὸς ὁ
11. κοινὸς ἐξ ἀμφοῖν, ὅταν ἰσοσθενεῖς ὦσιν οἱ χυμοὶ, τοιοῦτός
12. ἐστιν, οἷον ὀλίγον ἔμπροσθεν ὑπέγραψα τὸν ἡμιτριταῖον·
13. ὅταν δ’ ὁ τριταῖος ἐπικρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίγνεται,
14. καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν.
15. εὐθὺς δὲ δήπου καὶ θερμότερος ὁ τοιοῦτός ἐστι καὶ
16. καυσωδέστερος, καὶ θᾶττον ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖται, καί
17. τινα χολῆς ἔμετον, ἢ διαχώρησιν, ἢ ἰκμάδα φέρει. θατέρου
18. δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ
19. ψύξεις τῶν ἀκραίων, ὀλίγαι δ’ εἰσὶν αἱ φρῖκαι, καὶ τῶν
1. σφυγμῶν ἡ θλίψις ἰσχυροτέρα τε καὶ πολυχρονιωτέρα, καὶ
2. βραδέως ἐπιδίδωσιν ὁ παροξυσμὸς καὶ μετὰ πολὺν ἀκμάζει
3. χρόνον, οὐ μὴν οὐδὲ διψώδης, οὐδὲ καυσώδης ἐστὶν, οὐδ’
4. ἔμετος, ἢ διαχώρησις χολώδης, ἢ νοτὶς ἐπ’ αὐτοῦ γίγνεται.
5. καὶ ταύτης τῆς μίξεως τῶν δύο πυρετῶν εἰς ἔννοιάν τινα καὶ
6. Ἀρχιγένης ἀφίκετο, συγκεχυμένως μέντοι καὶ ἀδιαρθρώτως,
7. ὡς ἐπιδείκνυμεν ἐν τῷ ἑβδόμῳ τῶν γεγραμμένων ἡμῖν ὑπομνημάτων
8. εἰς τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. οἴεται
9. οὖν ἐν τοῖς ἡμιτριταίοις ἐνίοτε μὲν ἐπικρατεῖν τὸν τριταῖον
10. πυρετὸν, ἐνίοτε δὲ τὸν ἀμφημερινὸν, οὐ μὴν περί γε τῆς ἰσοκρατοῦς
11. μίξεως αὐτῶν, ἥπερ δὴ καὶ μόνη τὸν ἀκριβῆ συνίστησιν
12. ἡμιτριταῖον, οὔτε ἐνενόησεν, οὔτε ἐδήλωσεν, ἀλλ’ ὅλως
13. παρέλιπεν. ἐπειδὰν γὰρ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ
14. τε χολώδης διαλείπων καὶ ὁ φλεγματώδης συνεχὴς, ἡ μὲν
15. εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται· μέσον γὰρ δὴ
16. τοῦτ’ ἐστὶ ῥίγους τε καὶ περιψύξεως, ὧν τὸ μὲν τῷ τριταίῳ,
17. τὸ δὲ τῷ συνεχεῖ φλεγματώδει συνῆν· ἡ δ’ ἀπὸ τῆς εἰσβολῆς
18. αὔξησις διὰ μὲν τὸν τριταῖον εὐθέρμαντός τέ ἐστι καὶ πρὸς
19. τὴν ἀκμὴν ἐπειγομένη, διὰ δὲ τὸν φλεγματώδη βραδεῖαν ὅσον
1. ἐφ’ ἑαυτῷ ποιούμενον τὴν ἀνάβασιν, ἐπέχεταί τε καὶ διακόπτεται,
2. καί ἐστιν ὥσπέρ τις μάχη τῶν συμπτωμάτων,
3. ἐνίοτε μὲν ἐκθερμαινομένου τοῦ κάμνοντος, ὅταν ἡ τοῦ τριταίου
4. θερμότης ἰσχυρότερον ἐνεργήσασα πρὸς τὸ δέρμα τοὺς
5. χυμοὺς ἀναφέρῃ· κατέχοντος δ’ ἔστιν ὅτε καὶ ἀντισπῶντος
6. εἴσω τὴν τούτου κίνησιν τοῦ φλεγματώδους, ἀργοῦ, καὶ δυσκινήτου,
7. καὶ ψυχροῦ, καὶ βραδυπόρου τὴν φύσιν ὑπάρχοντος·
8. ἔν τε τῇ διαμάχῃ ταύτῃ κρατοῦντος μὲν τοῦ ψυχροῦ
9. χυμοῦ συστολαὶ γίνονται καὶ φρῖκαι καὶ καταψύξεις τῶν
10. ἀκραίων τε καὶ τοῦ δέρματος, ὡς δοκεῖν αὖθις ἕτερον εἰσβάλλειν
11. παροξυσμόν· εἰ δ’ ὁ θερμότερος ἐπικρατήσειεν, ἀθρόως
12. τε ἐπιθερμαίνονται καὶ πλησίον τῆς ἀκμῆς ἀφῖχθαι δοκοῦσιν·
13. εἶτ’ ὀλίγον ὕστερον ἐπικρατήσαντος τοῦ φλεγματώδους, συστέλλονταί
14. τε πάλιν οἱ κάμνοντες καὶ καταψύχονται, καὶ
15. φρίττουσι, καὶ τοῦτ’ οὐ παύεται γινόμενον ἄχρι τῆς ἀκμῆς,
16. ἥ τις καὶ αὐτὴ πρωϊαίτερον μὲν ἢ κατὰ τὸν φλεγματώδη χυμὸν,
17. ὀψιαίτερον δὲ ἢ κατὰ τὸν χολώδη γιγνομένη φαίνεται.
18. τοῦ μὲν γὰρ χολώδους τὸ τάχος ὁ φλεγματώδης ἐπέχει, τοῦ
19. δ’ αὖ φλεγματώδους τὸ βραδὺ καὶ νωθρὸν ὁ χολώδης ἐπεγείρει.
1. τοιοῦτος μέν τις ὁ ἀκριβὴς ἡμιτριταῖος, ἐξ ἰσοσθενοῦς
2. κράσεως δυοῖν πυρετοῖν γιγνόμενος, ὅτι καὶ δυοῖν χυμῶν·
3. ὁ δ’ οὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν, ἢ τὸν
4. φλεγματώδη πλείονα κέκτηται.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 2.8, ed. Kühn, 1824, vol. 7, p. 363-367. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩