5. Δευτέρα δ’ ἐστὶν ἐπιπλοκὴ καὶ μίξις δυοῖν
6. πυρετῶν, τριταίου τε καὶ ἀμφημερινοῦ, παραπλήσιον μέν τινα
7. τὸν παροξυσμὸν ποιουμένη τῷ πρόσθεν εἰρημένῳ, διαφέροντα
8. δὲ τῷ τε προάγεσθαι τοῦτον εἰς ἀπυρεξίαν καὶ τῷ κατὰ τὴν
9. δευτέραν ἡμέραν ἤτοι μετὰ φρίκης ἢ μετὰ ῥίγους εἰσβάλλειν
10. μονωθέντα τὸν ἀμφημερινόν. οὔκουν ἔθ’ ἡμιτριταῖος ὁ
11. τοιοῦτος ἔσται πυρετὸς, εἴπερ γε τῶν συνεχῶν ἦν ὁ ἡμιτριταῖος·
12. εἰ δὲ θατέρῳ τῷ γένει τῶν πυρετῶν αὐτὸν ἐναριθμήσαιμεν,
13. οὐχ ὁ τοιοῦτος μόνον, ἀλλὰ καὶ ἄλλοι τινὲς τῶν πυρετῶν
14. ὀνομασθήσονται ἡμιτριταῖοι. κατὰ τοῦτό μοι δοκεῖ
15. καὶ ὁ Ἀγαθῖνος ἅπαντας τοὺς παρεκτείνοντας τριταίους ἡμιτριταίους
16. ὀνομάζειν. ἀλλὰ γὰρ ἐπειδὴ περὶ ὀνομάτων μᾶλλον
17. ἢ πραγμάτων αἱ τοιαῦται ζητήσεις εἰσὶν, διατρίβειν ἐν αὐταῖς
18. οὐκ ἀξιῶ. γέγραπται γὰρ ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἰδίᾳ
19. καθ’ ἑτέραν πραγματείαν, ἐν ᾗ καὶ τοῦτ’ αὐτὸ δείκνυταί
1. τε καὶ διορίζεται τελέως, ὁποῖαι μέν τινές εἰσιν αἱ περὶ τῶν
2. πραγμάτων, ὁποῖαι δὲ αἱ περὶ τῶν ὀνομάτων ἀμφισβητήσεις.
3. ἴωμεν οὖν αὖθις ἐπ’ αὐτὰ τὰ πράγματα, τὸν ὑφ’ Ἱπποκράτους
4. ὀνομαζόμενον ἡμιτριταῖον τὸν φρικώδη καὶ συνεχῆ, ὃν
5. τριταῖος ἀμφημερινῷ μὲν τῷ συνεχεῖ κεραννύμενος ἀπεργάζεται,
6. τῷ διαλείποντι δ’ οὐκέτι, διὰ τὸ καὶ τὸν ἐξ ἀμφοῖν
7. συντιθέμενον ἐξ ἀνάγκης καὶ αὐτὸν διαλείποντα γίγνεσθαι.
8. οὐ μὴν οὐδ’ ἐκ δυοῖν συνεχῶν, τοῦ τε χολώδους καὶ τοῦ
9. φλεγματώδους, οἷόν τε γενέσθαι τὸν ἡμιτριταῖον. οὔτε γὰρ
10. φρικώδη ποιήσει τὸν τοιοῦτον πυρετὸν ἡ μίξις, οὔτε πολλὰς
11. ἐπαναδιπλώσεις ἔχοντα. παντὸς γὰρ συνεχοῦς πυρετοῦ κατὰ
12. τὸν ἑαυτοῦ λόγον, ὅταν ἀκριβὴς ᾖ, μήτε φρίκην ἔχοντος
13. μήτε ῥῖγος, οὐδ’ ὁ συγκείμενος ἐξ αὐτῶν ἔσται φρικώδης.
14. ἀναγκαῖον οὖν, εἰ μέλλοι φρικώδης τε ἅμα καὶ συνεχὴς ὁ αὐτὸς
15. ἔσεσθαι, τὴν γένεσιν ἴσχειν αὐτὸν ἐκ δυοῖν πυρετῶν, τοῦ
16. μὲν ἑτέρου διαλείποντος, τοῦ δὲ λοιποῦ συνεχοῦς. καὶ
17. διὰ τοῦτο τριταῖος μὲν ἀμφημερινῷ συνεχεῖ κεραννύμενος ἐργάζεται
18. τὸν ἡμιτριταῖον, οὔτε δ’ ἀμφότεροι διαλείποντες, οὔτε
1. δ’ ἀμφότεροί συνεχεῖς γινόμενοι δύνανται γεννῆσαι τοιοῦτον
2. πυρετόν. ἀπολείπεται οὖν μία μίξις ἡ ἐκ διαλείποντος ἀμφημερινοῦ
3. καὶ συνεχοῦς χολώδους γιγνομένη, δυνατή τε καὶ
4. αὕτη συνεχῆ τε ἅμα καὶ φρικώδη γεννῆσαι πυρετόν. ἕξει δ’
5. ἔμπαλιν ἥδε τῇ πρώτῃ τὸ μὲν συνεχὲς ἐκ τοῦ χολώδους, τὸ
6. δὲ φρικῶδες ἐκ τοῦ φλεγματώδους, τὸ δὲ τῶν ἀναδιπλώσεων
7. ἐκ τῆς πρὸς ἀλλήλους μάχης, καὶ μάλιστα ὅταν ἰσοκρατεῖς
8. ὦσιν οἱ χυμοί. κρατοῦντος δ’ αὐτῶν ὁποτέρου, κατὰ συμπτώματα
9. καὶ ἡ διάγνωσις ἐν τῇ πρώτῃ μίξει δεδήλωται.
10. ταῦτα σύμπαντα περὶ τῶν τεττάρων μίξεων τοῦ τε χολώδους
11. πυρετοῦ καὶ τοῦ φλεγματώδους οἰκειότερα μέν ἐστιν, ὡς ἂν
12. τῳ δόξειεν τῇ περὶ τύπων πραγματείᾳ· λέλεκται δὲ ἀναγκαίως
13. ἐνθάδε διὰ τὸν ἡμιτριταῖον, οὗ τὴν γένεσιν Ἀρχιγένης μὲν εἰς
14. τριταῖον καὶ ἀμφημερινὸν ἀνῆγεν, οὐ παρακολουθῶν, ὅτι
15. διαλείποντα ποιεῖ πυρετόν· Ἀγαθῖνος δ’ ἄντικρυς ὡμολόγησε
16. τοῦ αὐτοῦ γένους εἶναι τῷ τριταίῳ τὸν ἡμιτριταῖον, ἐν τῷ
17. μεγέθει μόνῳ τοῦ παροξυσμοῦ διαφορὰν ἴσχοντα. εἰ μὲν οὖν
18. ἁπάσας τῶν πυρετῶν τὰς διαφορὰς ἀκριβῶς γράψαντες ἐν
19. τοῖς ὀνόμασιν ἐσφάλλοντο, χαλεπὸν ἂν εἴη οὐδέν· ἐπεὶ δ’.
1. οὔτε τῶν ἁπλῶν οὔτε τῶν συνθέτων πάσας ἔγραψαν τὰς
2. διαφορὰς, ἔτι τε καὶ περιττάς τινας ἄλλας προσέθεσαν, οὐδὲν
3. οὔτ’ εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν ὠφελούσας, ἡμεῖς
4. ἐπειράθημεν εἰς ὅσον οἷοί τ’ ἦμεν ἀκριβῶς ἐξεργάσασθαι τὸν
5. τύπον ἅπαντα, χρόνῳ παμπόλλῳ δι’ ἐμπειρίας ἅμα καὶ λόγου
6. τὰς χρησίμους ἐξευρόντες ἐν αὐτῷ διαφοράς. αἱ μὲν οὖν
7. ἁπλαῖ τῆς νῦν ἐνεστώσης εἰσὶ πραγματείας· αἱ δ’ ἐκ τούτων
8. ἐμπλεκόμεναι τῆς περὶ τύπων, ἧς οὐδ’ αὐτῆς ἂν εἴη ἀμαθὴς
9. παντάπασιν ὁ ταύτην ἐπιμελῶς ἀναγνούς. ἐκ γὰρ ὧν εἴπομεν
10. ἐπὶ τοῦ φλεγματώδους καὶ χολώδους πυρετοῦ μιγνυμένων
11. ἀλλήλοις ἔνεστι ταῦτα κᾀπὶ τὸν μελαγχολικὸν μεταφέροντα
12. τεκμαίρεσθαι περὶ τῆς πρὸς ἑκάτερον ἐκείνων ἐπιπλοκῆς
13. τε καὶ κράσεως, ἐπιπλοκὴν μὲν ὀνομάζοντας, ἐπειδὰν κατὰ
14. διαφόρους ὥρας εἰσβάλλωσι, κρᾶσιν δὲ τὴν καθ’ ἔνα χρόνον
15. ἀρχήν. οὕτω δὲ τοὺς τρεῖς πυρετοὺς ἐπιπλέκειν τε καὶ κεραννύναι
16. δυνήσεταί τις, αὐτὸς καθ’ ἑαυτὸν ἐννοεῖν ἐκ τῶν εἰρημένων
17. ὁρμώμενος. ἁπάντων γὰρ τούτων ἀρχὴ καὶ πηγὴ καὶ στοιχεῖόν
18. ἐστιν τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου τῶν ἁπλῶν
19. πυρετῶν τὴν ἰδέαν. οὐδὲ γὰρ πολύ τι τὸ πλῆθος αὐτῶν
1. ἐστιν, ἀλλ’ οἱ πάντες τρεῖς, ὅ τε πικρόχολος καὶ ὁ μελαγχολικὸς
2. καὶ ὁ φλεγματικὸς, ὧν ἑκάστου δύο διαφοραὶ, διαλείποντός
3. τε καὶ συνεχοῦς γιγνομένου, ὡς εἶναι τὰς πάσας
4. διαφορὰς ἁπλῶς τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν
5. ἓξ τὸν ἀριθμόν. εἰ δέ τις ἄλλη προσέρχοιτο ταῖσδε
6. κατὰ μέρος ἐν αὐτοῖς διαφορὰ παρά τε τὸ πλῆθος τοῦ
7. χυμοῦ καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν τῆς σήψεως, ἔτι τε τὸν
8. τρόπον τῆς κινήσεως, καὶ τὸ μέρος ἐν ᾧ σήπονται, τὴν
9. γένεσιν ἕξει.
⟨
(De diff. febr.) [n° 048 Fichtner] [GalLat]
De differentiis febrium
Περὶ διαφορᾶς πυρετῶν
Différences des fièvres
The Different Kinds of Fever (Diff. Feb.)
Wernhard; De Stefani, 2011.
De differentiis febrium, 1824, vol. 7, p. 273-405. urn:cts:greekLit:tlg0057.tlg045.verbatim-lat1
Wernhard (deu); De Stefani, 2011 (ita).
De differentiis febrium, 2.9, ed. Kühn, 1824, vol. 7, p. 367-371. urn:cts:greekLit:tlg0057.tlg045.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩