Galenus. De morborum temporibus (De morb. temp.) [n° 049 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).

De morborum temporibus, 1, ed. Kühn, 1824, vol. 7, p. 406-409. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΝΟΣΟΙΣ

ΚΑΙΡΩΝ ΒΙΒΛΙΟΝ.

1. Οἷόν τι τοῖς ζώοις ἐστὶν ἡ κατὰ τὰς ἡλικίας
2. διαφορὰ, τοιοῦτον τοῖς νοσήμασιν οὓς ὀνομάζουσι καιρούς.
3. οὔτε γὰρ ὁ χρόνος ἁπλῶς δηλοῦται διὰ τῆσδε τῆς
4. προσηγορίας, οὔθ’ ὁ προσήκων χρόνος, ὑπὲρ οὗ καὶ τὰ βοηθήματα
5. σκοπούμεθα· μόνη δὲ ἡ τῶν νοσημάτων, ὡς εἴρηται,
6. ἡλικία, χρόνων ἀμοιβαῖς ὑπαλλαττομένη, καθάπερ καὶ
7. τὸ ζῶον ταῖς ἡλικίαις. ἔοικε δὲ καὶ τοῦτο τοῖς φθαρτοῖς
8. σώμασιν ὑπάρχειν πᾶσι, τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὡς
9. εἴ γε διαπαντὸς ἔμεινεν αὐτῶν ἀπαράλλακτος καὶ ἄτρεπτος
1. ἡ φύσις, τὴν οὐσίαν τὴν ἑαυτῆς φυλάττουσα, οὐκ ἂν ἐφθείρετο.
2. καθάπερ οὖν καὶ ἡμεῖς αὐτοὶ γεννηθέντες αὐξανόμεθα
3. μέχρι τῆς ἀκμῆς, εἶτ’ ἐντεῦθεν ἀρξάμενοι φθίνειν ἕως ἐσχάτου
4. τέλους ἀφικνούμεθα φθορᾶς, ὅσοι πάσας διεξέρχεσθαι
5. μέλλομεν τὰς ἡλικίας, τὸν αὐτὸν τρόπον καὶ τῶν ἀῤῥωστημάτων
6. ἕκαστον μετὰ τὴν πρώτην σύστασιν τῆς γενέσεως αὐτῶν
7. ὁδῷ τῇ ἐπὶ τὸ μεῖζον παραυξήσει χρώμενον μέχρι τῆς
8. ἀκμῆς ἵεται, ἕως ἀνάλογον τῆς πρόσθεν αὐξήσεως μειούμενον
9. εἰς παντελῆ διάλυσιν ἐλθεῖν. τάχα δ’ ἂν ἴσως δόξειε
10. ταύτῃ μόνον διαφέρειν ἡ τῶν νοσημάτων κατὰ χρόνον ἐξαλλαγὴ
11. τῆς κατὰ τὰ ζῶα ἡλικίας, ὅτι τοῖς μὲν ζώοις ἴδιός
12. ἐστιν ὁ χρόνος τῆς γεννήσεως, ἐν ᾧ διαπλάττεται πάντα τὰ
13. μόρια τὰ πρὸς τὴν ζωὴν ἀναγκαῖα, τῶν νοσημάτων δὲ οὐδείς
14. ἐστι χρόνος τοιοῦτος ἴδιος, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς
15. αὐξάνεται. καὶ τοῦτ’ εἰκότως γίγνεται· τὰ μὲν γὰρ ζῶα
16. σώματά ἐστι, τὰ δὲ νοσήματα τοῖς σώμασι συμβεβηκότα.
17. διάπλασιν μὲν οὖν καὶ γένεσιν ἐπιζητεῖ ἡ τῶν σωμάτων ἰδιότης,
18. τὰ συμβαίνοντα δ’ αὐτοῖς, ἅτε μηδεμιᾶς διαπλάσεως
19. δεόμενα, κατὰ τὴν πρώτην εἰσβολὴν εὐθέως ἅμα τὴν γένεσιν
1. ἔχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται. τίς γὰρ ἂν εἴη φλεγμονῆς
2. γένεσις, ὁποία ζώου κυουμένου διάπλασις;
3. τίς ἐρυσιπέλατος, ἢ τίς εἰ οὕτως ἔτυχε πυρετοῦ; φαίνεται γὰρ
4. ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρξασθαι τοιοῦτον
5. ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει,
6. λειπόμενον δ’ ἐκείνου μόνον τῷ μεγέθει. θερμότερον γοῦν
7. ἑαυτοῦ σὺν ὄγκῳ μείζονι μετ’ ὀδύνης τε ἅμα καὶ τάσεως
8. γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν
9. μικρὰ, τοὐντεῦθεν αὐξάνεται μέχρι τινὸς μεγέθους, οὐκ
10. ἴσου πᾶσιν, ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν
11. ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν
12. θερμότητα συναποπαύεσθαι, ἢ μετέβαλεν εἰς πῦον. αὗται
13. γὰρ αἱ τῆς φλεγμονῆς λύσεις, ἄν γε μέλλῃ λύεσθαι· περὶ τούτων
14. γὰρ ἡμῖν ὁ λόγος ἔστω πρότερον, ἀναβεβλημένης κατὰ
15. τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυομένων νοσημάτων
16. ἐπισκέψεως. χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος
17. τῇ γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως,
18. ἀλλ’ εἷς ὁ σύμπας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς
1. αὐξανομένου τοῦ πάθους. οὕτω δ’ ἔχει καὶ περὶ τῶν ἐρυσιπελάτων
2. ἁπάντων τε τῶν ἄλλων. καὶ γὰρ καὶ ὁ πυρετὸς
3. ἐν γένει μὲν, οἶμαι, τῆς παρὰ φύσιν ἐστὶ θερμασίας· ταύτης
4. δὲ οὐκ ἀποτέτμηται ὁ χρόνος ἴδιος τῆς γενέσεως, ἀλλ’ ἐπειδὰν
5. πρῶτον ἄρξηται τὸ σῶμα θερμότερον ἑαυτοῦ γίνεσθαι πυρετώδει
6. θερμασίᾳ, τοὐντεῦθεν ἕτερος ἐφ’ ἑτέρῳ καιρὸς ἐκδέχεται
7. τὴν αὔξησιν τοῦ πάθους, ἄχρι τῆς παντελοῦς ἀκμῆς, ἣν
8. ἐν ἑκάστῳ τῶν ὄντων ἔσχατον τὸ μέγεθος εἶναι νοοῦμεν.

Cliquer un n° de page pour en afficher l’image