9. Οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος
10. ἀγωνιστοῦ γενναίου πρὸς τὴν ἀπάντησιν, ὃς ἐπιδείξει
11. ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχειν ὥσπερ τοῖς
12. ζώοις διαπλαττομένοις, ἀνακείμενόν τε τούτῳ τὸν πρῶτον
13. χρόνον ὅροις οἰκείοις περιγραφόμενον. ἐφ’ ὧν ἐστελλόμην
14. ἂν ἤδη διδάσκων ἃ γινώσκω, εἰ μή με κατά τινα δὴ τύχην
15. ἐν τῷδε τοῦ λόγου γενόμενον ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρεσις,
16. ὃς εἰς τοὺς πρώτους τε καὶ μεγίστους καιροὺς διαιρῶν
17. τὰ νοσήματα μετὰ τὴν ἀρχὴν εὐθέως ἀκμὴν τάττει, τὸν μεταξὺ
18. καιρὸν καταλιπὼν τὴν ἀνάβασιν. ὅπου γὰρ οὐκ εἶναι
1. δοκεῖ καιρὸς ἴδιος τῆς ἀρχῆς ὅλης, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς
2. ἄχρι τῆς ἀκμῆς, τὸ μεταξὺ πᾶν ἐπίδοσις ᾖ, πῶς γε συγχωρήσειεν
3. ἄν τις Ἀρχιγένει τὸ μὲν ὁμολογούμενον ὑπερβαίνοντι,
4. τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογούμενον ἑτοίμως
5. τιθεμένῳ; οὕτως μὲν οὖν φαίνεται προδιδοὺς ἐσχάτως τὸν
6. λόγον, ἀγῶνος μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ
7. νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμικρότητι μόνον τῶν
8. ἐφεξῆς αὐτῇ διαφέρουσαν· ἡμεῖς δὲ ἐπιχειρήσομεν ἤδη δεικνύειν
9. διαλλάττουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος
10. τῆς μετ’ αὐτὴν ἀναβάσεως. ἡ δ’ ἀρχὴ τοῦ λόγου τὴν ἀνάμνησιν
11. ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν
12. νοσημάτων. ὅθενπερ, οἶμαι, καὶ κινηθέντες ἰατροὶ
13. σχεδὸν ἅπαντες οἱ πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν
14. ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκείνην μόνην
15. τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐτῇ προσγράφουσιν
16. ἀξιόλογον ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν,
17. εἶτ’ ἀκμὴν, ἐφ’ ᾗ δηλονότι τὴν καλουμένην παρακμήν.
18. ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν
1. τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶτον, εἶτ’ αὖθίς
2. τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας, καὶ φρίκης
3. ἀξιολογωτέρας αἰσθανομένους, ὡς μήτε πράττειν μήθ’ ὑπομένειν
4. ἃ πρότερον ἀμέμπτως ἔπραττον, ἀλλὰ καὶ κατακλιθῆναί
5. τε καὶ δεῖσθαι σκεπασμάτων, καὶ τοῦτο παθόντας
6. ἐνίους μὲν ὥραις τρισὶν, ἐνίους δὲ ἐλάττοσιν, ἢ πλείοσιν·
7. ἐντεῦθεν δ’ ἄρξασθαι θερμασίας ἀηδοῦς τε καὶ παρὰ φύσιν
8. αἰσθάνεσθαι ταύτης κατ’ ὀλίγον αὐξανομένης. ἐν αὐτοῖς
9. γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέρουσα κατ’ ἰδέαν ἐξαίρετον
10. ἡ ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπιδόσεως. εὔδηλον δὲ ὅτι τὴν
11. αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς
12. ἀνάβασιν· ἡμεῖς δ’ ἅπασι τοῖς ὀνόμασιν, ὡς ἂν ἐπέλθῃ,
13. χρησόμεθα· δηλοῖ γὰρ ἓν πρᾶγμα πάντα. τοῦτο οὖν τὸ
14. πρᾶγμα, ὃ τρισὶν ὀνόμασι προσαγορεύεται, ἵσταταί ποτε καὶ
15. παύεται τῆς αὐξήσεως, καὶ φαίνεται διαμένον ἶσον ἑαυτῷ
16. κατά τινα χρόνον, ἤτοι μακρότερον, ἢ βραχύτερον· εἶτ’ ἐντεῦθεν
17. ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ
18. πλείονι· καὶ ποτὲ μὲν εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος οὕτως
1. φαίνεται ἐπανερχομένη διάθεσις, ἔστι δ’ ὅτε ὑπὸ τῆς εἰσβολῆς
2. δευτέρου παροξυσμοῦ καταλαμβανομένη τὴν αὐτὴν ἰδέαν
3. ἔχοντος τῇ προειρημένῃ. καὶ πάντως γ’ ἔστιν ὅτε τὰ προειρημένα
4. δεύτερον αὖθις ἐπιγίγνεται τῷ νοσοῦντι, πολλάκις
5. δ’ ἔστιν ὅτε καὶ τρίτον, καὶ τέταρτον, καὶ πέμπτον δὲ,
6. περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν
7. ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως. ὀνομάζουσι δὲ τὸν τοιοῦτον
8. κύκλον ἕκαστοι οἱ ἰατροὶ περίοδον. ἔνιοι μὲν οὖν
9. αὐτῶν ἐν τέτταρσι καὶ εἴκοσιν ὥραις περιγράφονται, καὶ καλοῦσιν
10. αὐτὰς ἀμφημερινάς· ἔνιαι δὲ ἐν ὀκτὼ καὶ τετταράκοντα,
11. τουτέστιν ἐν δυσὶν ἡμέραις καὶ νυξὶν, ἃς ὀνομάζουσι
12. τριταίων πυρετῶν περιόδους· ἑτέρας δέ τινας ἑβδομήκοντα
13. καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς
14. αὐτοὺς ὀνομάζουσι τεταρταίους, τὸν κύκλον δ’ ὅλον, ὃς
15. ἐπανέρχεται εἰς τὴν μίαν ἀρχὴν, τεταρταίαν περίοδον· οὕτω
16. δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν
17. ἑκάστης ἡμέρας ἐπανακυκλοῦσαν ἅμα τοῖς ἀμφημερινοῖς
18. πυρετοῖς· ἀλλ’ αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν
19. ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις πυρετοῖς,
1. ἀμφημερινῷ καὶ τριταίῳ καὶ τεταρταίῳ· ποτὲ δὲ εἰς παρακμὴν
2. μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ
3. ποῤῥωτέρω.
⟨
(De morb. temp.) [n° 049 Fichtner] [GalLat]
De morborum temporibus
Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).
De morborum temporibus, 2, ed. Kühn, 1824, vol. 7, p. 409-413. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩