Galenus. De morborum temporibus (De morb. temp.) [n° 049 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).

De morborum temporibus, 3, ed. Kühn, 1824, vol. 7, p. 413-417. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:3

4. Παραδείγματος οὖν ἕνεκεν ἐπὶ τριταίου
5. πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω. φρίκη μετρία τῶν
6. τοιούτων πυρετῶν ἄρχεται, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις
7. μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι καὶ ψύχονται τὰ πλεῖστα τοῦ
8. σώματος. ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός
9. τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς
10. κατὰ τὴν συστολὴν, τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς·
11. ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα
12. κατὰ τὴν εἰσβολὴν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν
13. τῇ προϋπαρχούσῃ καταστάσει. καὶ μὲν δὴ καὶ τῶν
14. ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακροτέρα πώς ἐστιν· ἡ δ’
15. ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ
16. μὲν ἴση τῇ πρόσθεν, ἔστι δὲ ὅτε οὐκ ἴση. ταῦτα
17. ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσὶ, τισὶ δὲ
18. ἤτοι πλείοσιν αὐτῶν, ἢ ἐλάττοσιν· εἶθ’ ὁ σφυγμὸς, ἀρξάμενος
1. μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίγνεσθαι, κατὰ
2. βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων. εὐθὺς δὲ καὶ
3. θερμότεροι σφῶν αὐτῶν ἀποτελοῦνται σὺν ταῖς εἰρημέναις τοῦ
4. σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερμασίας
5. ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν
6. ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦτον τὸν χρόνον οὐ σμικρὰ
7. περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρόνος ἐκείνου τοῦ πρώτου,
8. καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως ἐψύχθη μὲν ὅλον τὸ
9. σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀναντία τοῖς πρόσθεν
10. ἐγένετο. κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω
11. διάλειμμα, διότι καὶ ὁ Ἱπποκράτης οὕτως ὠνόμασιν, ὁ
12. σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν
13. καταστάσει, τοιοῦτον δὲ τὸ κάλλιστον διάλειμμα, μεταβάλλει
14. γὰρ ἐξαίφνης εἰς τὰς εἰρημένας ὀλίγον ἔμπροσθεν
15. διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῶον, εἶτ’ αὖθις εἰς τἀναντία
16. τρέπεται μετὰ τοῦ θερμαίνεσθαι. πρῶτος οὖν χρόνος
17. ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα
18. σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας,
1. ἢ ἐκ διαλείμματος εἰς τοῦτο ἀφικόμενος· ἕτερος δ’ ἐπὶ τούτῳ
2. δεύτερος, ὁ τῆς εἰς τὰ ἐναντία μεταβολῆς τῶν τε σφυγμῶν
3. καὶ τῆς θερμασίας, ἄχρι περ ἂν ὁμαλῶς γένηται θερμὸς ὁ
4. σύμπας ὄγκος τοῦ σώματος· εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης
5. μὲν ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν
6. σφυγμῶν ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα·
7. τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρημέναις τρισὶν ὁρᾶται, τῶν
8. εἰρημένων ἁπάντων ἴσον ἑαυτοῖς φυλαττόντων τὸ μέγεθος,
9. ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος,
10. ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται σαφῶς, ἀτμὸς δὲ
11. ἐκκρίνηται διὰ τοῦ δέρματος, ὁ σφυγμὸς δὲ ἐπὶ τὴν κατὰ φύσιν
12. ἐπανέρχηται κατάστασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν
13. ἐπεκτήσατο πάντα, μεγέθους τε πέρι καὶ ταχυτῆτος καὶ
14. πυκνότητος. ἐν τούτῳ τῷ χρόνῳ καὶ ἱδρὼς τοῖς πλείστοις αὐτῶν
15. γίνεται, καὶ μετὰ τοῦτον ὁ τοῦ διαλείμματος ἀφικνεῖται
16. χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις. οὐδὲν δὲ τούτων ὑπόθεσίς
17. ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐναργῶς ὁσημέραι σχεδὸν
18. ἅπασι τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γιγνόμενον·
19. καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους 
1. εἰρημένον, ὡς μέχρι μὲν τούτου καὶ μὴ ἰατρὸς ἂν δύναιτο γινώσκειν
2. ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου.
3. περιεργότεραι γὰρ ἢ κατὰ τὸν ἰδιώτην αὗταί εἰσιν, ἡ
4. δὲ τῆς θερμασίας μεταβολὴ, κᾂν εἰ μὴ βούλοιντο παρακολουθεῖν
5. οἱ πάσχοντες, αὐτὴ κεντρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν,
6. ὡς μὴ λαθεῖν. ἐξηγοῦνται γοῦν πάντες οἱ κάμνοντες
7. οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην διαδραμεῖν,
8. εἶτ’ ἐντεῦθεν ἅμα καταψύξει τῶν ἀκραίων ἐπιτείνεσθαι
9. τὰς φρίκας, ἀκολουθῆσαι δὲ αὐταῖς τὸ ῥῖγος· εἶτ’ αὖθις
10. τοῦ μὲν ῥίγους γενέσθαι ποτὲ καὶ παῦλαν, ἐκλύεσθαι δὲ τὴν
11. περίψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ φλογώσεως ἔνδον εἶναι καὶ
12. δίψος· ἐπὶ δὲ τούτοις αὖθις οἴχεσθαι μὲν ἅπασαν ἀνωμαλίαν,
13. ὁμαλῶς δὲ καίεσθαι τὸ σύμπαν σῶμα, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον
14. αὐτοῖς γίνεσθαι, καὶ στῆναί γέ ποτε καὶ μεῖναι τὴν θερμασίαν
15. ὁμοίαν ἑαυτῇ· εἶθ’ ὕστερον αἴσθησιν αὐτοῖς ἐκλυομένης
16. γενέσθαι, καὶ τοῦτο μέχρι τῆς καταστάσεως ἐκείνης μὴ παύεσθαι
17. γινόμενον, ἐν ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυρουμένων αὐτῶν.
18. ἐπὶ μὲν οὖν τῶν τριταίων πυρετῶν αἱ κατὰ μέρος διαφοραὶ
1. τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· ἐπ’ ἄλλων δὲ ἄλλαι
2. διαφοραὶ πυρετῶν εἰσιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ.

Cliquer un n° de page pour en afficher l’image