Galenus. De morborum temporibus (De morb. temp.) [n° 049 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).

De morborum temporibus, 4, ed. Kühn, 1824, vol. 7, p. 417-419. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:4

3. Νυνὶ δὲ ἐπὶ τούτου πρῶτον, οὗ
4. πρῶτον παρεθέμην, ὁ λόγος ἐξεταζέσθω. πρῶτος οὖν ἦν
5. καιρὸς ὁ συνάπτων τῇ ἀπυρεξίᾳ, ψύξεως αἴσθησιν παρέχων,
6. ὃν ἀρχὴν ὠνομάσαμεν· δεύτερος ὁ ἀποτιθέμενος τὴν ψύξιν,
7. ὡς εἴρηται, κατὰ βραχὺ, καὶ καλείσθω συντόμου διδασκαλίας
8. ἕνεκεν ἀνωμαλίας καιρός· εἶτ’ ἐπ’ αὐτῷ τρίτος ὁ τῆς
9. ὁμαλοῦς αὐξήσεως. ἐφ’ ᾗ τέταρτος ὁ τῆς στάσεως, καὶ πέμπτος
10. ὁ τῆς μειώσεως· εἶθ’ ἕκτος ὁ τῆς ἀπυρεξίας. ὅτι μὲν
11. οὖν ἕξ εἰσιν αἱ εἰρημέναι κανονικαὶ διαφοραὶ κατὰ τὰς τῶν
12. τριταίων πυρετῶν περιόδους, αἰσθήσεως δεῖ καὶ μνήμης, οὐκ
13. ἀποδείξεως λογικῆς. ἓξ δ’ οὐσῶν αὐτῶν, ὀνόματα συνθέσθαι
14. κάλλιον ἕνεκα συντόμου θ’ ἅμα καὶ σαφοῦς δηλώσεως·
15. καθάπερ τις νόμος ἐστὶ κοινὸς ἅπασι τοῖς Ἕλλησιν, ὧν μὲν
16. ἂν ἔχωμεν ὀνόματα πραγμάτων παρὰ τοῖς πρεσβυτέροις εἰρημένα,
17. χρῆσθαι τούτοις· ὧν δ’ οὐκ ἔχομεν, ἤτοι μεταφέρειν
1. ἀπό τινος ὧν ἔχομεν, ἢ ποιεῖν αὐτοὺς κατὰ ἀναλογίαν τινὰ
2. τὴν πρὸς τὰ κατωνομασμένα τῶν πραγμάτων, ἢ καὶ καταχρῆσθαι
3. τοῖς ἐφ’ ἑτέρων κειμένοις. ἔξεστι μὲν τῷ βουλομένῳ
4. μήτε φυλάττειν τὰ συνήθη τοῖς Ἕλλησιν, εἴ που δεήσειε ποιεῖν
5. αὐτὸν, εἰς τοὺς εἰρημένους ἀποβλέπειν σκοποὺς, καὶ πολὺ
6. τοῦτ’ ἔστι παρὰ τοῖς νεωτέροις ἰατροῖς, ὡς ἂν μὴ παιδευθεῖσι
7. τὴν ἐν παισὶ παιδείαν, ὥσπερ οἱ παλαιοί. συγχωρητέον οὖν
8. αὐτοῖς ὡς ἂν ἐθέλωσιν ὀνομάζειν, ἐπειδὴ μάχιμοί τ’ εἰσὶ καὶ
9. ἀναιδεῖς, καὶ πολλάκις γε χρηστέον τοῖς ὀνόμασιν, ὡς ἂν
10. ἐκεῖνοι κελεύωσιν, ὑπὲρ τοῦ φυγεῖν αὐτῶν τὴν γλωσσαλγίαν·
11. οὐδὲ γὰρ οὐδὲ βλαβήσονταί τι διὰ τὴν ἐν τοῖς ὀνόμασι παρανομίαν
12. οἱ κάμνοντες· ὅταν δὲ ἤτοι κλέπτωσί τινα καιρὸν
13. ὅλον ὑπερβαίνοντες, ἢ τοῖς εἰρημένοις ἐπεισάγωσι τὸ μὴ φαινόμενον,
14. οὐκ ἐπιτρεπτέον αὐτοῖς, ὡς ἂν εἰς βλάβην ἤδη τῶν
15. νοσούντων τῆς τοιαύτης ἁμαρτίας διαφερούσης. ἄμεινον οὖν
16. ἐστιν ἐν τῷδε, προδιεσκέφθαι τὰς τῶν σφαλμάτων αἰτίας,
17. παρ’ αἷς οἱ πλεῖστοι τῶν ἰατρῶν σφάλλονται, πρὸς τὸ μήτ’
18. αὐτούς τι σφαλῆναι κᾀκείνοις ἐπιδεῖξαι τὴν ἀληθῆ τοῦ
1. πράγματος ὁδὸν, εἰ βουληθεῖεν. ἔνιοι γὰρ αὐτῶν οὕτω πεφύκασιν,
2. ὡς μηδ’ ἂν τὸν Ἀπόλλωνα αὐτὸν ἢ τὸν Ἀσκληπιὸν
3. σχῶσιν ἐπιθυμοῦντάς τε διδάσκειν αὐτοὺς καὶ παρακαλοῦντας,
4. ὑπακοῦσαί ποτε καὶ παρασχεῖν δύνασθαι τὰ ὦτα, μήτοι γε δὴ
5. καταδέξασθαι τῇ ψυχῇ τὰ λεχθέντα. ἀλλ’ οὐκ ἐκείνοις γε
6. ταῦτα γεγράψεται. τοῦτο τοίνυν σφάλματος αὐτῶν αἰτία
7. πρώτη καὶ μάλιστ’ ἐστὶν, ἡ τῆς τῶν νοσημάτων διαφορᾶς
8. ἄγνοια. τριταῖος μὲν γὰρ, ὡς εἴρηται νῦν, εἴωθε κινεῖσθαί
9. τε καὶ τὰς ὥσπερ ἡλικίας αὐτοῦ διανύειν, οὐ μὴν ὁμοίαν γε
10. κίνησιν ἔχει πᾶν νόσημα· διόπερ οὔθ’ ἡμεῖς ὀρθῶς, ἃ περὶ
11. τριταίων εἰρήκαμεν, ἐπὶ πάντα μετοίσομεν, οὔτ’ ἄλλος τις
12. ἀπ’ ἄλλου πάθους ὁρμηθεὶς, ἕνα κοινὸν ἀξιώσει λόγον ἁπάντων
13. ὑπάρχειν. αὕτη μὲν οὖν ἡ πρώτη καὶ μεγίστη τῆς ἁμαρτίας
14. αὐτῶν αἰτία.

Cliquer un n° de page pour en afficher l’image