15. Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ τὴν
16. τῆς χρείας τάξιν, ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις
17. τῆς τριταίας περιόδου καιροῖς. Ἱπποκράτους γοῦν εἰρηκότος·
18. οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ
1. γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλίπωσι, σημαίνει,
2. ὅτι ἀκίνδυνοι· τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι
3. μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα. οὐ
4. γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ
5. γὰρ ἀληθὲς τοῦτο. χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος,
6. ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς,
7. καὶ ἐν ἄλλοις ἅπασι κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ τοῖς
8. συνόχοις ὠνομασμένοις· οὗτοι γὰρ μόνοι πυρετοὶ οὐκ ἔχουσι
9. παρακμὴν αἰσθητὴν, ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὔτε
10. τινα ἄλλην διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφαμεν
11. εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρόνῳ στάσιν,
12. ἐκεῖνοι τοιαύτην ἔχουσιν ὀλίγου δεῖν ἅπασαν αὐτῶν
13. τὴν διέξοδον. εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν
14. ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυρεξίαν λήγοντες, ὡς ἐν τοῖς περὶ
15. αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλό τι τὸ διαλιπεῖν Ἱπποκράτης
16. ὠνόμασεν, ἢ τὸ λήγειν εἰς ἀπυρεξίαν. ὥστ’ εὐλόγως ἄν
17. τις ἑπόμενος τῇ παλαιᾷ συνηθείᾳ διάλειμμα καλέσειεν ἐν ταῖς
18. τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυρεξίας· ὥσπέρ γε
1. καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν
2. ἡμῶν τῶν ἁπτομένων, αὐτῶν τε τῶν καμνόντων,
3. ἀκμήν. οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ τελεώτατόν
4. ἐστι, καὶ φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ
5. διαλείπειν ὁ Ἱπποκράτης χρώμενος. ἀλλὰ καὶ τὸ πρῶτον μέρος
6. τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γενόμενον ἐπὶ
7. τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ τῇ πέμπτῃ
8. καὶ ταῖς ἀνάλογον, ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι,
9. καλοῦσιν ἀρχὴν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ
10. οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς
11. γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας,
12. καὶ τρίτος ὁ τῆς αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπικοινωνοῦντας
13. δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες, ἰδέᾳ
14. διαφέροντας· ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς
15. ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν
16. παροξυσμοῦ. καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι· μετὰ
17. γὰρ τὸν πρῶτον καιρὸν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτὸς,
18. εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συῤῥέον, ἕτερός
19. ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ’ ἀντίθεσιν ὑφιστάμενος,
1. διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει; ἀποτεινομένου
2. δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος. καὶ εἴ γ’ οὕτως αὐτὸν ἕνα
3. λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν τοῦτον ὅλον τὸν
4. καιρὸν ἀνάβασιν· εἰ δ’ οὕτω καλέσαντες, ἄτμητον ἐάσειαν,
5. οὐ σμικρὰ βλάψουσι τὴν τέχνην. ὁ γὰρ τῆς ἀνωμαλίας ἐν
6. αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδειξιν ἔχει βοηθημάτων,
7. καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς
8. μὲν ἡ τοῦ παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ
9. τῶν ὄντων, ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς·
10. λοιπὴ δὲ ἡ παρακμὴ καιρὸς εἷς ἐστιν ὅμοιος ἑαυτῷ κατὰ τὴν
11. ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια
12. διαφέρει. ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ καιρῷ τῆς ἀρχῆς,
13. καὶ τῷ δευτέρῳ τῷ τῆς ἀνωμαλίας, καὶ ἔτι τῷ τρίτῳ τῆς
14. ἀναβάσεως ὑπάρχει. καὶ γὰρ τούτων ἑκάστῳ διαφορά τίς
15. ἐστι κατὰ μέρος αἰσθητῶς ὑπαλλαττομένῳ. οὐ γὰρ ὁμοία
16. κατὰ πάντα ἐστὶν ἑκάστου τῶν εἰρημένων καιρῶν ἡ ἀρχὴ τῇ
17. τελευτῇ, διαφέρουσι δ’ ἀλλήλων τε καὶ τοῦ μέσου καιροῦ σαφῶς.
18. ἡ γοῦν ἀρχὴ τοῦ παροξυσμοῦ βραχύ τι τῆς κατὰ φύσιν
1. ἀποκεχώρηκε καταστάσεως, ὥσπερ ἡ τελευτὴ πλεῖστον· ὅπου
2. δὲ ταῦτα μεγίσταις διαφοραῖς ἀλλήλων ἀποκεχώρηκε, πάντως
3. δή που καὶ μέσος τίς ἐστιν αὐτῶν καιρὸς, πλεῖον μὲν τῆς ἀρχῆς
4. ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς.
5. οὕτω δὲ καὶ ἡ τῆς ἀνωμαλίας ἀρχὴ μικρόν τι διαλλάττει τῆς
6. συναπτούσης αὐτῇ τοῦ πρώτου καιροῦ τελευτῆς, ἐπιπλέον δ’
7. ἀφισταμένη, καὶ μέση οὖσα, μεταξύ πως ἥνωται τῇ εἰρημένῃ
8. τοῦ πρώτου καιροῦ τελευτῇ καὶ τῇ ἀρχῇ τοῦ τρίτου. κατὰ
9. δὲ τὸν αὐτὸν, οἶμαι, λόγον καὶ ὅσα συνάπτει τοῦ δευτέρου
10. καιροῦ τοῦδε τῆς ἀνωμαλίας ταῖς ἀρχαῖς τοῦ τρίτου καιροῦ,
11. παραπλησίαν ἐκείνοις ἔχει τὴν κατάστασιν. οὕτω δὲ καὶ τοῦ
12. τρίτου πάλιν αὐτοῦ καιροῦ τὰ μὲν πρῶτα τῶν ὑστάτων τοῦ
13. δευτέρου βραχὺ παραλλάττει, τὰ δ’ ὕστατα παραπλήσιά πώς
14. ἐστι τῇ τῆς ἀκμῆς ἰδέᾳ, τὸ μέσον δ’ ἀμφοῖν ἴσον ἑκατέρων
15. τῶν ἄκρων ἀφέστηκεν. ὥστ’ οὐδὲν θαυμαστὸν, ὥσπερ τούτων
16. ἑκάστου τῶν καιρῶν, οὕτω καὶ τῆς παρακμῆς τὸ μὲν
17. ἀρχὴν εἶναι, τὸ δὲ τελευτὴν, τὸ δὲ μεσότητα. καλεῖν δέ γε,
18. εἰ βούλοιτό τις, ἕκαστον αὐτῶν ἰδίᾳ προσηγορίᾳ δύναται.
19. ἀκούω γοῦν ἑκάστοτε τῶν ἰατρῶν λεγόντων, ἀπέκλινεν
1. ἀρτίως ἡ ἀκμὴ, νῦν ὑφίησι, νῦν ἐνδίδωσι, νῦν ἀνίεται· εἴπερ
2. οὖν ταῦτα λέγουσιν, οὐκ ἀδύνατον αὐτοῖς τὰ πρῶτα τῆς
3. παρακμῆς ὀνομάζειν ἀπόκλισιν, ἢ ὕφεσιν, ἢ ἔνδοσιν, ἢ ἄνεσιν,
4. ἢ καί τινα τούτων, ἢ καὶ πάντα. καὶ μέντοι καὶ τὰ
5. μέσα καλεῖν ἔξεστιν ὀνόματι τῶν εἰρημένων ἑνὶ, καὶ τελευταῖα
6. κατὰ τὸν αὐτὸν τρόπον· ὥσπερ καὶ ὁ Ἀρχιγένης ἄνεσιν
7. ὀνομάζει τὸ τελευταῖον τῆς παρακμῆς. ἀλλ’ ἐκεῖνος φαύλως
8. γε πράττει, νομίζων αὐτὴν ἕτερον εἶναι καιρὸν ἰδέᾳ τινὶ διαφέροντα
9. τῆς παρακμῆς. ἀμέλει πάντων τῶν μερῶν τῆς ὅλης
10. περιόδου τὸ μὲν ἀρχὴν ποιούμενος, τὸ δὲ τελευτὴν, τὸ δὲ
11. μέσον· οὕτω καὶ αὐτῆς τῆς ἀνέσεως ποιεῖται τὴν τομὴν, ὡς
12. ἰδίου τινὸς ὄντος καιροῦ τῶν κατὰ τὴν πρώτην διαίρεσιν, ὅσοι
13. διαφέρουσιν ἀλλήλων ἰδέαις τισὶν, οὐ μόνον τῷ μᾶλλόν τε
14. καὶ ἧττον. ἐν ἀμφοτέροις οὖν ἁμαρτάνει προφανῶς, ἐξαίρων
15. τε τὴν ἀνάβασιν τῆς πρώτης τομῆς, ἣν ἐναργέστερον
16. ἅπαντες οἱ ἄνθρωποι νοοῦσι τῆς ἀρχῆς, καὶ προστιθεὶς τὴν
17. ἄνεσιν ἐν τῷ τέλει τῆς περιόδου. εἰ μὲν γὰρ εἰς ἀπυρεξίαν
18. ἀφικνοῖτο, σαφὴς ἂν εἴη ἡ διαφορὰ τοῦ τοιούτου καιροῦ
1. πρὸς τοὺς ἄλλους ἅπαντας· εἰ δὲ ἐπιλαμβάνει τὴν παρακμὴν
2. ἡ εἰσβολὴ τοῦ δευτέρου παροξυσμοῦ τριχῆ τμηθεῖσα, ἐν τῷδε
3. τὸ τῆς ὅλης παρακμῆς μέρος ἔξεστι καλεῖν ἄνεσιν, οὐ μὴν
4. ἄλλόν γέ τινα νομίζειν εἶναι καιρὸν ἰδίᾳ τινὶ φύσει χαρακτηριζόμενον,
5. ὥσπερ τοὺς ἔμπροσθεν εἰρημένους. ὅτι μὲν οὖν
6. ἔξεστι τὰ πάντα μέρη τῆς τριταίας περιόδου σαφέσι διαφοραῖς
7. ἀλλήλων ὁρᾷν χωριζόμενα, πρόδηλον παντὶ τῷ θεασαμένῳ
8. κᾂν ἕνα τινὰ τῶν οὕτω καμνόντων ἀῤῥώστων· εἰ δέ
9. τινες αὐτῶν ἀνονόμαστοι, πρὸς μὲν τοὺς ἐριστικοὺς ἐροῦμεν,
10. καιρὸς πρῶτος, καὶ δεύτερος, καὶ τρίτος, καὶ τέταρτος, καὶ
11. πέμπτος, εἶθ’ ἕκτος, ὁ τῆς ἀπυρεξίας· πρὸς δὲ τοὺς εἰδότας
12. ὀνομάτων χρῆσιν αὐτοὶ συντιθέμενοι τὰ ἐπιτήδεια.
13. καὶ τῷ μὲν πρώτῳ καιρῷ τὸ τῆς ἀρχῆς ἴδιον ὄνομα
14. κείσθω· τῷ δὲ δευτέρῳ τὸ τῆς ἀνωμαλίας· τῷ δὲ τρίτῳ
15. τὸ τῆς ἀναβάσεως· καὶ τῷ τετάρτῳ τὸ τῆς ἀκμῆς· καὶ τῷ
16. πέμπτῳ τὸ τῆς παρακμῆς· ὁ δὲ ἕκτος, ὁ τῆς ἀπυρεξίας,
17. διάλειμμα προσαγορευέσθω.
⟨
(De morb. temp.) [n° 049 Fichtner] [GalLat]
De morborum temporibus
Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν
Périodes des maladies
The Opportune Moments in Diseases (Morb. Temp.)
, 1960.
De morborum temporibus, 1824, vol. 7, p. 406-439. urn:cts:greekLit:tlg0057.tlg046.verbatim-lat1
, 1960 (deu).
De morborum temporibus, 5, ed. Kühn, 1824, vol. 7, p. 419-425. urn:cts:greekLit:tlg0057.tlg046.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩